Сочинения. Том 2 - Гален Клавдий
Шрифт:
Интервал:
19. ᾿Επειδὴ καὶ τοὺς ἀπαλλαγέντας νοσηµάτων εἰς εὐρωστίαν ὑγιεινὴν ἄγεσθαι προσήκει, καὶ τοὺς ὑποσυ ροµένους εἰς τὰ νοσήµατα προφυλάττεσθαι τὰς νόσους, ἔτι τε τοὺς ἀµέµπτως ὑγιαίνοντας ἐν τούτῳ φυλάττεσθαι, καὶ τρία ταῦτα ὑπόλοιπα µέρη τῆς τέχνης ἐστὶ, διὰ βραχυτάτων εἰπεῖν τι καὶ περὶ τῆς τούτων συστάσεως. ἐπεὶ τοίνυν εἴρηται καὶ πρόσθεν, ὡς ἔστι τρία τὰ σύµπαντα γένη τῶν παρὰ φύσιν, αἰτίαι τε, καὶ διαθέσεις, καὶ συµπτώµατα, τὸ προφυλακτικὸν κᾂν εἴη µέρος τῆς τέχνης, ὃ δὴ καὶ καλοῦσιν ἰδίως προφυλακτικὸν ἐν τῷ πρώτῳ γένει συνιστάµενον. ὅταν γὰρ ἤτοι πλῆθός τι χυµῶν, ἢ φαυλότης, ἢ ἔµφραξις, ἢ φθαρτικὴ δύναµις ἐγγίνηται τῷ σώµατι, κίνδυνός ἐστιν ὅσον οὔπω νοσῆσαι τὸν ἄνθρωπον, ποτὲ δὲ καὶ ἐσχάτως κινδυνεῦσαι. δυσδιάγνωστοι δὲ τοιαῦται αἰτίαι ἅτε οὐ λυποῦσαι τὸν ἄνθρωπον. ὥσπερ γε ἀµέλει καὶ ὁ τοῦ λυττῶντος κυνὸς ἰὸς, οὗ σηµεῖον ἴδιον οὐδέν ἐστιν ἐν τῷ σώµατι περιεχόµενον, πρὶν ἐγγὺς ἥκειν λύττης τὸν δηχθέντα. καὶ δὴ καὶ πυνθάνεσθαι τῶν τοιούτων αἰτιῶν ἀναγκαῖόν ἐστιν τὸν ἰατρὸν αὐτῶν τῶν πασχόντων ὑπὲρ τῶν συµπεσόντων αὐτοῖς ἑκάστου. ὅταν µέντοι πλῆθος ἢ κακοχυµία ὑποτρέφηται, ἢ τὸν ὄγκον τοῦ σώµατος, ἢ ἐµφράττηταί τι σπλάγχνον, ἔνεστι γνωρίζειν αὐτὰ διά τινων συµπτωµάτων, ἃ µέσα πώς ἐστι τῶν τε τοῖς ὑγιαίνουσι ὑπαρχόντων καὶ τῶν τοῖς νοσοῦσι συµβαινόντων. τὰ µὲν γὰρ τοῖς ὑγιαίνουσιν ὑπάρχοντα κατὰ φύσιν ἅπαντά ἐστι καὶ ἄµεµπτα· τὰ δὲ τοῖς νοσοῦσι συµβαίνοντα παρὰ φύσιν τε καὶ µεµπτά· τὰ δὲ µεταξὺ τούτων ἐκ µὲν τοῦ γένους ἐστὶ τῶν ταῖς νόσοις συµβαινόντων, οὕτω δὲ σµικρὰ τοῖς µεγέθεσι καὶ ἀσθενῆ ταῖς δυνάµεσι, ὡς µηδέπω κωλύεσθαι πρὸς αὐτῶν τὰς συνήθεις ἑκάστῳ πράξεις. εἴτε γὰρ ὀδύνη κεφαλῆς ἢ ἄλλου τινὸς εἴη µέρους οὕτω σµικρά τις, ὡς µήπω τὸν ἄνθρωπον ἀναγκάζεσθαι κλινήρη γενέσθαι, ἀλλὰ καὶ εἴτε βάρος, ἤτοι καθ’ ὑποχόνδριον, ἢ κεφαλὴν, ἢ ἄλλο τι µέρος, ἢ σπλάγχνον, οὐδὲ τοῦθ’ ἱκανὸν ἀποστῆσαι τῶν συνήθων. ἔτι δὲ δὴ µᾶλλον ὄγκος τοῦ σώµατος, ἢ ἰσχνότης, ἢ ἄχροια, καὶ ὁ πρὸς τὰς κινήσεις ὄκνος, ἢ ὑπνώδης διάθεσις, ἢ ἀγρυπνία τῶν κατὰ τὰς τοῦ βίου πράξεις ἐνεργειῶν ἀπάγειν οὐχ ἱκανὰ, καὶ πολὺ δὴ µᾶλλον ἀνορεξία τις, ἢ ὄρεξις ἐπιτεταµένη σιτίων· ἄµφω γὰρ γίγνεται τοῦ σώµατος οὐκ ἀκριβῶς ὑγιαίνοντος, ὥσπερ γε καὶ ἀδίψους παρὰ λόγον, ἢ διψώδεις, ἢ δακνοµένους τὸν στόµαχον, ἢ τὴν κοιλίαν, ἢ κοπώδεις ἑαυτοὺς αἰσθάνεσθαι. τοιοῦτος γάρ τις ὁ τύπος ἐστὶ τῶν συµβαινόντων τοῖς ὑποφεροµένοις εἰς νόσον. ἡ δ’ ἐπανόρθωσις τῶν ἐργαζοµένων αὐτὰ διαθέσεων, συνελόντι µὲν εἰπεῖν, διὰ τῶν ἐναντίων, ὡς ἔµπροσθεν δέδεικται. κατὰ µέρος δ’ ἐπιόντι, τὸ µὲν περιττὸν ἅπαν ἐκκενοῦν προσήκει, διορισάµενον ὅπως ἐστὶ περιττὸν, εἴτε ὡς ποσὸν, εἴτε ὡς ποιὸν, εἴτε ὡς ἄµφω. τὸ δ’ ἐπανελθεῖν δυνάµενον εἰς τὸ κατὰ φύσιν, ἀλλοιοῦν διὰ τῶν ἐναντίων, τὸ µὲν παχὺ καὶ γλίσχρον λεπτύνοντα, τὸ δὲ λεπτὸν παχύνοντα, κοινῇ δ’ ἄµφω πέττοντα, τὰς δ’ ἐµφράξεις διαῤῥίπτοντα, τὰ δ’ ὅλῳ τῷ γένει παρὰ φύσιν, οἷά τε τὰ δηλητήρια καὶ οἱ ἰοὶ τῶν ἰοβόλων ζώων, ἀλλοιοῦντα καὶ κενοῦντα, τὰς µὲν ἀλλοιώ σεις διὰ τῶν ἐναντίων, ἤτοι καθ’ ὅλην τὴν οὐσίαν, ἢ κατὰ ποιότητα µίαν, ἢ δύο ποιούµενον, ἐκκενοῦντα δὲ διὰ τῶν ἑλκτικῶν δυνάµεων. δι’ ὧν δ’ ἄν τις ταῦτα ποιήσειε βοηθηµάτων, ἐξ αὐτῶν τῶν διαθέσεων ληπτέον. εἰ µὲν γὰρ πάντες ὁµοίως αὐξηθεῖεν χυµοὶ, διὰ φλεβοτοµίας µὲν ἡ κυριωτάτη καὶ µεγίστη κένωσις, ἑξῆς δὲ διὰ τρίψεων καὶ γυµνασίων, καὶ λουτρῶν, καὶ ἀσιτίας. οὕτω δὲ χρὴ κενοῦν, καὶ εἰ τὸ αἷµα πλεονάσει µόνον. εἰ δ’ ὁ τῆς ξανθῆς ἢ µελαίνης χολῆς χυµὸς, ἤ τις ὑδατώδης ὀῤῥὸς χυµοῦ, διὰ κενώσεως µὲν, ἀλλ’ οὐχ ὁµοίως. τὰ µὲν γὰρ ἐν ταῖς πρώταις φλεψὶ περιττώµατα τοῖς ὑπηλάταις ἐκκαθαίρειν· τὰ δ’ ἐν ταῖς ἄλλαις, δι’ οὔρων µὲν τὰ ὑδατώδη καὶ λεπτὰ, διὰ καθάρσεως δὲ τὰ χολώδη. ἐγχωρεῖ δὲ καὶ τὰ λεπτὰ τοῖς ὑπηλάταις ἐκκενοῦν. τὰ δὲ καθ’ ὅλην τὴν ἕξιν, ὅσα µὲν λεπτὰ, δι’ ἱδρώτων τε καὶ φαρµάκων, ὁπόσα τῷ δέρµατι προσφερόµενα ξηραίνειν πέφυκε. ὅσα δὲ χολώδη, καθάρσει µὲν πρῶτον, ἑξῆς δὲ τῇ διὰ
Поделиться книгой в соц сетях:
Обратите внимание, что комментарий должен быть не короче 20 символов. Покажите уважение к себе и другим пользователям!