Джотто и ораторы. Cуждения итальянских гуманистов о живописи и открытие композиции - Майкл Баксандалл
Шрифт:
Интервал:
VIII. Мануил Хрисолора
Μανουὴλ Χρυσολωρᾶς Δημητρίῳ Χρυσολωρᾷ, ἀνδρῶν ἀρίστῳ καὶ περιφανεστάτῳ, χαίρειν. Ἆρα δύνασαι πιστεῦσαι περὶ ἔμοῦ, ὡς ἐγὼ τὴν πόλιν ταύτην περιϊών, κατὰ τοὺς ἐρωτολήπτους τούτους καὶ κωμαστὰς τοὺς ὀφθαλμοὺς ὧδε κἀκεῖσε περῑφέρω, καὶ τοὺς τὼν οἰκιῶν το ίχους εἰς ὕφος, καὶ τὰς ἐν αὐταῖς θυρίδας περιεργάζομαι, εἔ τί που τῶν καλῶν ἴδοιμι παρ' ἐκείναις; Τοῦτο γὰρ νέος μὲν ὤν, ὡς οἶσθα, οὐκ ἐποίουν, καὶ τοῖς ποιοῦσιν ἐμεμφόμην. Νῦν δὲ ὠμογέρων ἤδη γενόμενος, οὐκ οἶδ' ὅπως εἰς τοῦτο ἐξηνέχθην. Αἴνιγμά σοι δοκῶ λέγειν· ἄκουε δὲ τὴν λύσιν τοῦ αἰνίγματος καὶ τῆς ἀπορίας· ἐγὼ γὰρ οὐ ζώντων σωμάτων κάλλη ἐν ἐκείνοις ζητῶν τοῦτο ποιῶ, ἀλλὰ λίθων, καὶ μαρμάρων, καὶ ὁμοιωμάτων. Φαίης ἂν ἴσως τοῦτο εἶναι ἀτοπώτερον ἐκείνου, καὶ ἐμὲ δὲ πολλάκις τοῦτο λογίσασθαι ἐπῆλθε· τί δήποτε ἵππον μὲν ἢ κύνα ἢ λέοντα καθημέραν ζῶντα ὁρῶντες, οὐ πρὸς θαῦμα. ἐγειρόμεθα, οὐδὲ τοσοῦτον αὐτὰ ἀγάμεθα τοῦ κάλλους, οὔτε μὴν τὴν ὄφιν αὐτῶν περὶ πολλοῦ ποιούμεθα, οὐδὲ δένδρον, ἢ ἰχθύν, ἢ ἀλεκτρυόνα, ταυτὸ δὲ καὶ ἐπ' ἀνθρώπων, τινὰ δὲ αὐτῶν καὶ μυσαττόμεθα, ἵππου δὲ εἰκόνα ὁρῶντες, ἢ βοός, ἢ φυτοῶ τινος, ἢ ὄρνιθος, ἢ ἀνθρώπου, εἰ δὲ βούλει μυίας, ἢ σκώληκος, ἢ ἐμπίδος, ἢ τινὸς τῶν αἰσχρῶν τούτων, σφόδρα διατιθέμεθα ὁρῶντες τούτων τὰς εἐκόνας, περὶ πολλοῦ ποιούμεθα; Καίτοι οὐ ταῦτα δήπου ἀκριβέστερα ἐκείνων, ἅγε παρὰ τοσούτον ἐπαινεῖται, παρ' ὅσον ὁμοιότερα ἐκείνους φαίνεται. Ἀλλ' ὅμως ταῦτα μὲν καὶ τὰ τούτων κάλλη παρατρέχομεν παρόντα, ταῖς δὲ ἐκείνων εἰκόσιν ἐκπληττόμεθα· καὶ τὸ μὲν τοῦ ζῶντος ὄρνιθος ῥύγχος ὅπως εὐφυὴς κέκαμπται, ἢ τὴν ὁπλὴν τοῦ ζῶντος ἵππου οὐ πολυπραγμονοῦμεν· τὴν δὲ χαίτης τοῦ χαλκοῦ λέοντος, εἰ καλῶς ἥπλωται, ἢ τὰ φύλλα τοῦ λιθίνου δένδρου, εἰ τὰς ἶνας παρεμφαίνει, ἢ τὴν τοῦ ἀνδριάντος κνήμην, εἰ τὰ νεῦρα καὶ τὰς φλέβας ὑποδείκνυσιν ἐπὶ τοῦ λίθου, τοῦτο τοὺς ἀνθρώπους τέρπει, καὶ πολλοὶ πολλοὺς ἂν ἵππους ζῶντας καὶ ἀκεραίους ἀσμένως ἔδωκαν, ὥστε ἕνα λίθινον τὸν Φειδίου ἢ τὸν Πραξιτέλους, καὶ τοῦτον εἰ τύχοι διερρωγότα καὶ λελωβημένον ἔχειν. Καὶ τὰ μὲν τῶν ἀγαλμάτων καὶ ζωγραφιῶν κάλλη οὐκ αἰσχρὸν θεᾶσθαι, μᾶλλον δὲ καὶ εὐγένειάν