📚 Hub Books: Онлайн-чтение книгРазная литератураСочинения. Том 2 - Гален Клавдий

Сочинения. Том 2 - Гален Клавдий

Шрифт:

-
+

Интервал:

-
+
1 ... 103 104 105 106 107 108 109 110 111 ... 216
Перейти на страницу:
γοῦν καὶ αὐτὸς ὁ µὺς ἐµφυσᾶται. καὶ κατὰ τὸ τῆς γαστρὸς ἢ τὸ τῶν ἐντέρων σῶµα κατακλείεται πνεῦµα φυσῶδες· ὅταν δὲ καὶ ψυχρὸν ἱκανῶς ᾖ τοῦτο, µεγίστην ὀδύνην παρέχει. θεραπεία δὲ κοινὴ µὲν ἁπάντων, ὡς εἴρηται, διὰ λεπτοµεροῦς οὐσίας· καὶ ὅταν γε µετ’ ὀδύνης ᾖ τὸ πάθηµα, τοιαύτης τὴν φύσιν ὡς πρᾳΰνειν τὰ ἀλγήµατα δύνασθαι. κατὰ δὲ τὴν τῶν πασχόντων µορίων διαφορὰν ἥ θ’ ὕλη τῆς θεραπείας ὑπαλλάττεται καὶ ἡ δύναµις ἐπιτείνεται καὶ ἀµβλύνεται. διὰ τοιοῦτον οὖν πνεῦµα τῆς ὀδύνης γιγνοµένης ἐν τῇ κάτω γαστρὶ, τὸ λεπτοµερὲς ἔλαιον ἐνιεὶς ἅµα τοῖς ἐναφηψηµένοις αὐτῷ φαρµάκοις, αὐτίκα παύσεις αὐτήν. τὰ δ’ ἐναφηψηµένα τῷ ἐλαίῳ φάρµακα θερµαίνοντα µετὰ λεπτοµερείας ἔστω κύµινόν τε τὸ παρ’ ἡµῖν καὶ µᾶλλον αὐτοῦ τὸ καλούµενον Αἰθιοπικὸν καὶ σελίνου καὶ πετροσελίνου σπέρµα καὶ µαράθρου καὶ σίνωνος καὶ ἀνίσου τε καὶ λιβυστικοῦ καὶ σεσέλεως καὶ δαύκου καὶ σπονδυλίου. καὶ εἰ τεκµαίροιο ψυχρὰν εἶναι τὴν διάθεσιν τῶν ὀδυνωµένων µορίων, καὶ πήγανον καὶ µάραθρον καὶ δαφνίδας ἐναφεψήσεις καὶ µίξεις ἄσφαλτόν τε καὶ αὐτὸ τὸ δάφνινον, ὅσα τ’ ἄλλα τῶν οὕτω θερµαινόντων ἐστίν. εἰ δὲ καὶ φλεγµονὴν µεµίχθαι ταῖς τοιαύταις ὀδύναις ὑπολάβοις, ἀφαιρήσεις µὲν τὰ δριµέα πάνυ καὶ θερµαίνοντα σφοδρῶς. ἐπὶ δὲ τὰ µετρίως τοιαῦτα µεταβήσῃ χαλαστικὴν ἔχοντα δύναµιν. ἐναφεψήσεις οὖν τῷ ἐλαίῳ τὸ ἄνηθον, οὐ τὸ πήγανον, καὶ µίξεις στέαρ χήνειον ἢ ἀλεκτορίδος. ἀλλὰ ταῦτα µὲν ἐπὶ µεγάλοις ἀλγήµασι. τὰ δὲ µέτρια καὶ ἡ ἔξωθεν ὤνησε πυρία, µάλιστα µὲν διὰ κέγχρων, ἡ γὰρ κουφότης αὐτῶν ἀλυποτάτη τοῖς ὀδυνωµένοις ἐστί. τούτων δὲ µὴ παρουσῶν ἢ δι’ ἁλῶν θερµανθέντων ἢ δι’ ὠµόλινον ἢ ὁπωσοῦν ἄλλως. καὶ σικύα δὲ µεγάλη µετὰ φλογὸς δαψιλοῦς ἄνευ τοῦ σχάσαι τὸ δέρµα πολλάκις ἀνωδύνους διὰ ταχέων εἰργάσατο. χρὴ δὲ περιλαµβάνειν αὐτὴν τὸν ὀµφαλόν. εἰ δ’ ἐπὶ τούτοις ἐπιµένοιεν αἱ ὀδύναι, τολµήσεις χρήσασθαι τοῖς δι’ ὀπίου φαρµάκοις, ὁποῖόν ἐστι καὶ τὸ τοῦ Ταρσέως Φίλωνος ἅπασι τοῖς ἰατροῖς γινωσκόµενον, εἰδὼς µὲν ἐξ ἀνάγκης τινὰ βλάβην τοῖς πεπονθόσι µορίοις ἐκ τῶν τοιούτων φαρµάκων ἐσοµένην, ἀλλὰ πρὸς τὸ κατεπεῖγον ἐνιστάµενος αἱρήσῃ µετὰ µικρᾶς βλάβης σῶσαι τὸν ἄνθρωπον ὑπὸ τοῦ τῆς ὀδύνης µεγέθους συγκοπτόµενον. ἐξέσται γάρ σοι ταῖς ἑξῆς ἡµέραις ἐπανορθώσασθαι τὴν γεγενηµένην βλάβην ὑπὸ τοῦ φαρµάκου. καλεῖται µὲν οὖν ἀνώδυνα φάρµακα τὰ τοιαῦτα τῷ παύειν τὰς ὀδύνας. ἐργάζεται δὲ τὴν ἀνάπαυλαν αὐτῶν οὐ τὰς διαθέσεις θεραπεύοντα τελέως, ἀλλὰ τὴν αἰσθητικὴν δύναµιν ναρκοῦντα. χρῆσθαι δὲ προσήκει τῷ Φιλωνείῳ φαρµάκῳ καὶ πᾶσι τοῖς δι’ ὀπίου σκευαζοµένοις οὐκ εὐθέως, ἀλλὰ µετὰ χρόνον τῆς συνθέσεως ἐνιαύσιον ἢ πάντως γε µῆνας ἕξ. µάλιστα µὲν οὖν καὶ τάχιστα διὰ τῶν πινοµένων φαρµάκων οἱ κάµνοντες ἀνώδυνοι γίγνονται, πεπονθότων αὐτοῖς τῶν λεπτῶν ἐντέρων, ὥσπερ γε καὶ διὰ τῶν ἐντιθεµένων τῇ ἕδρᾳ ταχέως ὠφελοῦνται τὰ τῶν παχέων ἐντέρων παθήµατα. γίνεται δὲ οὐ σµικρὰ τῆς δυνάµεως διάδοσις κᾀκ τῶν πινοµένων τοῖς κάτω πεπονθόσι, κᾀκ τῶν ἐντιθεµένων τῇ ἕδρᾳ τοῖς τὰ ἄνω πάσχουσιν. ἥ γε µὴν ἐν τοῖς σαρκώδεσι µέρεσι τοῦ φυσώδους πνεύµατος ἄθροισις ἔστιν ὅτε παντάπασιν ἀνώδυνος γίνεται καὶ χρόνῳ παραµένει πλείονι καὶ µάλισθ’ ὅταν ἐγγὺς ᾖ διαρθρώσεως. ἐνταῦθα γάρ τοι καὶ οἱ µύες αὐτοὶ νευρωδέστεροί τε καὶ πυκνότεροι καὶ σαρκωδέστεροί τε καὶ ἀραιότεροι κατὰ τὰ µέσα σφῶν αὐτῶν. ἐθεράπευσα δὲ, ὡς οἶσθα, τὰς τοιαύτας διαθέσεις τοῖς διὰ πίττης καὶ ῥητίνης καὶ τερεβινθίνης καὶ στέατος λεοντείου καὶ ταυρείου φαρµάκοις. ἁρµόζει δ’ ἐπ’ αὐτῶν καὶ τὸ διὰ γλοιοῦ καὶ τιτάνου καὶ τὸ διὰ τοῦ συκοµόρου, καὶ συνελόντι φάναι τὰ λεπτοµερῆ γενναίως, ἐπιµιγνυµένων αὐτοῖς τῶν µαλακτικῶν.

