Сочинения. Том 3 - Гален Клавдий
Шрифт:
Интервал:
4.1.16. καίτοι τοῦτο πρῶτον εὐθὺς ἐγκαλέσειεν ἄν τις αὐτῷ παρὰ τὸ τῆς διαιρέσεως ἐλλιπὲς ἐσφαλμένῳ. τὸ γάρ τοι πάθος, οἷον ὁ ἔρως, ἤτοι κρίσις τίς ἐστιν ἢ κρίσεσιν ἐπιγιγνόμενον ἢ κίνησις ἔκφορος τῆς ἐπιθυμητικῆς δυνάμεως. οὕτω δὲ καὶ ὁ χόλος ἤτοι κρίσις ἢ ἑπόμενόν τι ταύτῃ πάθος ἄλογον ἢ κίνησις σφοδρὰ τῆς θυμοειδοῦς δυνάμεως.
4.1.17. ὁ δέ γ’ οὐδ’ οὕτως ἐγχωροῦν εἰς τρία τέμνεσθαι τὸ πρόβλημα μεταχειρίζεται τὸν λόγον ἐπιδεικνύναι πειρώμενος ὡς ἄμεινον εἴη κρίσεις ὑπολαμβάνειν αὐτὰ καὶ οὐκ ἐπιγινόμενά τινα ταῖς κρίσεσιν, ἐπιλαθόμενος ὧν αὐτὸς ἐν τῷ προτέρῳ τῶ<ν> Περὶ ψυχῆς ἔγραψε, τὸν μὲν ἔρωτα τῆς ἐπιθυμητικῆς εἶναι δυνάμεως, τὸν δὲ χόλον τῆς θυμοειδοῦς.
4.2.1. ῞Ωσπερ δ’ ἐν τούτοις ἐπελάθετό τε ἅμα τῶν ἑαυτῷ γεγραμμένων οὐκ ἠξίωσέ τε πρὸς τὸ τῶν παλαιῶν ἀντειπεῖν δόγμα, κατὰ τὸν αὐτὸν τρόπον ἐν τοῖς ὁρισμοῖς τῶν γενικῶν παθῶν οὓς πρώτους ἐξέθετο, τελέως ἀποχωρεῖ τῆς γνώμης αὐτῶν, τὴν λύπην ὁριζόμενος δόξαν πρόσφατον κακοῦ παρουσίας, τὸν δὲ φόβον προσδοκίαν κακοῦ, τὴν δ’ ἡδονὴν δόξαν πρόσφατον ἀγαθοῦ παρουσίας.
4.2.2. ἄντικρυς γὰρ ἐν τούτοις τοῦ λογιστικοῦ τῆς ψυχῆς μόνου μέμνηται παραλείπων τό τ’ ἐπιθυμητικὸν καὶ τὸ θυμοειδές· καὶ γὰρ τὴν δόξαν καὶ τὴν προσδοκίαν ἐν τῷ λογιστικῷ μόνῳ συνίστασθαι νομίζει.
4.2.3. κατὰ μέντοι τὸν τῆς ἐπιθυμίας ὅρον, ἣν ὄρεξιν ἄλογον εἶναί φησιν, ἐφάπτεται μέν πως ὅσον ἐπὶ τῇ λέξει τῆς ἀλόγου κατὰ τὴν ψυχὴν δυνάμεως, ἀποχωρεῖ δὲ κἀνταῦθα κατὰ τὴν ἐξήγησιν αὐτῆς, εἴγε καὶ ἡ ὄρεξις ἣν κατὰ τὸν ὁρισμὸν παρέλαβε τῆς λογικῆς ἐστι δυνάμεως.
4.2.4. ὁρίζεται γοῦν αὐτὴν ὁρμὴν λογικὴν ἐπί τι<νος> ὅσον χρὴ ἥδον<τος>. ἐν μέντοι δὴ τούτοις τοῖς ὅροις ὁρμὰς καὶ δόξας καὶ κρίσεις ὑπάρχειν οἴεται τὰ πάθη, κατὰ δέ τινας τῶν ἐφεξῆς ᾿Επικούρῳ καὶ Ζήνωνι μᾶλλον ἢ τοῖς ἑαυτοῦ δόγμασιν ἀκόλουθα γράφει.
4.2.5. τήν τε γὰρ λύπην ὁριζόμενος μείωσιν εἶναί φησιν ἐπὶ φευκτῷ δοκοῦντι ὑπάρχειν τήν θ’ ἡδονὴν ἔπαρσιν ἐφ’ αἱρετῷ δοκοῦντι ὑπάρχειν.
4.2.6. καὶ γὰρ αἱ μειώσεις καὶ αἱ ἐπάρσεις καὶ αἱ συστολαὶ καὶ αἱ διαχύσεις— καὶ γὰρ τούτων ἐνίοτε μέμνηται— τῆς ἀλόγου δυνάμεώς ἐστι παθήματα ταῖς δόξαις ἐπιγιγνόμενα. τοιαύτην δέ τινα τὴν οὐσίαν τῶν παθῶν ᾿Επίκουρος καὶ Ζήνων, οὐκ αὐτὸς ὑπολαμβάνει.
