📚 Hub Books: Онлайн-чтение книгРазная литератураСочинения. Том 2 - Гален Клавдий

Сочинения. Том 2 - Гален Клавдий

Шрифт:

-
+

Интервал:

-
+
1 ... 63 64 65 66 67 68 69 70 71 ... 216
Перейти на страницу:
ὁµοιοµερῶν καὶ ἁπλῶν σωµάτων διαθέσεις ποιότητα, κατὰ δὲ τὰς τῶν ὀργανικῶν, εἰ µὲν εἴη κατὰ µέγεθος ἡ ἀµετρία τοῦ νοσήµατος, ἕτερον ἐναντίον µέγεθος· εἰ δὲ κατὰ διάπλασιν, ἑτέραν ἐναντίαν διάπλασιν· οὕτω καὶ εἰ κατὰ θέσιν ἢ ἀριθµόν. ἐπὶ πάντων οὖν ἡ εἰς τὸ σύµµετρον ἐπάνοδος ἐκ τῆς ἀµετρίας ὑπὸ τῆς ἐναντίας ἀµετρίας ἔσται. χρὴ γὰρ οἷον ὁδόν τινα βαδίσαι τὸ παρὰ φύσιν ἔχον ἐν τῷ πρὸς τὴν φύσιν ἐπανέρχεσθαι, τὴν αὐτὴν µὲν, ἀλλ’ ἔµπαλιν ὁδοιπορῆσαν. εἰ δ’ ἔµπαλιν ἔρχεσθαι µέλλοι, διὰ τῶν ἐναντίων ἀφίξεται τῇ παρούσῃ διαθέσει. καὶ οὗτος ἂν εἴη κοινότατός τε καὶ γενικώτατος σκοπὸς ἁπάσης τῆς ἰάσεως τῶν νοσηµάτων, τὸ ἐναντίον, ὥς που καὶ πρὸς ῾Ιπποκράτους εἴρηται, τὰ ἐναντία τῶν ἐναντίων ἰάµατα. κατὰ µέρος δὲ τὰ κατὰ µέρος ἐναντία, τῷ µὲν θερµῷ νοσήµατι τὸ ψυχρὸν, τῷ δὲ ψυχρῷ τὸ θερµόν. ὡσαύτως δὲ καὶ τῷ µὲν ξηρῷ τὸ ὑγραῖνον, τῷ δὲ ὑγρῷ τὸ ξηραῖνον. οὕτω µὲν ἐπὶ τῶν ὁµοιοµερῶν. ἐπὶ δὲ τῶν ὀργανικῶν, καθ’ ἕκαστον τῶν εἰρηµένων αὐτοῖς γενῶν τεττάρων, τῆς νοσώδους ἀµετρίας τὴν ἐναντίαν χρὴ ἀντεισάγειν, ἄχρις ἂν ἐπὶ τὸ σύµµετρον καὶ κατὰ φύσιν ἔλθωµεν. οἷον εἰ ἐπετράφη τινὶ ἕλκει σὰρξ πλείων τοῦ κατὰ φύσιν, οὐ τὸ σαρκοῦν, οὐδὲ τὸ ἀνατρέφον, ἀλλὰ τὸ καθαιροῦν τε, καὶ ἀφαιροῦν, καὶ διαβιβρῶσκον, καὶ διαφθεῖρον ἁρµόττει προσφέρειν· ὥσπερ, εἰ καὶ κοῖλον ἕλκος ἔν τινι γένοιτο µέρει, σαρκωτικὸν προσφέρειν ἐκείνῳ. ἑκατέρου δ’ εἰς τοσοῦτον ἡ χρῆσις, ὡς παύσασθαι τό τε πρῶτον, ὅταν εἰς τὸ σύµµετρον ἀφίκηται, πρὶν ὑπερβῆναι πρὸς τὸ ἐναντίον. καὶ γὰρ τὸ ὑπερσαρκοῦν καθαιρῶν, εἰ µὴ σταίης ἐν τῷ συµµέτρῳ, κοῖλον ἀποδείξεις τὸ µέρος· ἀνατρέφων τε τὸ κοῖλον εἰ µὴ σταίης, κᾀνταῦθα παύσαιο κατὰ τὸ σύµµετρον, ὑπερσαρκοῦν ἐργάσῃ. κατὰ µὲν δὴ τὸ γένος τοῦτο τῶν νοσηµάτων, ἐν ᾧ τὰ µόρια πρὸς τὸ µεῖζόν τε καὶ τοὔλαττον ἐκτρέπεται, τὴν ἐπανόρθωσιν, ὡς εἴρηται, διὰ τῶν ἐναντίων ἐστὶ ποιητέον. καθ’ ἕτερον δὲ γένος, ἐν ᾧ τῆς διαπλάσεως ἐξίσταται τῆς κατὰ φύσιν, ἐπειδὴ πλείους εἰσὶν αἱ κατὰ µέρος διαφοραὶ, καθ’ ἑκάστην αὐτῶν ἐξευρίσκειν τὸ ἐναντίον. οἷον εἴ τι µόριον ἑαυτοῦ κυρτότερον ἐγένετο, πρὸς τοὐναντίον ἀπάγειν αὐτὸ θλίβοντα καὶ ὠθοῦντα. τὰ δ’ εἴσω θλιβέντα καὶ οἱονεὶ σιµωθέντα πρὸς τὸ ἐκτὸς ἐπανάγειν, ὥσπερ τὴν ῥῖνα. τὰ δ’ ἀντὶ τραχέων λεῖα γενόµενα τραχύνειν, ὥσπερ γε καὶ ὅσα τραχέα λειαίνειν. οὕτω δὲ καὶ ὅσα τὰς κοιλότητας, ἢ τοὺς πόρους, ἢ ὅλως τὰς διατρή σεις ἤτοι µείζους, ἢ ἐλάττους ἔσχεν, ἢ κενωτέρας τοῦ δέοντος, ἢ µεστοτέρας, ἢ συµπεφραγµένας ὑπὸ παχέων τε καὶ γλίσχρων ὑγρῶν, καὶ ταῦτα πρὸς τοὐναντίον ἀπάγειν, µέχρις ἂν ἐπὶ τὸ σύµµετρον ἀφίκηται. καὶ µὲν δὴ καὶ ὅσα κατὰ τὴν θέσιν ἐξέστη τοῦ κατὰ φύσιν, ἐπανάγειν αὐτὰ πρὸς τὴν ἐξ ἀρχῆς φύσιν, ἔµπαλιν ἀπάγοντα· τὸ µὲν εἰς τὸ πρόσω χωρῆσαν ὀπίσω, τὸ δ’ εἰς τὴν ὀπίσω χώραν µεταστὰν ἀνθέλκοντα πρόσω. καὶ κατὰ τὰς ἄλλας ἀντιθέσεις δύο, τήν τε ἄνω καὶ τὴν κάτω, καὶ τὴν ἔνθα καὶ ἔνθα, κατὰ τὸν αὐτὸν τρόπον. εἰ δὲ, τοῦ κατὰ φύσιν ἀριθµοῦ τῶν µορίων διαφθαρέντος, εἰς νόσον ἐµπίπτει τὸ σύµπαν ὄργανον, εἰδέναι µὲν δήπου κᾀνταῦθα χρὴ, τὸ µὲν ὑπερβολὴν εἶναι τοῦ ποσοῦ, τὸ δὲ ἔλλειψιν, ὡς κᾀν τῇ κατὰ µέγεθος ἐξαλλαγῇ πρόσθεν εἴρηται, τὴν δ’ ἴασιν, ὥσπερ ἐπ’ ἐκείνης, ἐν ἀφαιρέσει τε καὶ προσθέσει γίνεσθαι. διαφέρει δὲ τοσοῦτον, ὅτι µόρια µὲν ὁλόκληρα κατὰ τοῦτο τὸ γένος, ἐν ἐκείνῳ δὲ µέρη µορίων ἀφαιρεῖν τε καὶ προστιθέναι προσήκει.

13. Σκεπτέον δ’ οὐκ ἐπὶ τούτου τοῦ γένους µόνον, ἀλλὰ κᾀπὶ τῶν ἄλλων ἁπάντων ὧν δύναµις ἡµῖν ἐστιν ἐξεργάσασθαι τὴν ἔνδειξιν. ἡ γὰρ τοῦ νοσήµατος ἰδέα τὸν τρόπον ἐνδείκνυται µόνον τῆς ἐπανορθώσεως, εἰ δὲ ἀδύνατός ἐστιν ἢ δυνατὸς, οὐκ ἔτι συνενδείκνυται. λαµβάνεται γὰρ ἐν ἁπάσαις ταῖς ποιητι-καῖς τέχναις τὸ τοιοῦτον, οὐκ ἐκ τῆς ἐννοίας τῶν γενησοµένων πραγµάτων, ἀλλ’ ἐκ τῆς δυνάµεώς τε καὶ ἀδυναµίας τοῦ δηµιουργοῦντος αἰτίου, καὶ προσέτι τῆς κατὰ τὴν ὕλην εὐπορίας τε καὶ ἀπορίας. τὰ γοῦν αὐτὰ πράγµατα τοῖς µὲν ἀδύνατα, τοῖς δὲ δυνατὰ καθίσταται, καὶ καθ’ ἕτερον µὲν καιρὸν ἀδύνατα, καθ’ ἕτερον δὲ δυνατά. αἴτιον γοῦν ἐστι τῶν περὶ τὸ σῶµα γινοµένων ἐπ’ ἀγαθῷ φύσις τε καὶ ἰατρός. ἀλλὰ τινὰ µὲν τῇ φύσει, τινὰ δὲ τοῖς ἰατροῖς ἐστιν ἀδύνατα. τῇ φύσει µὲν ὀστοῦν κατεαγὸς, ὡς παραλλάττειν αὐτοῦ τὰ µόρια καὶ διεστρέφθαι τὸ κῶλον, ἀδύνατον ὀρθῶσαι καὶ διαπλάσαι, τῷ δὲ ἰατρῷ δυνατόν. οὕτω δὲ καὶ τὸ παραρθρῆσαν ἰατρῷ µὲν ἐµβαλεῖν δυνατὸν, ἀδύνατον δὲ τῇ φύσει. τὸ κοῖλον δ’ ἕλκος σαρκῶσαι, τῇ φύσει µέν ἐστι δυνατὸν, ἀδύνατον δ’ ἰατρῷ, καθάπερ γε καὶ τὸ πέψαι τι τῶν ἡµιπέπτων τε καὶ ἀπέπτων. ἀλλὰ καὶ εἰς ταῦθ’ ὑπηρετεῖ τε καὶ συµπράττει τῇ φύσει ὁ ἰατρὸς, καθαρὸν µὲν ἐργαζόµενος τὸ ἕλκος ἐπιθέσει φαρµάκου καθαίροντος, ἐπιφέρων δὲ τὰ συµµέτρως θάλποντα τοῖς πεφθῆναι δεοµένοις. πολλὰ δὲ καὶ αὐτῇ τῇ φύσει τῶν ἔµπροσθεν ὑπ’ αὐτῆς ἀπεργασθέντων ἀδύνατον αὖθις ποιῆσαι, καθάπερ φλέβα, καὶ ἀρτηρίαν, καὶ σύνδεσµον, καὶ νεῦρον, ὅσα τ’ ἄλλα τοιαῦτα. τῆς οὖν θεραπευτικῆς µεθόδου πρῶτον µὲν ἐξευρεῖν, ὥσπερ εἴρηται, τὸν κοινὸν ἁπάντων σκοπὸν, ὅτι τὰ ἐναντία τῶν ἐναντίων ἐστὶν ἰάµατα· δεύτερον δὲ, καθ’ ἕκαστον γένος ὑποτάξαι τἀναντία· τρίτον ἐπὶ τούτοις, σκέψασθαι, πότε µέν ἐστι δυνατὸν ἡµῖν ἢ τῇ φύσει τῷ κατὰ τὴν ἔνδειξιν ὑπηρετῆσαι σκοπῷ, πότε δὲ ἤτοι παντάπασιν ἀδύνατον, ἢ κατὰ χρόνον ἀδύνατον, ἢ ἐκ µέρους ἀδύνατον. καὶ εἴη ἂν οὐκ ἐλαχίστη µοῖρα τῆς φυσικῆς θεωρίας, ἐν ᾗ γε χρὴ γεγυµνάσθαι τὸν ἐξευρήσοντα τὸ δυνατόν τε καὶ ἀδύνατον ἐν ἑκάστῳ τῶν ἐσοµένων. αἱ πραγµατεῖαι δέ εἰσιν αἱ τοῦτο διδάσκουσαι δύο, ἥ τε περὶ ζωογονίας ὀνοµαζοµένη, καθ’ ἣν, ὅπως ἐκ σπέρµατός τε καὶ καταµηνίου τὴν γένεσιν ἔχει τὸ κυούµενον, ἐπισκεπτόµεθα, καὶ ἡ λοιπὴ περὶ τῶν φυσικῶν δυνάµεων. ἐν µὲν γὰρ τῷ περὶ τῆς φύσεως τοῦ σπέρµατος ἐπισκέψαι φανεῖταί σοι πάντως, ὑποβαλόντι τὴν σκέψιν ἀποδεικτικῇ µεθόδῳ, ταῦθ’, ἅπερ ἡµῖν ἀπεδείχθη, τὸ γεννᾶσθαι τὰ πλεῖστα τῶν ἐν τῷ κυουµένῳ µόρια, τῆς διαπλαττούσης αὐτὰ δυνάµεως ὕλῃ χρωµένης αὐτῇ τῇ τοῦ σπέρµατος οὐσίᾳ. καὶ εἴπερ τοῦτ’ ἐξεύροις, οὐκ ἂν ἔτι θαυµάσαις, εἰ µηδὲν τῶν τοιούτων ἡ φύσις ὕστερόν ποτε δύναται δηµιουργεῖν. ἐν δὲ τῷ περὶ φυσικῶν δυνάµεων ἐπισκοπεῖσθαι τὴν περὶ τῶν γεγενηµένων διοίκησιν, ὡς κᾀντεῦθεν εὐπορῆσαί σε τῆς εὑρέσεως, ὧν δυνατόν ἐστι τῇ φύσει ποιεῖν, αὐτῇ τε κατὰ µόνας, ὑπηρετουµένῃ τε πρὸς τῶν ἰατρῶν, ὧν τ’ ἀδύνατον. ἐν ἐκείνῳ τῷ τόπῳ, καθ’ ὃν ἐπισκεπτόµεθα περὶ τῆς τῶν δηµιουργικῶν αἰτιῶν δυνάµεως καὶ τῆς τῶν ἀποτελουµένων οὐσίας, ἐξευρήσεις

1 ... 63 64 65 66 67 68 69 70 71 ... 216
Перейти на страницу:

Комментарии

Обратите внимание, что комментарий должен быть не короче 20 символов. Покажите уважение к себе и другим пользователям!

Никто еще не прокомментировал. Хотите быть первым, кто выскажется?