Сочинения. Том 2 - Гален Клавдий
Шрифт:
Интервал:
12. ᾿Επεὶ δὲ καὶ περὶ τούτων εἴρηται µετρίως, περὶ τῶν καρκινωδῶν ἑξῆς ἂν εἴη ὄγκων εἰπεῖν, γινοµένων ἐν ἅπασι τοῖς µορίοις, µάλιστα δὲ τοῖς τιτθοῖς τῶν γυναικῶν, ὅσαι µηκέτι καθαίρονται τὴν κατὰ φύσιν κάθαρσιν· ἥτις ὅταν ὡς χρὴ γένηται, τελέως ἄνοσος ἡ γυνὴ διατελεῖ. πάντες οὖν οἱ τοιοῦτοι παρὰ φύσιν ὄγκοι τὴν γένεσιν ἐκ µελαγχολικοῦ περιττώµατος ἴσχουσι, ὑπὲρ οὗ λέλεκται καὶ ἐν τοῖς κατὰ φυσικῶν δυνάµεων ὑποµνήµασι, γεννᾶσθαι µὲν ἡµῶν δειξάντων ἐν ἥπατι κατὰ τὴν ἐξαιµάτωσιν ἀνάλογον τῇ κατὰ τὸν οἶνον τρυγὶ, καθαίρεσθαι δὲ διὰ τοῦ σπληνός. ἐκ γὰρ τοῦ τοιούτου χυµοῦ τρέφεσθαι πέφυκεν. ὅταν οὖν ἡ φυσικὴ κρᾶσις τοῦ ζώου τὸν χυµὸν τοῦτον ὀλίγον ᾖ γεννῶσα καὶ ἡ δίαιτα συντελῇ καὶ ὁ σπλὴν ἀξιολόγως ἕλκῃ τὸ γεννώµενον εἰς ἑαυτὸν, οὐδὲν ἀθροίζεται κατὰ τὰς φλέβας τοιούτων περίττωµα. ὅταν δὲ τἀναντία ᾖ, ἀθροίζεται πολὺ κατὰ τὰς φλέβας καὶ ἐργάζεται τὰ λεχθησόµενα νοσήµατα. λέγω δ’ ἐναντία τοῖς εἰρηµένοις τὸ µὲν ἧπαρ εἰς γένεσιν ἐπιτήδειον τοῦ τοιούτου περιττώµατος, τὴν δίαιταν δὲ διὰ τῶν τοιούτων ἐδεσµάτων γινοµένην, ἃ πέφυκε γεννᾷν αἷµα παχὺ καὶ ἰλυῶδες· ἀσθενέστερον δὲ τὸν σπλῆνα φύσει καὶ ἀδυνατώτερον ἕλκειν ἐφ’ ἑαυτὸν ἅπαν τὸ γεννώµενον. ἐν δὲ τῷ τοιούτῳ σώµατι θολοῦται καὶ παχύνεται τὸ κατὰ τὰς φλέβας αἷµα. καὶ ποτὲ µὲν ὑπ’ αὐτῶν τῶν φλεβῶν, ἐχουσῶν γε καὶ αὐτῶν ἀποκριτικὴν τῶν ἀλλοτρίων δύναµιν, ὥσπερ καὶ τἄλλα πάντα δι’ αἱµοῤῥοΐδος ἐκκρίνεται· πολλάκις δὲ εἰς κιρσοὺς κατασκήπτει, καὶ ποτὲ εἰς τὸ δέρµα πᾶν ὠθεῖται, καὶ τοῦτό ἐστι γένεσις τοῦ πάθους, ὃ καλοῦσιν ἐλέφαντα. γίνεταί γε µὴν ἐνίοτε καὶ εἰς ἄλλα µόρια τοῦ σώµατος, ἅπερ ἂν ᾖ πάντων ἀσθενέστατα, φορὰ τοῦ τοιούτου χυµοῦ, καὶ φαίνονταί γε σαφῶς αἱ κατὰ τὸ µόριον ἐκεῖνο φλέβες µεσταὶ αἵµατος µέλανός τε καὶ παχέος. καὶ ὅσον δ’ ἂν ᾖ παχύτερόν τε καὶ µελάντερον, τοσοῦτον χεῖρόν