9. ᾿Επειδὴ δὲ καὶ περὶ τούτων ἱκανῶς εἴρηται, µεταβαίνειν καιρὸς ἐπὶ τὸν περὶ τῶν ἀποστηµάτων λόγον. ὀνοµάζουσι δ’ οὕτω τὰς διαθέσεις ἐκείνας, ἐν αἷς ἀλλήλων ἀφίσταται τὰ πρότερον ἀλλήλων ψαύοντα σώµατα. χώραν οὖν ἀναγκαῖον ἐν τῷ µεταξὺ γενέσθαι κενὴν, ἥτις ἤτοι πνευµατώδη τινὰ οὐσίαν ὑγρὰν ἢ ἐξ ἀµφοῖν σύνθετον περιέξει. µεθίστανται δ’ εἰς τοῦτο καὶ τῶν φλεγµονῶν ἔνιαι, καὶ τῶν ἐρυσιπελατωδῶν δὲ καὶ φλεγµονωδῶν οὐκ ὀλίγαι. συνίσταται δὲ καὶ χωρὶς τούτων ἡ τῶν ἀποστηµάτων διάθεσις ἐκ περιουσίας µέν τινων ὑγρῶν ἢ πνευµάτων ἀτµωδῶν, ἤτοι δ’ ἐν αὐτοῖς τοῖς πάσχουσι σώµασιν ἐν µέσῳ γεννωµένων ἢ ἐξ ἑτέρων ἐπιῤῥεόντων, λόγῳ τῶν καλουµένων ἀποσκηµµάτων. ὀνοµάζουσι δ’ οὕτω τὰς διαθέσεις ἐκείνας, ὅταν χυµοί τινες ἐνοχλοῦντες πρότερον ἑτέρῳ µορίῳ καταλιπόντες ἐκεῖνο εἰς ἕτερον µεταστῶσιν. ὅτῳ δ’ ἂν τρόπῳ γένηται διάθεσις ἀποστήµατος, ἡ µεταξὺ χώρα τῶν ἀφισταµένων σωµάτων πληροῦται τῶν ἐργαζοµένων αὐτὴν ὑγρῶν. ἅπερ ἐνίοτε χρονίζοντα πολυειδῶς ἀλλοιώσεις ἴσχει. καὶ γὰρ λίθοις καὶ ψάµµοις καὶ ὀστράκοις τε καὶ ξύλοις, ἄνθραξί τε καὶ πηλῷ καὶ γλοιῷ καὶ ἀµοργῇ καὶ τρυγὶ καὶ πολλοῖς ἄλλοις τοιούτοις εὕρηται πολλάκις, ἐν ἀποστήµασιν ὅµοια περιεχόµενα σώµατα. τῶν µὲν οὖν ἐπιπολῆς ὑπὸ τῷ δέρµατι συνισταµένων ἥ τε διάγνωσις ῥᾴστη καὶ ἡ ἴασις οὐ χαλεπή. διαγιγνώσκεται µὲν γὰρ ἑτοίµως τῇ τῆς ἁφῆς ἰδιότητι. θεραπεύεται δὲ διὰ τῶν ἔξωθεν ἐπιτιθεµένων φαρµάκων, διὸ οὐ δεόµεθα τῶν πινοµένων, ὥσπερ ὅσα διὰ βάθους καὶ µάλιστα κατὰ σπλάγχνα συνίσταται. κατὰ µὲν οὖν τὰς διαγνώσεις εἴκει τοῖς ἐπερειδοµένοις δακτύλοις τὰ ἐκπυΐσκοντα, τὴν ἀντιτυπίαν οὐκ ἔχοντα τῶν φλεγµαινόντων µορίων. τὴν διάγνωσιν οὖν παρέχει σαφῆ. ἰδιότης δὲ τῆς ἕξεως ἑτέρα µέν