Сочинения. Том 3 - Гален Клавдий
Шрифт:
Интервал:
2.8.31. οὔτε γὰρ ἐν καρδίᾳ τὴν ἀρχὴν τοῦ τρέφεσθαι τοῖς ζῴοις εἶναι συγχωροῦμεν —ἀλλ’ ἕν τι καὶ τοῦτ’ ἔστι τῶν ἐν τῇδε τῇ πραγματείᾳ προκειμένων εἰς τὴν σκέψιν, οὐ χρὴ δὲ τὸ ζητούμενον ὡς ὁμολογούμενον λαμβάνειν,— οὔτε τὸ μίαν ἀρχὴν ἀμφοτέρων ὑπάρχειν τῶν δυνάμεων, ἀλλὰ καὶ τούτου τὸ ἐναντίον ἡμεῖς ἀποδείκνυμεν.
2.8.32. θαυμάζω τοίνυν κἀνταῦθα τῶν ἀνδρῶν, εἰ ἄμφω τὰ ζητούμενα προχείρως λαμβάνουσιν οὐδεμίαν ἀπόδειξιν προστιθέντες.
2.8.33. ὅμοιον δέ τι ποιοῦσι κἀπειδὰν ὅθεν ἡ ἀρχὴ τῆς τροφῆς ἐστιν ἐνταῦθ’ εἶναι φάσκωσι καὶ τὸ ἡγεμονικόν, εἶθ’ ἑξῆς προσλαμβάνωσιν ὡς ἐν τῇ καρδίᾳ τῆς τροφῆς ἐστιν ἀρχή.
2.8.34. οὔτε γὰρ τοῦτ’ ἀληθές· “ἀρχὴ” γὰρ “τροφῆς καὶ ὑγρᾶς καὶ ξηρᾶς στόμα, στόμαχος, κοιλίη” φησὶν ῾Ιπποκράτης, οὔτ’ εἰ καὶ παντὸς μᾶλλον, ἂν ἐξ ἀνάγκης ἠκολούθει, καθ’ ὃ μόριον ἡ ἀρχὴ τῆς τροφῆς ἐστι, κατὰ τοῦτο ὑπάρχειν τὸν λογισμόν· τοῦτο γὰρ ἕν τι τῶν ζητουμένων ἐστί.
2.8.35. τὸ δ’ ἕτερον τῶν ζητουμένων ψεῦδος. ἡ μὲν γὰρ πρώτη τῆς τροφῆς ἀρχὴ “στόμα, στόμαχος, κοιλίη,” ἡ δευτέρα δ’ αἱ ἐξ ἥπατος εἰς κοιλίην καθήκουσαι φλέβες, ἐν αἷς πρώταις αἷμα γίγνεται, ἡ τρίτη δὲ τὸ ἧπαρ αὐτό, ἡ τετάρτη δὲ μετὰ τὸ ἧπαρ ἡ κοίλη φλέψ, ἐν ᾗ πρώτῃ καθαρὸν τῶν περιττωμάτων ἀπολείπεται τὸ αἷμα, παρὰ ταύτης δ’ ἤδη τῆς φλεβός, ὥσπερ τἆλλα τοῦ ζῴου μόρια πάντα, κατὰ τὸν αὐτὸν τρόπον καὶ ἡ καρδία λαμβάνει τὴν τροφήν.
2.8.36. οὐ μὴν οὐδ’ ὅταν εἴπωσιν ὅθεν ἡ χορηγία τοῦ πνεύματος, ἐνταῦθ’ εἶναι τὸ ἡγεμονικόν, εἶτ’ ἐπ’ αὐτῷ προσλαμβάνωσιν ἐκ τῆς καρδίας χορηγεῖσθαι τὸ πνεῦμα, συγχωρητέον αὐτοῖς.
2.8.37. καὶ γὰρ κἀνταῦθα πάλιν, εἰ μὲν τὸ ψυχικὸν πνεῦμά φασιν ἐκ τῆς καρδίας ἄρχεσθαι, τὸ ζητούμενον αὐτὸ λαμβάνουσιν· εἰ δὲ τὸ ζωτικόν, οὐκ ἐξ ἀνάγκης ἀκολουθήσει τὴν αὐτὴν ἀρχὴν ἀμφοτέροις ὑπάρχειν.