τινα τῆς θαυμασούσης ταῦτα διανοίας ὑποφαίνει· τὰ δὲ τῶν γυναικῶν κάλλη ἀκόλαστον καὶ αἰσχρόν. Τί δὴ τούτου τὸ αἴτιον; Ὅτι οὐ σωμάτων κάλλη θαυμάζομεν ἐν τούτοις, ἀλλὰ νοῦ κάλλος τοῦ πεποιηκότος. Ὅτι καθάπερ κηρὸς καλῶς διαπλασθεὶς ὅν ἔλαβε διὰ τῶν ὀμμάτων ἐπὶ τοῦ φανταστικοῦ τῆς ψυχῆς τύπον ἀποδέδωκεν ἐπὶ τοῦ λίθου, ἢ τοῦ ξύλου, ἢ τοῦ χαλκοῦ, ἢ τῶν χρωμάτων· καὶ ὥσπερ ἡ ἑκάστου ψυχὴ τὸ αὐτῆς σῶμα οὐκ ὀλίγας μαλακότητας ἔχον διατίθησιν, ὥστε τὴν αὐτης διάθεσιν, λύπην, ἢ χαράν, ἢ θυμὸν ἐν αὐτῷ ὁρᾶσθαι· οὕτω τὴν τοῦ λίθου φύσιν οὕτως ἀντίτυπον καὶ σκληράν, ἢ τοῦ χαλκοῦ ἢ τῶν χρωμάτων τὴν τῶν ἀλλοτρίων τε, καὶ ἔξω διὰ τῆς ὁμοιότητος καὶ τέχνης διατίθησιν, ὥστε ἐν τούτοις τὰ πάθη τῆς ψυχῆς ὁρᾶσθαι. Καὶ ὅ πλέον οὐ γελῶν αὐτός, αλλ' οὐδὲ χαίρων ὅλως ἴσως, οὐδὲ ὀργιζόμενος, οὐδὲ πενθῶν, οὐδὲ διατιθέμενος, ἢ καὶ κατὰ τὰ ἐναντία τούτοις διατιθέμενος, ταῦτα ἐν ταῖς ὕλαις ἀπομάττει. Τοῦτό ἐστι τοίνυν, ὅπερ ἀγάμεθα ἐν τούτοις, ἐπεὶ καὶ ἐν ἐκείνοις τοῖς φυσικοῖς λέγω, εἴ τις τὸν διαπλάσαντα, καὶ καθημέραν διαπλάττοντα, καὶ αὐτὰ δὲ τὰ τῶν πραγμάτων εἴδη παραγαγόντα νοῦν, καὶ τὸ ἐκείνων κάλλος, ὅθεν τὰ τοιαῦτα κάλλη προήχθη, θεωροῖ, εἰς ὑπερβολὴν ἄγαται. Καὶ τοῦτο ἀληθῶς ἐστι τὸ φιλοσοφεῖν, καὶ ἡ τοιαύτη θεωρία, καὶ ὁ τοιοῦτος ἔρως, πρὸς τῷ σεμνὸς καὶ σώφρων εἶναι ἐπέκεινά ἐστι πάσης ἡδονῆς. Ἀναγκαζόμεθα δὲ ἀπὸ τῆς τούτων ὄψεως, καὶ ὥσπερ τῶν ὁμοιωμάτων τούτων, οὕτω πολλῷ μᾶλλον τῶν φυσικῶν, οὕτω καλῶν καὶ κατὰ λόγον ὄντων, νοῦν ἀποδιδόναι δημιουργόν. Καὶ εἰ ἐν τούτοις ἡ εὐγένεια τοῦ πεποιηκότος αὐτὰ φαίνεται, καὶ ταῦτα ἀλλοτρίοις παραδείγμασι, καὶ ἀλλοτρίᾳ, καὶ προϋπαρχούσῃ ὕλῃ κεχρημένου, πόσῳ μᾶλλον ἡ εὐγένεια τοῦ νοῦ ἐκείνου διαδείκνυται, οὐ καὶ αὐτὴν τὴν ὕλην καὶ τὰ εἴδη παράγοντος, καὶ αὐτὸν δὲ τὸν ἡμέτερον νοῦν, ὥστε τὰ τῶν πραγμάτων εἴδη ἀπομάττεσθαι, καὶ τὰ τοιαῦτα ποιεῖν ἔξω δύνασθαι πεποιηκότος; Ἀλλὰ ταῦτα τί ἂν πρὸς σὲ λέγοιμι, βέλτιον ἐμοῦ εἰδότα; Ὅ δὲ ἔλεγον, τὸ μὲν ἐν ἡμῖν θεωρητικὸν διὰ τοιούτων καὶ πολλῶν ἄλλων θειοτέρων ἡ πόλις αὕτη κινεῖν δύναται. Τὸ δέ γε ἠθικὸν ὁρῶσιν, ὅτι ἡ περὶ τὰ ἔξω ταῦτα
Поделиться книгой в соц сетях:
Обратите внимание, что комментарий должен быть не короче 20 символов. Покажите уважение к себе и другим пользователям!