📚 Hub Books: Онлайн-чтение книгРазная литератураСочинения. Том 3 - Гален Клавдий

Сочинения. Том 3 - Гален Клавдий

Шрифт:

-
+

Интервал:

-
+
1 ... 40 41 42 43 44 45 46 47 48 ... 145
Перейти на страницу:
διὰ τοῦτ’ ἐξ ἀνάγκης ἡ τῆς ψυχῆς ἀρχὴ κατ’ αὐτόν ἐστιν, οὐδὲ ὅτι καθάπερ τινὰς δορυφόρους ἔχει τὰς αἰσθήσεις περιῳκισμένας, οὐδ’ εἴ γε καὶ τοῦτο λέγοι τις, ὅπερ οὐρανὸς ἐν ὅλῳ τῷ κόσμῳ, τοῦτ’ ἐν ἀνθρώποις εἶναι τὴν κεφαλὴν καὶ διὰ τοῦθ’, ὥσπερ ἐκεῖνος οἶκός ἐστι τῶν θεῶν, οὕτω τὸν ἐγκέφαλον οἶκον εἶναι τοῦ λογισμοῦ.

2.4.18. καὶ γὰρ τὰ τοιαῦτα πάντα καίπερ ὄντα πολὺ [μὲν] πιθανώτερα τῶν ἐπὶ τῆς καρδίας εἰρημένων, ὅμως οὐκ ἔστιν οὐδὲ αὐτὰ πιστὰ πρὸς ἐπιστήμην ἀκριβῆ καθάπερ οὐδὲ ὅτι τῆς φωνῆς ἡ καρδία δημιουργός ἐστιν.

2.4.19. εἰ μὲν γὰρ ἀπόδειξίν τινα διδάσκειν ἡμᾶς ἔχουσιν, ἡδέως ἀκουσόμεθα· τὸ δὲ ἀπὸ τῆς θέσεως μόνης ὁρμᾶσθαι μο-χθηρόν. οὕτω γάρ, οἶμαι, καὶ τὸν πνεύμονα καὶ τὴν τραχεῖαν ἀρτηρίαν ἀρχὴν τῆς φωνῆς ἐροῦμεν, ὡς ἐγγυτέρω γε ταῦτ’ ἐστὶ τῆς καρδίας τοῖς φωνητικοῖς ὀργάνοις. αὐτὸ μὲν γὰρ τὸ πρῶτόν τε καὶ ἴδιον ὄργανον τῆς φωνῆς ὁ λάρυγξ ἐστίν.

2.4.20. εἰ γοῦν κατωτέρω τέμοις αὐτοῦ τὴν τραχεῖαν ἀρτηρίαν, οὐκέτ’ ἀκούσῃ φωνοῦντος τοῦ ζῴου, καίτοι γ’ ἀναπνέον ἀκωλύτως ὄψει καὶ νῦν αὐτό. καὶ εἴπερ ἄνθρωπος εἴη τὸ οὕτω τρωθέν, ἐξέσται σοι κελεύειν αὐτῷ φθέγξασθαί τι.

2.4.21. προθυμηθήσεται μὲν γάρ, οὐδὲν δὲ ἀκούσῃ πλέον ἐκπνοῆς ῥοιζώδους, ἣν ἡμεῖς ὀνομάζομεν ἐκφύσησιν· ἄνευ δὲ τοῦ προθυμεῖσθαι φθέγξασθαι φέρεται μὲν ἔξω τὸ πνεῦμα κατὰ τὰς ἐκπνοάς, οὐ μὴν σὺν ψόφῳ γέ τινι καὶ ἀθρόως.

2.4.22. ὄψει δὲ καὶ τοὺς κατὰ τὸν θώρακα μῦς ἅμα τοῖς κατ’ ἐπιγάστριον, ὅταν προθυμῆται φθέγγεσθαι τὸ ζῷον, ἐντεινομένους σφοδρῶς.