ἐστι τὸ πάθος. ἐπὶ δὲ τῶν τιτθῶν εἴδοµεν πολλάκις ἀκριβῶς ὄγκον ὅµοιον καρκίνῳ ζώῳ. καθάπερ γὰρ ἐπ’ ἐκείνου πόδες ἑκατέρωθέν εἰσι τοῦ σώµατος, οὕτω καὶ ἐπὶ τοῦδε τοῦ πάθους αἱ φλεβὲς ἀποτεταµέναι τοῦ παρὰ φύσιν ὄγκου τὸ σχῆµα καρκίνῳ παραπλήσιον ἐργάζονται. τοῦτο τὸ πάθος ἀρχόµενον µὲν ἰασάµεθα πολλάκις, εἰς µέγεθος δὲ ἀξιόλογον ἀρθὲν ἄνευ χειρουργίας οὐδεὶς ἰάσατο. πάσης µὲν οὖν χειρουργίας ἐκκοπτούσης ὄγκον παρὰ φύσιν ὁ σκοπός ἐστιν ἐν κύκλῳ πάντα τὸν ὄγκον περικόψαι, καθ’ ἃ τῷ κατὰ φύσιν ἔχοντι πλησιάζει. διὰ δὲ τὸ µεγέθος τῶν ἀγγείων, καὶ µάλισθ’ ὅταν ἀρτηρίαι τύχωσιν οὖσαι, παραχρῆµά τε κίνδυνος αἱµοῤῥαγίας γίνεται βρόχοις τε διαλαµβανόντων αὐτὰς συµπάθειαι ἕπονται. ἐὰν δὲ καὶ καῦσαι τὰς ῥίζας αὐτοῦ πάθους προελώµεθα, καὶ κατὰ τοῦτο κίνδυνος οὐ µικρὸς, ὅταν ἐγγὺς καιρίων µορίων ἡ καῦσις γένηται. ἀλλ’ ἀρχόµενον γεννᾶσθαι, καθάπερ ἔφην, ἰασάµεθα πολλάκις τὸ πάθος τοῦτο, καὶ µάλισθ’ ὅταν ὁ µελαγχολικὸς χυµὸς φαίνηται µὴ πάνυ παχὺς ὑπάρχων. ὑπακούει γὰρ οὗτος τοῖς καθαίρουσι φαρµάκοις ἑτοίµως, δι’ ὧν ἡ θεραπεία γίνεται. πρόδηλον δ’ ὅτι µελάνων εἶναι χρὴ κενωτικὰ τὰ διδόµενα φάρµακα, καὶ τοῦτο συνεχῶς ποιητέον, ἄχρις ἂν εἰς τὸ κατὰ φύσιν ἀκριβῶς ἐπανέλθοι τὸ µόριον, οὔσης καὶ τῆς διαίτης εὐχύµου. κατὰ γοῦν τὴν ᾿Αλεξάνδρειαν ἐλεφαντιῶσι πάµπολλοι διά τε τὴν δίαιταν καὶ τὴν θερµότητα τοῦ χωρίου. κατὰ δὲ τὰς Γερµανίας τε καὶ Μυσίας σπανιώτατα τοῦτο τὸ πάθος ὦπται γινόµενον. καὶ παρά γε τοῖς γαλακτοπόταις Σκύθαις σχεδὸν οὐδέποτε φαίνεται γινόµενον. ἀλλ’ ἐν ᾿Αλεξανδρείᾳ παµπόλλη ἡ γένεσις αὐτοῦ διὰ τὴν δίαιτάν ἐστιν· ἀθάραν γὰρ ἐσθίουσι καὶ φακὴν καὶ κοχλίας καὶ ταρίχη πολλά· τινὲς δὲ καὶ ὄνεια κρέα καὶ ἄλλα τοιαῦτα παχὺν καὶ µελαγχολικὸν γεννῶντα χυµόν. ἅτε δὲ θερµοῦ τοῦ περιέχοντος ὄντος καὶ ἡ ῥοπὴ τῆς φορᾶς αὐτῶν πρὸς τὸ δέρµα γίνεται. τούτῳ µὲν οὖν τῷ πάθει συµφέρουσιν αἱ εἰρηµέναι