4.2.7. ὃ καὶ θαυμάζειν ἐπέρχεταί μοι τἀνδρὸς ἐν ἐπαγγελίᾳ λογικῆς τε ἅμα καὶ ἀκριβοῦς διδασκαλίας οὐκ ἀκριβοῦντος.
4.2.8. καὶ γὰρ οὐ κατὰ ταῦτα μόνον αὐτὸς ἑαυτῷ διαφέρεται φανερῶς, ἀλλὰ κἀπειδὰν ὑπὲρ τῶν κατὰ τὸ πάθος ὁρισμῶν γράφων ἄλογόν τε καὶ παρὰ φύσιν κίνησιν ψυχῆς αὐτὸ φάσκῃ καὶ πλεονάζουσαν ὁρμήν, εἶτα τὸ μὲν ἄλογον ἐξηγούμενος τὸ χωρὶς λόγου τε καὶ κρίσεως εἰρῆσθαι φάσκῃ, τῆς δὲ πλεοναζούσης ὁρμῆς παράδειγμα τοὺς τρέχοντας σφοδρῶς παραλαμβάνῃ· ταυτὶ γὰρ ἀμφότερα μάχεται τῷ κρίσεις εἶναι τὰ πάθη.
4.2.9. εἰσόμεθα δ’ ἐναργέστερον αὐτὰς τὰς ῥήσεις αὐτοῦ παραγράψαντες· ἔχει δ’ ἡ μὲν ἑτέρα τόνδε τὸν τρόπον·
4.2.10. “δεῖ δὲ πρῶτον ἐντεθυμῆσθαι ὅτι τὸ λογικὸν ζῷον ἀκολουθητικὸν φύσει ἐστὶ τῷ λόγῳ καὶ κατὰ τὸν λόγον ὡς ἂν ἡγεμόνα πρακτικόν.
4.2.11. πολλάκις μέντοι καὶ ἄλλως φέρεται ἐπί τινα καὶ ἀπό τινων ἀπειθῶς τῷ λόγῳ ὠθούμενον ἐπὶ πλεῖον, καθ’ ἣν φορὰν ἀμφότεροι ἔχουσιν οἱ ὅροι, τῆς παρὰ φύσιν κινήσεως ἀλόγως οὕτως γινομένης καὶ τοῦ ἐν ταῖς ὁρμαῖς πλεονασμοῦ.
4.2.12. τὸ γὰρ ἄλογον τουτὶ ληπτέον ἀπειθὲς λόγῳ καὶ ἀπεστραμμένον τὸν λόγον, καθ’ ἣν φορὰν καὶ ἐν τῷ ἔθει τινάς φαμεν ὠθεῖσθαι καὶ ἀλόγως φέρεσθαι ἄνευ λόγου <καὶ> κρίσεως· <οὐ γὰρ> ὡς εἰ διημαρτημένως φέρεται καὶ παριδών τι κατὰ τὸν λόγον, ταῦτ’ ἐπισημαινόμεθα, ἀλλὰ μάλιστα καθ’ ἣν ὑπογράφει φοράν, οὐ πεφυκότος τοῦ λογικοῦ ζῴου κινεῖσθαι οὕτως κατὰ τὴν ψυχήν, ἀλλὰ κατὰ τὸν λόγον.”
4.2.13. ἡ μὲν οὖν ἑτέρα τῶν τοῦ Χρυσίππου ῥήσεων ἐξηγουμένη τὸν πρότερον τῶν ὅρων τοῦ πάθους ἐνταυθοῖ τελευτᾷ. τὴν δ’ ὑπόλοιπον ἐν ᾗ τὸν ἕτερον ὅρον ἐξηγεῖται γεγραμμένην ἐφεξῆς τῇδε κατὰ τὸ πρῶτον σύγγραμμα περὶ παθῶν ἤδη σοι παραθήσομαι·
4.2.14. “κατὰ τοῦτο δὲ καὶ ὁ πλεονασμὸς τῆς ὁρμῆς εἴρηται, διὰ τὸ τὴν καθ’ αὑτοὺς καὶ φυσικὴν τῶν ὁρμῶν συμμετρίαν ὑπερβαίνειν.
4.2.15. γένοιτο δ’ ἂν τὸ λεγόμενον διὰ τούτων γνωριμώτερον, οἷον ἐπὶ τοῦ πορεύεσθαι καθ’ ὁρμὴν οὐ πλεονάζει ἡ τῶν σκελῶν κίνησις ἀλλὰ συναπαρτίζει τι τῇ ὁρμῇ ὥστε καὶ στῆναι, ὅταν ἐθέλῃ, καὶ μεταβάλλειν.
