Сочинения. Том 3 - Гален Клавдий
Шрифт:
Интервал:
2.4.39. εἶτ’ αὖθις ἄλλην ἑξῆς ταῖσδε Περὶ τῆς φωνῆς ἔχει πραγματείαν ὑπέρ τε τῶν <τῆς φωνῆς ὀργάνων γεγραμμένην καὶ τῶν> ταῦτα κινούντων μυῶν ἔτι τε τῶν εἰς τούτους καθηκόντων ἐξ ἐγκεφάλου νεύρων.
2.4.40. εἰς δέ γε τὰ παρόντα καὶ τοῦτ’ ἀρκεῖ μοι μόνον εἰπεῖν, ὡς εἴπερ ἡ φωνὴ τυπουμένου πως τοῦ κατὰ τὸν πνεύμονα πνεύματος ὑπὸ τοῦ κατὰ τὴν καρδίαν ἐγίγνετο κἄπειθ’ ἑαυτῷ τὸ κατὰ τὴν φάρυγγα συντυποῦντος, οὐκ ἂν ἀπώλλυτο παραχρῆμα τμηθέντων νεύρων τινῶν ἤτοι κατὰ τὸν τράχηλον ἢ τὴν κεφαλήν, ἔτι δὲ μᾶλλον οὐκ ἂν ἀπώλετο θλιψάντων τὸν ἐγκέφαλον ἢ τρωσάντων ἄχρι κοιλίας ἢ διατεμόντων τὸν νωτιαῖον μυελόν.
2.4.41. τὸ μὲν γὰρ τῆς τραχείας ἀρτηρίας, ἥνπερ δὴ καὶ φάρυγγα προσαγορεύομεν, ἢ τοῦ πνεύμονος ἢ τῆς καρδίας αὐτῆς βλαβείσης ἀπόλλυσθαι τὴν φωνὴν οὐδὲν ἂν <ἦν> οἶμαι θαυμαστόν, εἴπερ ἐκ τῆς καρδίας ὡρμᾶτο· τὸ δὲ τοῦ ἐγκεφάλου θλιφθέντος ἤ τινος τῶν ἐξ αὐτοῦ νεύρων τῶν εἰς τοὺς τοῦ λάρυγγος μῦς φερομένων ἄτοπόν τε καὶ δεινῶς ἄλογον, εἴπερ γε μηδενὸς αὐτῶν ἡ τῆς φωνῆς γένεσις προσδεῖται.
2.4.42. καὶ μὴν ἔμπαλιν ἔχει τὸ φαινόμενον οὗ δοξάζουσιν ἐκεῖνοι. καρδίας μὲν γὰρ γυμνωθείσης, ὡς κἀν τῷ πρὸ τούτου μοι λέλεκται γράμματι, καὶ κρατῶν καὶ θλίβων καὶ θλῶν οὔτε ἄπνουν οὔτε ἄφωνον οὔτε ἄλλην τινὰ τῶν καθ’ ὁρμὴν ἐνεργειῶν ἐμποδιζόμενον ὄψει τὸ ζῷον· ἐγκέφαλον δὲ γυμνώσας τῶν ὀστῶν <καὶ τρώσας> ἢ θλίψας ἡντινοῦν αὐτοῦ κοιλίαν οὐκ ἄφωνον μόνον οὐδ’ ἄπνουν εὐθύς, ἀλλὰ καὶ παντάπασιν ἀναίσθητόν τε καὶ ἀκίνητον ἁπασῶν τῶν καθ’ ὁρμὴν κινήσεων ἐργάσῃ τὸ ζῷον.
2.4.43. εἴρηται δέ μοι καὶ πρόσθεν ὡς οὐ χρὴ συντιτράναι τοῦ θώρακος οὐδετέραν κοιλότητα γυμνοῦντας τὴν καρδίαν.
2.4.44. εἰ γὰρ δὴ τούτου τύχοι τις, οὐ μόνον ἢ θλίβειν ἢ θλᾶν ἤ τι τοιοῦτον ἕτερον ἐργάζεσθαι βουληθεὶς δυνήσεται κατορθοῦν, ἀλλὰ καὶ βουληθεὶς ἀθρόως ὅλην ἐξελεῖν οὐκ ἀτυχήσει τῆς χειρουργίας.
2.4.45. γίγνεται μὲν οὖν τοῦτο καὶ κατὰ πολλὰς θυσίας ἐξ ἔθους οὕτως ἐπιτελουμένας καὶ φαίνεται τὰ ζῷα τῆς καρδίας ἤδη κατὰ τῶν βωμῶν ἐπικειμένης οὐκ ἀναπνέοντα μόνον ἢ κεκραγότα συντόνως, ἀλλὰ καὶ φεύγοντα, μέχρι περ ἂν ὑπὸ τῆς αἱμορραγίας ἀποθάνῃ.