2.4.23. τούτους μέν γε καὶ πρὸ τοῦ τρωθῆναι [τὴν τραχεῖαν ἀρτηρίαν] τὴν φάρυγγα σαφῶς ἐστιν ἰδεῖν τεινομένους, ἐπειδὰν βιαιότερον φωνῶμεν, ἀλλ’ ἐπί γε τετρωμένῃ τῇ φάρυγγι πονοῦσιν μάτην ὅσα γε πρὸς γένεσιν φωνῆς.

2.4.24. ἐκφύσησιν γὰρ μόνην ἐργάζονται διαφέρουσαν ἁπλῆς ἐκπνοῆς, ὅτι μετὰ ψόφου τε ἅμα καὶ τάχους ἐκκενοῦται τὸ πνεῦμα.

2.4.25. διττὸν οὖν ἁμαρτάνεται κἀνταῦθα ἁμάρτημα τοῖς τὴν φωνὴν ἐκ τῆς καρδίας ἐκπέμπεσθαι νομίζουσιν, ὅτι πρῶτον μὲν ἀπὸ τῆς θέσεως ἐπιχειροῦσιν, ἔπειτα δὲ οὐδὲ ἀπὸ ταύτης ὡς χρή.

2.4.26. τείνονται μὲν γὰρ οἵ τε κατὰ τὸν θώρακα μύες ἅπαντες οἵ τε κατ’ ἐπιγάστριον, ἐπειδὰν θελήσῃ φωνῆσαι τὸ ζῷον, εἰς τάσιν δή τινα καὶ κίνησιν ἀγόμενοι, τῆς καρδίας οὐδεμίαν ἐν τούτῳ νεωτέραν ἐπικτωμένης ἐνέργειαν· οὐ μὴν ἤδη γέ πω τὸ κάτωθεν ἀναφερόμενον πνεῦμα πρὶν ὑπὸ τοῦ λάρυγγος ῥυθμισθῆναι φωνῆς ἔχει ἰδέαν, ἀλλ’ ὡς εἴρηται πρόσθεν, ἐκφυσήσεως μόνης, ὡς ἀπεδείξαμεν ἐν τῇ Περὶ φωνῆς πραγματείᾳ.

2.4.27. πληττομένη γὰρ ὑπὸ τῶν κατὰ τὸν λάρυγγα χόνδρων οἷον ὑπὸ πλήκτρων τινῶν ἡ ἐκφύσησις αὕτη φωνὴ γίνεται.

2.4.28. σύγκειται δὲ ὁ λάρυγξ ἐκ τριῶν χόνδρων ὑπὸ μυῶν πολλῶν κινουμένων. ὅστις δὲ ὁ τρόπος ἐστὶ τῆς τῶν χόνδρων συστάσεως ἢ τῆς τῶν μυῶν κινήσεως, ἐμοὶ μὲν ἐν ταῖς περὶ τούτων πραγματείαις οἰκείαις ἀκριβῶς εἴρηται· τοῖς δὲ ἀπὸ τῆς θέσεως μόνης ἐπιχειροῦσιν οὐδὲν τῶν τοιούτων γιγνώσκεται.

2.4.29. κἄπειτα θαυμάζουσιν ἐξαίφνης ἀκούσαντες ἐξ ἐγκεφάλου γίγνεσθαι τὴν φωνήν· ἔτι δὲ μᾶλλον, ἐπειδὰν ἀκούσωσιν ὡς αἱ κατὰ προαίρεσιν ἅπασαι κινήσεις ὑπὸ μυῶν ἐπιτελοῦνται, θαυμάζουσί τε καὶ παραδοξολόγους ἡμᾶς ἀποκαλοῦσι, καίτοι γε ἡμεῖς ἅπερ ἐπαγγελλόμεθα λόγῳ ταῦτα ἐν ταῖς τῶν ζῴων ἀνατομαῖς ἐπιδείκνυμεν, οἱ δ’ οὐδὲν ἄλλο ἔχουσι λέγειν ἢ διότι πλησίον ἐστὶν ἡ καρδία τῆς φάρυγγος, διὰ τοῦτ’ ἐξ ἐκείνης ἄρχεσθαι τὴν φωνήν.

2.4.30. αἱροῦνται γάρ, οἶμαι, τὴν σύντομόν τε καὶ λείαν ὁδὸν ἐν τοῖς λόγοις ἀντὶ τῆς τραχείας τε καὶ μακρᾶς, κἂν αὕτη μὲν ἀπάγῃ πρὸς τὸ ζητούμενον, ἡ δὲ λεία τε καὶ ταχεῖα σφάλλῃ τἀληθοῦς. οὐδ’ ἔστιν ὅστις ἐμοί ποθ’ ὑπέμεινε δεικνύντι τοὺς μῦς ἅπαντας ὑφ’ ὧν ἡ ἀναπνοή τε γίγνεται καὶ φωνή.

2.4.31. καίτοι γ’ οὐκ ἐν τούτοις μόνοις ἐστὶ τὸ κῦρος τῆς ἀποδείξεως, ἀλλ’ ἡ τρίτη μοῖρα τοῦ λόγου παντός. οἱ μὲν γὰρ μύες ὄργανά τινα κινοῦσιν ὑφ’ ὧν ἀναπνοή τε καὶ φωνὴ γίγνεται, δέονται δ’ αὐτοὶ πάλιν ὅπως κινηθῶσι τῶν ἀπ’ ἐγκεφάλου νεύρων, ὧν εἴ τι βρόχοις διαλάβοις εἴτε τέμοις, ἀκίνητον μὲν αὐτίκα μάλα ποιήσεις τὸν μῦν ἐκεῖνον, εἰς ὃν τὸ νεῦρον ἐνέβαλεν, ἀκίνητον δὲ καὶ τοῦ ζῴου τὸ μέλος, ὃ πρότερον ὑπὸ τοῦ μυὸς ἐκινεῖτο, πρὶν τμηθῆναι τὸ νεῦρον.

2.4.32. ὅστις οὖν ὄντως ἀληθείας ἐρᾷ, πρὸς ἡμᾶς ἡκέτω μαθησόμενος ἐναργῶς ἐπ’ αὐτῶν τῶν ζῴων, εἰ μόνον ἔχοι τὰς αἰσθήσεις ἀπηρώτους, ὑφ’ ἑτέρων μὲν ὀργάνων τε καὶ μυῶν καὶ νεύρων εἰσπνοὴν ἀβίαστον γιγνομένην, ὑφ’ ἑτέρων δὲ τὴν μετὰ βίας·

2.4.33. ὀνομάζω δὲ ἀβίαστον μὲν τὴν τοῖς ὑγιαίνουσι καὶ μηδεμίαν ἰσχυρὰν κίνησιν κινουμένοις ὑπάρχουσαν, βιαίαν δὲ τὴν ἔν τε πάθεσί τισι καὶ τοῖς σφοδροῖς γυμνασίοις ἐπιτελουμένην, ἐφ’ ἧς εὐθέως ὄψει συνεξαιρόμενα καὶ τὰ κατὰ τὰς ὠμοπλάτας ἅπαντα μόρια· καὶ δὴ κατὰ τὰς ἀνάλογον αὐταῖς ἐκπνοὰς ὑφ’ ἑτέρων μὲν ὀργάνων τε καὶ μυῶν καὶ νεύρων τὴν ἀβίαστόν τε καὶ μικράν, ὑφ’ ἑτέρων δὲ τὴν βίαιόν τε καὶ μεγάλην, ἣν ὀνομάζειν ἔθος ἡμῖν ἐκφύσησιν.