καθάρσεις. ἐὰν δὲ τὰ τῆς ἡλικίας καὶ τὰ τῆς δυνάµεως ἐπιτρέπῃ, φλεβοτοµεῖν πρότερον. ἐπὶ δὲ τῶν καρκίνων οὐκ ἀνάρµοστον µὲν οὐδ’ ἐπὶ τούτων, ἢν µηδὲν κωλύῃ, φλεβοτοµεῖν· ἐφεξῆς δὲ καθαίρειν· καὶ εἰ µὲν γυναῖκες εἶεν, ἔµµηνα κινεῖν αὐταῖς, ἐάν γε δηλονότι µηδέπω πεντηκοστὸν ἔτος ἄγωσι. κατὰ δὲ τοῦ πεπονθότος µορίου χυλὸς ἐπικείσθω στρύχνου, κάλλιστον γὰρ τοῦτο φάρµακον εἰς τὰ τοιαῦτα. µὴ βουλοµένου δὲ τοῦ θεραπευοµένου φάρµακον οὕτως ὑγρὸν ἐπιβαλέσθαι, καὶ µάλισθ’ ὅταν προέρχεσθαί τε τῆς οἰκίας καὶ τὰ συνήθη πράττειν ἀναγκάζηται, τὸ διὰ ποµφόλυγος ἐπιβλητέον, ᾧ καὶ πρὸς τοὺς ἡλκωµένους καρκίνους οἶσθα χρώµενόν µε· καὶ τούτου µὴ παρόντος τῷ διὰ χαλκίτεως ἡµετέρῳ φαρµάκῳ. κατὰ δὲ τὴν δίαιταν ἐν χυλῷ πτισάνης πλεοναστέον καὶ γάλακτος ὀῤῥῷ καὶ λαχάνοις, µαλάχῃ καὶ ἀτραφάξει καὶ βλίτῳ, καὶ κατὰ καιρὸν ἐν ᾧ εἰσιν αἱ κολοκύνθαι, ταύταις χρηστέον. ἰχθύων δὲ τοῖς πετραίοις καὶ ὄρνισι πᾶσι, πλὴν ἑλείων. ἐπὶ δὲ τῶν ἐλεφαντιώντων ἡ τῶν ἐχιδνῶν ἐδωδὴ θαυµάσιόν ἐστι φάρµακον. χρὴ δὲ ἐσθίειν αὐτὰς οὕτω σκευάζοντας ὡς τοὺς θηριοτρόφους καὶ ἀσπιδοτρόφους Μάρσους ἐθεάσω, πρῶτον µὲν ἀποκοπτοµένης τῆς οὐρᾶς καὶ τῆς κεφαλῆς ἄχρι δακτύλων τεττάρων, εἶτα τῶν ἔνδον ἁπάντων ἀφαιρεθέντων καὶ τοῦ δέρµατος δηλονότι, εἶθ’ ὕδατι τοῦ σώµατος αὐτῶν περιπλυθέντος. ἀλλὰ µέχρι µὲν τοῦδε, κᾀπειδὰν τὴν θηριακὴν ἀντίδοτον καλουµένην σκευάζωµεν, οὕτω πράττοµεν· ἐφεξῆς δὲ διαφερόντως ἕψοµεν, ἐπὶ µὲν τῆς θηριακῆς ἐν ὕδατι προσεπεµβάλλοντες ἀνήθου καὶ βραχέων ἁλῶν, ἐπὶ δὲ τῶν ἐλεφαντιώντων ἐν λοπάσι παραπλησίως ταῖς ἐγχέλυσι σκευάζοντες διὰ λευκοῦ ζωµοῦ. γίνεται δὲ οὕτως. ὕδα-τος µὲν δαψιλοῦς ἐµβληθέντος καὶ ἐλαίου βραχέος καὶ σὺν αὐτῷ πράσου καὶ ἀνήθου. πρόδηλον δ’ ὅτι
Поделиться книгой в соц сетях:
Обратите внимание, что комментарий должен быть не короче 20 символов. Покажите уважение к себе и другим пользователям!