τὸ ὑφ’ ἁγίων ἀνδρῶν τοὺς θεσμοὺς ἡμῖν παραδοθῆναι· τοῦτο δὲ τοιοῦτόν ἐστιν. Ἐάν τις, πάθει ἀκαθαρσίας ποτὲ κρατηθείς, ἐκπέσῃ πρὸς δυοῖν ἀδελφῶν ἄθεσμον κοινωνίαν, μήτε γάμον ἡγεῖσθαι τοῦτο, μήθ’ ὅλως εἰς ἐκκλησίας πλήρωμα παραδέχεσθαι πρότερον ἢ διαλῦσαι αὐτοὺς ἀπ’ ἀλλήλων· ὥστε, εἰ καὶ μηδὲν ἕτερον εἰπεῖν ἦν, ἐξήρκει τὸ ἔθος πρὸς τὴν τοῦ κακοῦ φυλακήν. Ἐπεὶ δὲ ὁ τὴν ἐπιστολὴν γράψας, ἐπιχειρήματι κιβδήλῳ κακὸν τοσοῦτον ἐπειράθη τῷ βίῳ ἐπαγαγεῖν, ἀνάγκη μηδὲ ἡμᾶς τῆς ἐκ τῶν λογισμῶν βοηθείας ὑφέσθαι, καίτοι γε ἐπὶ τῶν σφόδρα ἐναργῶν μείζων ἐστὶ τοῦ λόγου ἡ παρ’ ἑκάστῳ πρόληψις. Γέγραπται, φησίν, ἐν τῷ Λευϊτικῷ· Γυναῖκα ἐπ’ ἀδελφῇ αὐτῆς οὐ λήψῃ ἀντίζηλον, ἀποκαλύψαι τὴν ἀσχημοσύνην αὐτῆς ἐπ’ αὐτῇ, ἔτι ζώσης αὐτῆς. Δῆλον οὖν ἐκ τούτου εἶναί φησιν, ὅτι συγχωρεῖται λαμβάνειν τελευτησάσης. Πρὸς δὴ τοῦτο, πρῶτον μὲν ἐκεῖνο ἐρῶ ὅτι, ὅσα ὁ νόμος λέγει, τοῖς ἐν τῷ νόμῳ λαλεῖ, ἐπεὶ οὕτω γε καὶ περιτομῇ καὶ σαββάτῳ καὶ ἀποχῇ βρωμάτων ὑποκεισόμεθα. Οὐ γὰρ δή, ἐὰν μέν τι εὕρωμεν συντρέχον ἡμῶν ταῖς ἡδοναῖς, τῷ ζυγῷ τῆς δουλείας τοῦ νόμου ἑαυτοὺς ὑποθήσομεν, ἐὰν δέ τι φανῇ βαρὺ τῶν νομίμων, τότε πρὸς τὴν ἐν Χριστῷ ἐλευθερίαν ἀποδραμούμεθα. Ἠρωτήθημεν, εἰ γέγραπται λαμβάνειν γυναῖκα ἐπ’ ἀδελφῇ. Εἴπομεν, ὅπερ ἀσφαλὲς ἡμῖν καὶ ἀληθές, ὀτι οὐ γέγραπται. Τὸ δὲ ἐκ τῆς ἀκολούθου ἐπιφορᾶς τὸ σιωπηθὲν συλλογίζεσθαι νομοθετοῦντός ἐστιν, οὐ τὰ τοῦ νόμου λέγοντος· ἐπεὶ οὕτω γε ἐξέσται τῷ βουλομένῳ κατατολμῆσαι καὶ ἔτι ζώσης τῆς γυναικὸς λαμβάνειν τὴν ἀδελφήν, τὸ γὰρ αὐτὸ τοῦτο σόφισμα καὶ ἐπ᾽ ἐκείνου ἁρμόζει. Γέγραπται γάρ, φησίν· Οὐ λήψῃ ἀντίζηλον, ὡς τήν γε ἔξω τοῦ ζήλου λαβεῖν οὐκ ἐκώλυσεν. Ὁ δὴ συνηγορῶν τῷ πάθει, ἀζηλότυπον εἶναι διοριεῖται τὸ ἦθος τῶν ἀδελφῶν. Ἀνῃρημένης οὖν τῆς αἰτίας, δι ἣν ἀπηγόρευσε τὴν ἁμφοτέρων συνοίκησιν, τί τό κωλύον ἔσται λαμβάνειν τὰς ἀδελφάς; Ἀλλ’ οὐ γέγραπται ταῦτα, φήσομεν, ἀλλ’ οὐδὲ ἐκεῖνα ὥρισται, ἡ δὲ ἔννοια τοῦ ἀκολούθου ὁμοίως ἁμφοτέροις τὴν ἄδειαν δίδωσιν. Ἔδει δὲ μικρὸν ἐπὶ τὰ κατόπιν τῆς νομοθεσίας ἐπαναδραμόντα, ἀπηλλάχθαι πραγμάτων. Ἔοικε γὰρ οὐ πᾶν εἶδος ἁμαρτημάτων περιλαμβάνειν ὁ νομοθέτης, ἀλλ’ ἰδίως ἀπαγορεύειν τὰ τῶν Αἰγυπτίων, ὅθεν ἀπῇρεν ὁ Ἰσραήλ, καὶ τὰ τῶν Χαναναίων, πρὸς οὕς μεθίστατο. Ἔχει γὰρ οὕτως