ἐστιν ἐπὶ λεπτοῖς ὑγροῖς, ἑτέρα δ’ ἐπὶ παχέσι, καθάπερ γε καὶ ἐπὶ γλίσχρῳ καὶ µυξώδει χυµῷ. πολλάκις δ’ ἡµῖν ὑποπίπτει µετὰ τάσεως πνευµατώδους ἀφεστός τι µόριον, οὗ διαιρεθέντος εὑρέθη θρόµβος αἵµατος, ὥστε καὶ ὅστις ἐθεάσατο δὶς ἢ τρίς που τοιαύτην διάθεσιν, ἐὰν φιλόπονος ᾖ καὶ µνήµων, ἱκανὸς ἔσται διαγινώσκειν ἐν τοῖς τοιούτοις ὄγκοις περιεχόµενον θρόµβον ἐκ τοῦ παραθέσθαι τῇ µνήµῃ τὴν ἰδιότητα τῆς τάσεως καὶ τῆς εἴξεως. ἴσως δ’ ἄµεινόν ἐστιν οὐκ ἰδιότητα λέγειν, ἀλλὰ ποσότητα τάσεώς τε καὶ εἴξεως. ἡ θεραπεία δὲ τῶν ἐπιπολῆς φλεγµονῶν ἀφισταµένων ἀρχοµένης µὲν ἔτι τῆς ἀποστάσεως διὰ τῆς ἀνωδύνου τε καὶ χαλαστικῆς ἀγωγῆς, ἤδη δὲ προηκούσης ἐπὶ τὴν πεπτικήν τε καὶ διαπυητικὴν ἰδίως ὀνοµαζοµένην µεταβαινόντων γίνεται· λέλεκται δὲ περὶ αὐτῆς, ὥσπερ οὖν καὶ περὶ τῶν ἄλλων τοιούτων, ἐν τῷ πέµπτῳ περὶ τῆς τῶν ἁπλῶν φαρµάκων δυνάµεως συντάγµατι. ὕδατί τε οὖν ἐπὶ πλεῖον καταντλεῖν προσήκει, καταχέοντας ἔλαιον θερµὸν τοῦ φλεγµαίνοντος µορίου καὶ καταπλάττειν τῷ τῶν πυρῶν ἀλεύρῳ δι’ ὕδατος καὶ ἐλαίου συµµέτρως ἕψοντας· θᾶττον γὰρ ἄγει πρὸς διαπύησιν τοῦτο τοῦ δι’ ἄρτου καταπλάσµατος. ἐκεῖνο µὲν γὰρ διαφορητικώτατόν ἐστιν, ὡς ἂν ἁλῶν τε καὶ ζύµης ἔχον, ὠπτηµένον τε καλῶς. οὐδὲν δ’ ὑπάρχει τούτων τῷ δι’ ἀλεύρου πυρίνου. καὶ ὅταν γε τὴν ἀρχοµένην ἐκπυΐσκεσθαι φλεγµονὴν θεραπεύων ἐλπίσῃς κωλῦσαι τὴν ἐκπύησιν, ἐπὶ πλεῖστον ἕψε τὸν ἄρτον, ἐλαίῳ δηλονότι καὶ ὕδατι

1 ... 103 104 105 106 107 108 109 110 111 ... 216
Перейти на страницу:

Комментарии

Обратите внимание, что комментарий должен быть не короче 20 символов. Покажите уважение к себе и другим пользователям!

Никто еще не прокомментировал. Хотите быть первым, кто выскажется?