2.8.38. ᾿Ερασίστρατος γοῦν οὐχ ἁπλῶς, ὥσπερ οὗτοι, τὸ ζητούμενον λαμβάνων ἀλλὰ μετὰ κατασκευῆς λόγων οὐκ ὀλίγων ἐκ μὲν τῆς κεφαλῆς φησι τὸ ψυχικόν, ἐκ δὲ τῆς καρδίας τὸ ζωτικὸν ὁρμᾶσθαι πνεῦμα.
2.8.39. εἰ δ’ οὐδέτερον μὲν τούτων τῶν πνευμάτων ἠρωτῆσθαι κατὰ τὸν λόγον ἐροῦσι, τὸ δὲ ἀνάλογον τῇ ξηρᾷ καὶ ὑγρᾷ τροφῇ, τὸ προσαγορευόμενον ὑλικόν, ἀκούσονται καὶ περὶ τοῦδε παρ’ ῾Ιπποκράτους· “ἀρχὴ τροφῆς πνεύματος στόμα, ῥῖνες, βρόγχος, πνεύμων, καὶ ἡ ἄλλη διαπνοή.”
2.8.40. οὔκουν οὔτε τούτων τῶν λόγων ἰσχυρὸς οὐδεὶς οὔθ’ ὅταν ὁ Διογένης εἴπῃ “ὃ πρῶτον τροφῆς καὶ πνεύματος ἀρύεται, ἐν τούτῳ ὑπάρχει τὸ ἡγεμονικόν, ὃ δὲ πρῶτον τροφῆς καὶ πνεύματος ἀρύεται, ἡ καρδία.”
2.8.41. τὸ γὰρ πρῶτον ἐρωτήσομεν ὅπως λέγει. εἰ μὲν γὰρ ὡς ὄργανον πρῶτον, οὐδαμῶς ἡ καρδία τροφῆς καὶ πνεύματος ἀρύεται πρώτη, ἀλλὰ τροφῆς μὲν “στόμα, στόμαχος, κοιλίη”, πνεύματος δὲ “στόμα, ῥῖνες, βρόγχος, πνεύμων”·
2.8.42. εἰ δ’ ὡς ὅθεν ἡ ἀρχὴ τῆς κινήσεώς ἐστι τοῖς ἀρυομένοις, ἀληθὲς μὲν τὸ πρότερον λῆμμα, τοῦ δευτέρου δ’ ἀντιληψόμεθα φάσκοντες αὐτὸ τὸ ζητούμενον ἑτοίμως λαμβάνειν αὐτόν.
2.8.43. ἡμεῖς μὲν γὰρ ἀπὸ κεφαλῆς πεμφθήσεσθαι τὴν ἀρχὴν ὁμολογοῦμεν τῆς κινήσεως, ἐπειδὰν ἐσθίειν ἢ πίνειν ἢ ἀναπνεῖν βουλώμεθα. ὁ Διογένης δὲ τοῦτο λαβὼν χωρὶς ἀποδείξεως ἀμφισβήτησιν πεποίηκεν ἰδίαν. κατὰ τὸν αὐτὸν δὲ τρόπον καθ’ ἑαυτοῦ τοῖς λόγοις ἐχρήσατο.
2.8.44. “τό” φησι “κινοῦν τὸν ἄνθρωπον τὰς κατὰ προαίρεσιν κινήσεις ψυχική τίς ἐστιν ἀναθυμίασις, πᾶσα δὲ ἀναθυμίασις ἐκ τῆς τροφῆς ἀνάγεται, ὥστε τὸ κινοῦν πρῶτον τὰς κατὰ προαίρεσιν κινήσεις καὶ τὸ τρέφον ἡμᾶς ἀνάγκη ἓν καὶ ταὐτὸν εἶναι.”
2.8.45. ὅταν ταῦτα ὁ Διογένης γράφῃ περὶ μὲν τοῦ τὴν οὐσίαν εἶναι τῆς ψυχῆς ἀναθυμίασιν, εἴτ’ οὖν ἐκ τροφῆς εἴτ’ ἐκ πνεύματος, οὐδὲν ἔν γε τῷ παρόντι φήσομεν ἀμφισβητεῖν, ἵνα μὴ τὰ πάντα λυπῶμεν τὸν ἄνδρα, περὶ δὲ τοῦ ταὐτὸν εἶναι τὸ κινοῦν πρῶτον ἡμᾶς τὰς κατὰ προαίρεσιν κινήσεις καὶ τὸ τρέφον ἀντιληψόμεθα.