ἡ λέξις· Κατὰ τὰ ἐπιτηδεύματα τῆς Αἰγύπτου, ἐν ᾗ παρῳκήσατε ἐπ᾽ αὐτῆς, οὐ ποιήσετε, καὶ τῶν τὰ ἐπιτηδεύματα τῆς Χαναάν, εἰς ἣν ἐγὼ εἰσάξω ὑμᾶς ἐκεῖ, οὐ ποιήσετε καὶ ἐν τοῖς νομίμοις αὐτῶν οὐ πορεύσεσθε. Ὥστε τοῦτο εἰκός που τὸ εἶδος τῆς ἁμαρτίας μὴ ἐμπολιτεύεσθαι τότε παρὰ τοῖς ἔθνεσι, διό, μηδὲ τῆς ἐπ’ αὐτῷ φυλακῆς προσδεηθῆναι τὸν νομοθέτην, ἀλλ’ ἀρκεσθῆναι τῷ ἀδιδάκτῳ ἔθει, πρὸς τὴν τοῦ μίσους διαβολήν. Πῶς οὖν, τό μεῖζον ἀπαγορεύσας, τὸ ἔλαττον ἐσιώπησεν; Ὅτι ἐδόκει πολλοὺς τῶν φιλοσάρκων, πρὸς τὸ ζώσαις ἀδελφαῖς συνοικεῖν, τὸ ὑπόδειγμα βλάπτειν τοῦ πατριάρχου. Ἡμᾶς δὲ τί χρή ποιεῖν; τὰ γεγραμμένα λέγειν ἢ τὰ σιωπηθέντα περιεργάζεσθαι; Αὐτίκα τὸ μὴ δεῖν μιᾷ ἐταίρᾳ κεχρῆσθαι πατέρα καὶ υἱόν, ἐν μὲν τοῖς νόμοις τούτοις οὐ γέγραπται, παρὰ δὲ τῷ Προφήτῃ μεγίστης κατηγορίας ἠξίωτι Υἱὸς γάρ, φησί, καὶ πατὴρ πρὸς τὴν αὐτὴν παιδίσκην εἰσεπορεύοντο. Πόσα δὲ εἴδη ἄλλα τῶν ἀκαθάρτων παθῶν, τὸ μὲν τῶν δαιμόνων διδασκαλεῖον ἐξεῦρεν, ἡ δὲ θεία Γραφὴ ἀπεσιώπησε, τὸ σεμνὸν ἑαυτῆς ταῖς τῶν αἰσχρῶν ὀνομασίαις καταρρυπαίνειν οὐχ αἱρουμένη, ἀλλὰ γενικοὶς ὀνόμασι τὰς ἀκαθαρσίας διέβαλεν, ὡς καὶ ὁ ἄπόστολος Παῦλός φησι· Πορνεία δὲ καὶ ἀκαθαρσία πᾶσα μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις, τῷ τῆς ἀκαθαρσίας ὀνόματι τάς τε τῶν ἀῤῥένων ἀῤῥητοποιΐας καὶ τὰς τῶν θηλειῶν περιλαμβάνων· ὥστε οὐ πάντως ἡ σιωπὴ ἄδειαν φέρει τοῖς φιληδόνοις. Ἐγὼ δὲ οὐδὲ σεσιωπῆσθαι τὸ μέρος τοῦτο φημί, ἀλλὰ καὶ πάνυ σφοδρῶς ἀπηγορευκέναι τὸν νομοθέτην, τὸ γάρ· Οὐκ εἰσελεύσῃ πρὸς πάντα οἰκεῖον σαρκός σου ἀποκαλύψαι ἀσχημοσύνην αὐτῶν, ἐμπεριεκτικόν ἐστι καὶ τούτου τοῦ εἴδους τῆς οἰκειότητος. Τί γὰρ ἂν γένοιτο οἰκειότερον ἀνδρὶ τῆς ἑαυτοῦ γυναικός, μᾶλλον ὁ τῆς ἑαυτοῦ σαρκός; Οὐ γὰρ ἔτι εἰσὶ δύο, ἀλλὰ σὰρξ μία, ὥστε διὰ τῆς γυναικὸς ἡ ἀδελφὴ πρὸς τὴν τοῦ ἀνδρὸς οἰκειότητα μεταβαίνει. Ὡς γὰρ μητέρα γυναικὸς οὐ λήψεται, οὐδὲ θυγατέρα τῆς γυναικός, διότι μηδὲ ἀδελφὴν ἐαυτοῦ. Καὶ τὸ ἀνάπαλιν, οὐδὲ τῇ γυναικί ἐξέσται τοῖς οἰκείοις τοῦ ἀνδρὸς συνοικεῖν, κοινὰ γὰρ ἐπ’ ἀμφοτέρων τῆς συγγενείας τὰ δικαια. Ἐγὼ δὲ παντὶ τῷ περὶ γάμου βουλευομένῳ διαμαρτύρομαι, ὅτι παράγει τὸ σχῆμα τοῦ κόσμου τούτου καὶ ὁ καιρὸς συνεσταλμένος ἐστίν, ἵνα καὶ οί ἔχοντες ὦσιν. Ἐὰν δέ μοι