2.4.34. ἐπὶ δὲ τούτοις ἅπασιν ἑξῆς ὑποδείξομέν σοι τὸ τῆς φωνῆς ἴδιον ὄργανον, τὸν λάρυγγα, καὶ τοὺς κινοῦντας αὐτὸν μῦς καὶ τὰ τῶν μυῶν ἐκείνων νεῦρα τὰ ἐξ ἐγκεφάλου καθήκοντα καὶ μετὰ ταῦτα τὴν γλῶτταν, ἕτερον ὄργανον οὐ φωνῆς, ἀλλὰ διαλέκτου τε καὶ διαλέξεως, ὁποτέρως ἂν ὀνομάζειν ἐθελήσῃς, καὶ τοὺς μῦς ἐπιδείξομέν σοι καὶ τὰ νεῦρα τὰ ἐξ ἐγκεφάλου.

2.4.35. καὶ δὴ καὶ ζῷα πλείω παρασκευάσαντες ἄλλην κατ’ ἄλλο τῶν εἰρημένων ἐνεργειῶν ἐπιδείξομεν ἀπολλυμένην ἐφ’ ἑκάστου τῶν ἀπ’ ἐγκεφάλου νεύρων τεμνομένου.

2.4.36. τάχ’ ἴσως ἐπιθυμεῖ τις ἀκοῦσαι τῶν εἰρημένων ἐνεργειῶν ἑκάστης τὸ ἴδιον ὄργανον καὶ τοὺς κινοῦντας μῦς οἵτινές τέ εἰσι καὶ πόσοι τὸν ἀριθμὸν ἥντινά τε θέσιν ἔχουσι καὶ πηλίκοι τὸ μέγεθος ὑπάρχουσι καὶ τίνα δέχονται νεῦρα καὶ πόσα καὶ πηλίκα καὶ κατὰ τί μάλιστα μέρος ἐξ ἐγκεφάλου βλαστάνοντα τίς τε τοῖς ὑπ’ αὐτῶν κινουμένοις ὀργάνοις τρόπος ἐστὶ τῆς κινήσεως.

2.4.37. ἐγὼ δὲ καὶ πρόσθεν εἶπον ὡς πολλάκις ὑπὲρ τῶν αὐτῶν γράφειν οὐκ ἐπαινῶ, ἀλλ’ εἴπερ ὄντως ἐστί τις φιλομαθής, ἑτέρας ὑπὲρ τούτων ἁπάντων ἔχει πραγματείας ἡμῖν γεγραμμένας, πρῶτον μὲν τὴν περὶ θώρακός τε καὶ πνεύμονος κινήσεως, ἔνθα δείκνυμεν ὑπὸ τοῦ θώρακος κινούμενον τὸν πνεύμονα καὶ κατὰ μὲν τὰς διαστολὰς διαστελλόμενον ἕλκειν τὸν ἔξωθεν ἀέρα καὶ τοῦτ’ εἶναι τὴν εἰσπνοήν, κατὰ δὲ τὰς συστολὰς συστελλόμενον ἐκθλίβειν τὸν ἐν αὑτῷ περιεχόμενον εἴς τε τὴν φάρυγγα καὶ τὸ στόμα καὶ διὰ τούτων ἐκπέμπειν ἔξω καὶ τοῦτ’ εἶναι τὴν ἐκπνοήν.

2.4.38. ἑτέραν δ’ ἔχει πραγματείαν ἐφεξῆς τῇδε Περὶ τῶν τῆς ἀναπνοῆς αἰτίων, ἔνθα καὶ τοὺς μῦς ἅπαντας ἐδήλωσα καὶ τὰ

1 ... 40 41 42 43 44 45 46 47 48 ... 145
Перейти на страницу:

Комментарии

Обратите внимание, что комментарий должен быть не короче 20 символов. Покажите уважение к себе и другим пользователям!

Никто еще не прокомментировал. Хотите быть первым, кто выскажется?