2.4.46. τάχιστα δὲ δήπουθεν αὐτῶν ἐκκενοῦται τὸ αἷμα τεττάρων μεγίστων ἀγγείων διασπωμένων, ἀλλ’ ἄχριπερ ἂν ἔτι ζῇ, καὶ ἀναπνεῖ καὶ φωνεῖ καὶ τρέχει.
2.4.47. τοὺς δέ γε κατὰ τὸν πρῶτον σπόνδυλον ὁσημέραι διατεμνομένους ταύρους τὴν ἔκφυσιν τοῦ νωτιαίου μυελοῦ παραχρῆμα θεώμεθα μὴ ὅτι δραμεῖν ἔτι δυναμένους, ἀλλὰ μηδ’ ἐπ’ ἐλάχιστον προβῆναι, συναπόλλυται δ’ αὐτοῖς ἅμα τῇ τομῇ καὶ ἡ ἀναπνοὴ καὶ ἡ φωνή· καὶ γὰρ καὶ ταύταις ἄνωθέν ἐστιν ἡ ἀρχή.
2.4.48. τὴν μέντοι καρδίαν ἐπὶ τῶν οὕτω πληγέντων ταύρων ἔστιν ἰδεῖν ἄχρι πλείστου σφύζουσαν ἅμα ταῖς ἀρτηρίαις ἁπάσαις· οὐ γὰρ δὴ καὶ ταύταις γε παρ’ ἐγκεφάλου τὸ σφύζειν ἐστὶν ὥσπερ οὐδὲ αὐτῇ τῇ καρδίᾳ.
2.4.49. ὡς γὰρ αἱ κινήσεις ἑτέρου γένους εἰσίν, οὕτω καὶ τῶν ἀρχῶν οὐδετέρα προσδεῖται τῆς ἑτέρας, ἀλλ’ ἔστιν οὕτως ἥ τε καρδία πηγὴ τῆς κατὰ τοὺς σφυγμοὺς κινήσεως ὅ τ’ ἐγκέφαλος τῆς κατὰ προαίρεσιν οὐδ’ ἔστιν οὐδεὶς λόγος ὃς ἀναγκάσει μίαν ἀρχὴν ἁπασῶν εἶναι τῶν κατὰ τὸ ζῷον ἐνερ-γειῶν· οὔτε γὰρ ὡς οὐκ ἐνδεχομένων εἶναι πολλῶν οὔθ’ ὡς μὴ οὐχ οὕτως φαινομένων ἐπιδείξει.
2.4.50. ἀλλὰ περὶ μὲν τούτου κἀν τοῖς ἑξῆς ἐπὶ πλέον αὐτοῖς διαλέξομαι. νυνὶ δ’ ἐφ’ ὅπερ ἔλεγον αὖθις ἐπάνειμι, πρὸς τὸ μήτε τῆς ἀναπνευστικῆς κινήσεως μήτε τῆς φωνητικῆς δημιουργικὴν ἀρχὴν εἶναι τὴν καρδίαν.
2.4.51. δι’ ἐκείνην μὲν γὰρ τὸ πλεῖστον, οὐ μὴν ὑπ’ ἐκείνης γε τὴν ἀναπνοὴν γίγνεσθαι συμβέβηκεν, οὐ ταὐτὸν δ’ ἐστὶν ὑπό του γίγνεσθαι καὶ διά τι. γέγραπται δὲ ἡμῖν ἓν βιβλίον ἰδίᾳ καθ’ ἑαυτὸ περὶ χρείας ἀναπνοῆς.
2.5.1. Οἱ δ’ ἡγούμενοι φωνὴν ἢ ἀναπνοὴν ὑπὸ τῆς καρδίας ἐπιτελεῖσθαι πρὸς τῆς κατὰ τὴν θέσιν ἐγγύτητος ἠπατήθησαν οὐκ εἰδότες ὡς οὐ πάντως εἴ τι πλησίον ἐστὶ μόριον ἐνεργείας ἡστινοσοῦν, ἐξ ἀνάγκης τοῦτο καὶ ἀρχὴ τῆς ἐνεργείας ἐστίν.
2.5.2. οὐδὲ γὰρ ὅσοι τὸν ἐγκέφαλον ὑπολαμβάνουσιν ἀρχὴν εἶναι τῆς κατ’ ὀφθαλμοὺς καὶ ὦτα καὶ ῥῖνας αἰσθήσεως ὅτι πλησίον αὐτῶν ἐστιν, ὀρθῶς ἐπιχειροῦσιν, ἀλλὰ καὶ τούτους ἡ θέσις ἔσφαλ<λ>ε, μᾶλλον δὲ οὐχ ἡ θέσις ἀλλ’ ἡ περὶ τῆς θέσεως δόξα.
2.5.3. πάντως γὰρ δήπου τοιούτῳ τινὶ προσχρήσονται κατὰ τὰς ἀποδείξεις ἀξιώματι· πᾶσι τοῖς ἐνεργοῦσιν ἐκ τῶν πλησίον ἐστὶν ἡ ἀρχή.