παραναγινώσκῃ τό· Αὐξάνεσθε καὶ πληθύνεσθε, καταγελῶ τοῦ τῶν νομοθεσιῶν τοὺς καιροὺς μὴ διακρίνοντος. Πορνείας παραμυθία ὁ δεύτερος γάμος, οὐχὶ ἐφόδιον εἰς ἀσέλγειαν. Εἰ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν, φησίν, οὐχὶ δὲ καὶ γαμοῦντες παρανομείτωσαν. Οἱ δέ, οὐδὲ πρὸς τὴν φύσιν ἀποβλέπουσιν, οἱ τὴν ψυχὴν λημῶντες τῷ πάθει τῆς ἀτιμίας, πάλαι διακρίνασαν τὰς τοῦ γένους προσηγορίας. Ἐκ ποίας γὰρ συγγενείας τοὺς γεννηθέντας προσαγορεύσουσιν; Ἀδελφοὺς αὐτοὺς ἀλλήλων ἢ ἀνεψιοὺς προσεροῦσιν; ἀμφότερα γὰρ αὐτοῖς προσαρμόσει διὰ τὴν σύγχυσιν. Μὴ ποιήσῃς, ὦ ἄνθρωπε, τὴν θείαν μητρυιὰν τῶν νηπίων, μηδὲ τὴν ἐν μητρὸς τάξει περιθάλπειν ὀφείλουσαν, ταύτην ἐφοπλίσῃς ταῖς ἀμειλίκτοις ζηλοτυπίαις, μόνον γὰρ τὸ μῖσος τῶν μητρυιῶν καὶ μετὰ θάνατον ἐλαύνει τὴν ἔχθραν. Μᾶλλον δὲ οἱ μὲν ἄλλως πολέμιοι τοῖς τεθνηκόσι σπένδονται, αἱ δὲ μητρυιαὶ τοῦ μίσους μετὰ τὸν θάνατον ἄρχονται. Κεφάλαιον δὲ τῶν εἰρημένων, εἶμεν νομῳ τις ὁρμᾶται πρὸς τὸν γάμον, ἤνοικται πᾶσα ἡ οἰκουμένη, εἰ δὲ ἐμπαθὴς αὐτῷ ἡ σπουδὴ, διὰ τοῦτο καὶ πλέον ἀποκλεισθήτω, ἵνα μάθῃ τὸ ἐαυτοῦ σκεῦος κτᾶσθαι ἐν ἁγιασμῷ καὶ τιμῇ, μὴ ἐν πάθει ἐπιθυμίας. Πλείονά με λέγειν ὡρμημένον, τὸ μέτρον ἐπέχει τῆς ἐπιστολῆς. Εὔχομαι δὲ ἢ τὴν παραίνεσιν ἡμῶν ἰσχυροτέραν τοῦ πάθους ἀποδειχθῆναι ἢ μὴ ἐπιδημῆσαι τῇ ἡμετέρᾳ τὸ ἄγος τοῦτο, ἀλλ᾽ ἐν οἷς ἐτολμήθη τόποις ἐναπομεῖναι.
Перевод
И так первое, и притом в делах сего рода весьма важное, что имеем предложить, есть соблюдаемый у нас обычай, имеющий силу закона, потому что сии постановления преданы нам от святых мужей. Обычай же таков: аще кто, будучи одержим страстью нечистоты, впадет в безчинное совокупление с двумя сестрами: то и браком сие не почитается, и в церковное собрание таковые приемлются не прежде, как по разлучении друг от друга. Посему, аще бы и не можно было рещи ничего другого, довольно было бы и сего обычая для преграды злу. Но поелику писавший письмо покушался, ложным доводом, ввести в образ жизни толикое зло: то нужно и нам приять в помощь рассуждение, хотя в предметах весьма ясных у всякого сильнее рассуждения
Обратите внимание, что комментарий должен быть не короче 20 символов. Покажите уважение к себе и другим пользователям!