4.2.16. ἐπὶ δὲ τῶν τρεχόντων καθ’ ὁρμὴν οὐκέτι τοιοῦτον γίνεται, ἀλλὰ πλεονάζει παρὰ τὴν ὁρμὴν ἡ τῶν σκελῶν κίνησις ὥστε ἐκφέρεσθαι καὶ μὴ μεταβάλλειν εὐπειθῶς οὕτως εὐθὺς ἐναρξαμένων.
4.2.17. αἷς οἶμαί τι παραπλήσιον καὶ ἐπὶ τῶν ὁρμῶν γίνεσθαι διὰ τὸ τὴν κατὰ λόγον ὑπερβαίνειν συμμετρίαν, ὥσθ’ ὅταν ὁρμᾷ μὴ εὐπειθῶς ἔχειν πρὸς αὐτόν, ἐπὶ μὲν τοῦ δρόμου τοῦ πλεονασμοῦ λεγομένου παρὰ τὴν ὁρμήν, ἐπὶ δὲ τῆς ὁρμῆς παρὰ τὸν λόγον.
4.2.18. συμμετρία γάρ ἐστι φυσικῆς ὁρμῆς ἡ κατὰ τὸν λόγον καὶ ἕως τοσούτου, [καὶ] ἕως αὐτὸς ἀξιοῖ. διὸ δὴ καὶ τῆς ὑπερβάσεως κατὰ τοῦτο καὶ οὕτως γινομένης πλεονάζουσά τε ὁρμὴ λέγεται εἶναι καὶ παρὰ φύσιν καὶ ἄλογος κίνησις ψυχῆς.”
4.2.19. αἱ μὲν τοῦ Χρυσίππου ῥήσεις αὗται. σκεψώμεθα δ’ ἀκριβέστερον ὑπὲρ ἑκατέρας αὐτῶν ἀπὸ τῆς προτέρας ἀπαρξάμενοι, καθ’ ἣν ἐξηγεῖται πῶς εἴρηται τὸ πάθος ἄλογος καὶ παρὰ φύσιν κίνησις ψυχῆς.
4.2.20. ἐπειδὴ γὰρ ἠπίστατο δύο σημαινόμενα πρὸς τῆς ἄλογος φωνῆς ὧν τὸ ἕτερον βούλεται μόνον δηλοῦσθαι κατὰ τὸν ὅρον, τὸ χωρὶς κρίσεως, ὀρθῶς ἐποίησε μηδεμίαν ὑπολιπόμενος ἀμφιβολίαν ἀλλ’ αὐτὸς δηλώσας ὅτι τὴν κατὰ τὸ πάθος ὁρμὴν ἄλογον εἶναί φησι καθόσον ἀπέστραπται τὸν λόγον καὶ ἀπειθεῖ τῷ λόγῳ καὶ χωρὶς κρίσεως γίνεται.
4.2.21. διὰ μὲν οὖν τοῦ ἀπεστράφθαι φάναι τὸν λόγον ἐχώρισε τὴν κατὰ τὸ πάθος ἄλογον κίνησιν τῶν ἀψύχων τε καὶ τῶν ἀλόγων ζῴων.
4.2.22. κινεῖται μὲν γὰρ καὶ λίθος καὶ ξύλον ἐνιότε καὶ τῶν ἄλλων ἕκαστον τῶν ἀψύχων, ἀλλ’ οὐχ ὡς ἀπεστραμμένον τὸν λόγον οὐδ’ ὡς ἀπειθοῦν. ᾧ γὰρ τὴν ἀρχὴν μὴ μέτεστι τοῦ πείθεσθαί τε καὶ ἕπεσθαι τῷ λόγῳ, τοῦτο πῶς ἂν ἢ ἀπειθεῖν ἢ ἀπεστράφθαι ποτὲ δύναιτο τὸν λόγον; ἀλλ’ ὅλως μὴ χρῆσθαι λέγοιτο ἂν εἰκότως.
4.2.23. ἀπεστράφθαι δὲ καὶ ἀπειθεῖν λεχθήσεται τὸ φύσιν μὲν ἔχον ἕπεσθαί τε καὶ πείθεσθαι, παρὰ φύσιν δέ ποθ’ ἑτέρως φερόμενον. ἐκ μὲν δὴ τῶν τοιούτων δείκνυται τὸ μήτ’ ἀψύχῳ τινὶ μήτ’ ἀλόγῳ ζῴῳ πάθος ἐγγίνεσθαι ψυχικόν.
4.2.24. ἐπειδὰν δὲ γράφῃ χωρὶς λόγου καὶ κρίσεως γίγνεσθαι τὴν κατὰ πάθος κίνησιν, εἶτα συνάπτων ἐφεξῆς λέγῃ· “οὐχὶ εἰ διημαρτημένως φέρεται
Поделиться книгой в соц сетях:
Обратите внимание, что комментарий должен быть не короче 20 символов. Покажите уважение к себе и другим пользователям!