2.5.4. τούτου γὰρ ὑποτεθέντος ὡς ἀληθοῦς, εἶτ’ ἐκ τοῦ φαίνεσθαι προσληφθέντος ὡς ἐγκεφάλου ψαύει τὰ ὦτα, περαίνοιτ’ ἂν ἤδη τὸ καὶ τὴν ἀρχὴν αὐτοῖς τῆς ἐνεργείας ἐντεῦθεν ὑπάρχειν.
2.5.5. ἀλλ’ οὔτε πρὸς αἴσθησιν οὔτε πρὸς νόησιν ἐναργές ἐστιν ὡς πρῶτόν τε καὶ ἐξ ἑαυτοῦ πιστὸν εἶναι τὸ νῦν εἰρημένον ἀξίωμα, τὸ πᾶσι τοῖς ἐνεργοῦσιν ἐκ τῶν πλησίον εἶναι τὴν ἀρχήν.
2.5.6. οὔκουν οὔθ’ ὅτι πλησίον ἐγκεφάλου τὰ ὦτα καὶ οἱ ὀφθαλμοὶ καὶ αἱ ῥῖνες, ἐντεῦθεν αὐτοῖς ἡ τῆς αἰσθητικῆς δυνάμεώς ἐστιν ἀρχὴ οὔθ’ ὅτι πλησίον ἐστὶ καρδίας τὰ φωνη-τικά τε καὶ ἀναπνευστικὰ μόρια, διὰ τοῦτ’ ἐκ καρδίας αὐτοῖς ἡ ἀρχή.
2.5.7. καὶ μὴν ὁ θαυμαζόμενος ὑπὸ τῶν Στωϊκῶν λόγος ὁ Ζήνωνος, ὃν καὶ πρῶτον ἁπάντων ἔγραψεν ἐν τῷ περὶ τοῦ τῆς ψυχῆς ἡγεμονικοῦ Διογένης ὁ Βαβυλώνιος, οὐκ ἐξ ἄλλου τινὸς ἔχει τὸ θαυμάζεσθαι πλὴν οὗ νῦν εἶπον ἀξιώματος ἤδη.
2.5.8. εἴσῃ δ’ ἐναργέστερον εἰ παραγράψαιμεν αὐτόν· ἔχει γὰρ ὧδε· “Φωνὴ διὰ φάρυγγος χωρεῖ. εἰ δὲ ἦν ἀπὸ τοῦ ἐγκεφάλου χωροῦσα, οὐκ ἂν διὰ φάρυγγος ἐχώρει. ὅθεν δὲ λόγος, καὶ φωνὴ ἐκεῖθεν χωρεῖ. λόγος δὲ ἀπὸ διανοίας χωρεῖ, ὥστ’ οὐκ ἐν τῷ ἐγκεφάλῳ ἐστὶν ἡ διάνοια.”
2.5.9. τὸν αὐτὸν δὴ τοῦτον λόγον Διογένης οὐ κατὰ τὴν αὐτὴν ἐρωτᾷ λέξιν, ἀλλ’ ὧδε· “῞Οθεν ἐκπέμπεται ἡ φωνή, καὶ ἡ ἔναρθρος, οὐκοῦν καὶ ἡ σημαίνουσα ἔναρθρος φωνὴ ἐκεῖθεν, τοῦτο δὲ λόγος. καὶ λόγος ἄρα ἐκεῖθεν ἐκπέμπεται ὅθεν καὶ ἡ φωνή.
2.5.10. ἡ δὲ φωνὴ οὐκ ἐκ τῶν κατὰ τὴν κεφαλὴν τόπων ἐκπέμπεται ἀλλὰ φανερῶς ἐκ τῶν κάτωθεν μᾶλλον. ἐκφανὴς γοῦν ἐστι διὰ τῆς ἀρτηρίας διεξιοῦσα. καὶ ὁ λόγος ἄρα οὐκ ἐκ τῆς κεφαλῆς ἐκπέμπεται, ἀλλὰ κάτωθεν μᾶλλον.
2.5.11. ἀλλὰ μήν γε κἀκεῖνο ἀληθές, τὸ τὸν λόγον ἐκ τῆς διανοίας ἐκπέμπεσθαι. ἔνιοι γοῦν καὶ ὁριζόμενοι αὐτόν φασιν εἶναι φωνὴν σημαίνουσαν ἀπὸ διανοίας ἐκπεμπομένην.
2.5.12. καὶ ἄλλως δὲ πιθανὸν ὑπὸ τῶν ἐννοιῶν ἐνσεσημασμένον τῶν ἐν τῇ διανοίᾳ καὶ οἷον ἐκτετυπωμένον ἐκπέμπεσθαι τὸν λόγον καὶ παρεκτείνεσθαι τῷ χρόνῳ κατά τε τὸ διανενοῆσθαι καὶ τὴν κατὰ τὸ λέγειν
Поделиться книгой в соц сетях:
Обратите внимание, что комментарий должен быть не короче 20 символов. Покажите уважение к себе и другим пользователям!