2.8.46. τοὐναντίον γὰρ ἅπαν ἐξ ὧν ὑπέθετο περαίνεσθαι φήσομεν, ἐξ αἵματος μὲν ὁμολογοῦντες * * *.
2.8.47. καὶ αὐτὸς ἐπιλανθανόμενος τῶν οἰκείων δογμάτων αἷμά φησιν εἶναι τὴν ψυχήν, ὡς ᾿Εμπεδοκλῆς καὶ Κριτίας ὑπέλαβον.
2.8.48. εἰ δέ γε ἕποιτο Κλεάνθει καὶ Χρυσίππῳ καὶ Ζήνωνι τρέφεσθαι μὲν ἐξ αἵματος φήσαντι τὴν ψυχήν, οὐσίαν δ’ αὐτῆς ὑπάρχειν τὸ πνεῦμα, πῶς ἔτι ταὐτὸν ἔσται τὸ τρέφον τε καὶ κινοῦν εἴπερ τρέφει μὲν τὸ αἷμα κινεῖ δὲ τὸ πνεῦμα;
2.8.49. ὥστε πρὸς τοῖς ἄλλοις ἀτόποις καὶ ἀπέραντός ἐστιν ὁ τοῦ Διογένους λόγος. ὃ γὰρ ἐπιφέρει τοῖς ὑποτεθεῖσι λήμμασιν, οὐκ ἐξ ἀνάγκης ἕπεται.
2.8.50. δειχθήσεται δὲ ἐπὶ πλέον ὑπὲρ αὐτοῦ διὰ τῶν ἑξῆς ὑπομνημάτων. ἐν μὲν γὰρ τῷ παρόντι δοκῶ μοι καιρὸν εἶναι καταπαύειν ἐνταῦθα τὸ βιβλίον.
2.8.51. ὑποσχόμενος γὰρ περὶ τῶν ἐναργῶς φαινομένων ὑπάρχειν τῇ καρδίᾳ τὸν λόγον ἐν τῷδε τῷ γράμματι ποιήσασθαι, τί ἂν ἔτι δεοίμην ἐφάπτεσθαι τοιούτων ἐπιχειρημάτων ὧν δόγματα μᾶλλον, οὐ τὸ φαινόμενον ἐκ τῆς ἀνατομῆς, ἡ ἀρχὴ τῆς συστάσεώς ἐστιν;
Книга вторая
2.1.1. Вознамерившись исследовать учения Гиппократа и Платона, я начал с первого по значению и показал, что все прочие, частные, вытекают из него. Я имею в виду учение об управляющих нами силах: сколько их, какова каждая из них и какое место в живом существе она занимает. Я считаю, что ничего так не следует остерегаться в споре, как утверждений, противоречащих очевидным фактам, а именно в это впадают те, кто утверждает, что ни одно бессловесное животное не испытывает желаний и не гневается, и те, кто говорит, что в сердце находится начало нервов.
2.1.2. Такие заявления имели дерзость делать те, кто из любви к спорам взялся опровергать все то, что было столь прекрасно изложено древними, и доказывать свое новое учение. Итак, я полностью опроверг эти заблуждения в первой книге, теперь же, перейдя к другому роду доводов, которые ими приводятся, я решил, насколько способен, ясно показать, в чем они заблуждаются.
2.2.1. Для большей ясности лучше в самом начале настоящего сочинения показать, каковы виды рассуждений, которыми пользуются те, кто дурно трактует ту или иную проблему.
2.2.2. Я утверждаю, что из тех логических посылок, на основании которых они делают умозаключение, одни являются совершенно ложными, а другие не соответствуют заявленному предмету исследования.
2.2.3. Совершенно ложными являются те посылки, о которых я много рассказывал в первой книге: положения о том, что ни одно из бессловесных животных не испытывает желаний и не сердится — а именно это утверждают стоики — или что нервы произросли из сердца. О том, каковы по природе посылки, не соответствующие заявленному предмету исследования, много говорилось в
Поделиться книгой в соц сетях:
Обратите внимание, что комментарий должен быть не короче 20 символов. Покажите уважение к себе и другим пользователям!