Сочинения. Том 3 - Гален Клавдий
Шрифт:
Интервал:
3.8.7. ἡ μὲν γὰρ εἰς αὐτὸν κατάποσις τῆς Μήτιδος καὶ ἔνδον τοῦ Διὸς τῆς ᾿Αθηνᾶς γένεσις κατ’ ἀμφοτέρους τοὺς λόγους ἐστίν˙ διαφέρουσι δ’ ἐν τῷ πῶς ταῦτα συνετελέσθη, πρὸς τὸν ἐνεστῶτα λόγον οὐθενὸς ὄντος <τοῦ> τοιούτου.
3.8.8. τὸ γὰρ κοινὸν ἐν αὐτοῖς ὑπάρχον μόνον χρήσιμόν ἐστι πρὸς τὰ ἐνεστηκότα. λέγεται δ’ ἐν μὲν τῇ Θεογονίᾳ οὕτως·
3.8.9. “Ζεὺς δὲ θεῶν βασιλεὺς πρώτην ἄλοχον θέτο Μῆτιν,
πλεῖστα θεῶν εἰδυῖαν ἰδὲ θνητῶν ἀνθρώπων.
ἀλλ’ ὅτε δή ῥα ἔμελλε θεὰν γλαυκώπιδ’ ᾿Αθήνην
τέξεσθαι, τότ’ ἔπειτα δόλῳ φρένας ἐξαπατήσας
αἱμυλίοισι λόγοισιν ἑὴν ἐγκάτθετο νηδύν˙
ὥς οἱ συμφράσ<σ>αιτο θεὰ ἀγαθόν τε κακόν τε.”
3.8.10. εἶτα προελθών φησιν οὕτως·
“αὐτὸς δ’ ἐκ κεφαλῆς γλαυκώπιδα γείνατ’ ᾿Αθήνην,
δεινήν, ἐγρεκύδοιμον, ἀγέστρατον, ἀτρυτώνην,
πότνιαν, ᾗ κέλαδοί τε ἅδον πόλεμοί τε μάχαι τε.”
στήθεσι γὰρ αὐτοῖς ἔνδον εὔδηλον ὅτι ἀπέθετο τὴν Μῆτιν, καὶ οὕτως φησὶν αὐτὴν γεννῆσαι κατὰ τὴν κεφαλήν.
3.8.11. ἐν δὲ τοῖς μετὰ ταῦτα πλείω διεληλυθότος αὐτοῦ τοι-αῦτ’ ἐστὶ τὰ λεγόμενα·
˝ἐκ ταύτης ἔριδος ἡ μὲν τέκε φαίδιμον υἱὸν
῞Ηφαιστον τέχνῃσιν ἄνευ Διὸς αἰγιόχοιο,
ἐκ πάντων παλάμῃσι κεκλημένον οὐρανιώνων.
3.8.12. αὐτὰρ ὅ γ’ ᾿Ωκεανοῦ καὶ Τηθύος ἠυκόμοιο
κούρην νόσφ’ ῞Ηρης παρεδέξατο
καλλιπαρῄου, ἐξαπαφὼν Μῆτιν, καίπερ πολὺ δινεύουσαν.
συμμάρψας δ’ ὅ γε χερσὶν ἑὴν ἐγκάτθετο νηδύν,
δείσας μὴ τέξῃ κρατερώτερον ἄλλο κεραυνοῦ.
3.8.13. τοὔνεκά μιν Κρονίδης ὑψίζυγος αἰθέρι ναίων
κάππιεν ἐξαπίνης. ἡ δ’ αὐτίκα Παλλάδ’ ᾿Αθήνην
κύσατο·τὴν μὲν ἔτικτε πατὴρ ἀνδρῶν τε θεῶν τε
πὰρ κορυφὴν Τρίτωνος ἐπ’ ὄχθῃσι<ν> ποταμοῖο.
Μῆτις δ’ αὖτε Ζηνὸς ὑπὸ σπλάγχνοις λελαθυῖα
ἧστο, ᾿Αθηναίης μήτηρ, τέκταινα δικαίων,
πλεῖστα θεῶν εἰδυῖα καταθνητῶν τ’ ἀνθρώπων.
3.8.14. ἔνθα θεὰν παρέδεκτο Θέμιν· παλάμαις περὶ πάντων
ἀθανάτων ἐκέκασθ’ <οἳ> ᾿Ολύμπια δώματ’ ἔχουσιν,
αἰγίδα ποιήσασα φοβέστρατον ἔντος ᾿Αθήνῃ·
σὺν τῇ ἐγείνατό μιν πολεμήια τεύχε’ ἔχουσαν.˝”
3.8.15. ταῦτα προειπὼν ὁ Χρύσιππος ἑξῆς αὐτοῖς συνάπτων τάδε γράφει˙ “τὰ μὲν οὖν περὶ τῆς ᾿Αθηνᾶς λεγόμενα τοιαῦτά ἐστιν, ἄλλου τινὸς συμβόλου ποιοῦντ’ ἔμφασιν.
3.8.16. πρῶτον μὲν γὰρ ἡ Μῆτις λέγεται ὡσανεί τις φρόνησις καὶ περὶ τῶν κατὰ τὸν βίον τέχνη, ᾗ τὰς τέχνας δεῖ καταπίνε-σθαι καὶ ἐναποτίθεσθαι, καθ’ ὃν λόγον καὶ τὰ λεγόμενά τινας καταπίνειν φαμέν, διὰ δὲ τὴν κατάποσιν συνηκολουθηκότως λέγεται καὶ εἰς τὴν κοιλίαν ἀποτίθεσθαι αὐτά.
3.8.17. μετὰ ταῦτα τὴν καταποθεῖσαν τοιαύτην τέχνην τίκτειν εὔλογον ἐν αὐτοῖς παραπλησίαν τῆς τικτούσης μητρός· πρός τε τούτοις τὰ ὑπὸ τῶν ἐπιστημῶν τικτόμενα ἐν αὐτοῖς· πῶς δ’ ἂν ἐκπορεύοιτο καὶ διὰ τίνος μάλιστα, πάρεστι σκοπεῖν.
3.8.18. φανερὸν γὰρ ὅτι λόγῳ ἐκφέρεται διὰ τοῦ στόματος κατὰ τὴν κεφαλήν, ἐξ ἴσου οὕτως τῆς κεφαλῆς λεγομένης ὃν τρόπον προβάτου κεφαλὴ λέγεται καὶ τὰς κεφαλὰς ἀφαιροῦσί τινων, καθ’ ὃν λόγον παραγινόμενον καὶ ἐκ τῆς κορυφῆς λέγε-ται γενέσθαι, τῶν τοιούτων παραλλαγῶν κατὰ σύμβολον γι-νομένων πλειόνων.
3.8.19. καὶ χωρὶς δὲ τῆς ἱστορίας ταύτης ἀπ’ αὐτοῦ μόνον τοῦ γενέσθαι ταύτην κατὰ τὴν κεφαλὴν τὰ παραπλήσια <ἄν> τις λέγοι˙ οὐ γὰρ ἐν τῇ κεφαλῇ φησιν αὐτὴν γενέσθαι, εἰ μή τινες διαστρέφοντες ἢ παραλ<λ>άττοντες τὸν λόγον ἐξελθεῖν ταύτῃ γινομένην ἄλλως ἔροιντο˙ ὥστε μᾶλλον καὶ τοῦτο σύμβολον πρὸς τὸν ἕτερον εἶναι, ὡς ἔφην. τὰ γὰρ ἐν αὐτοῖς γινόμενα τεχνικὰ κατὰ τὴν κεφαλὴν ἐξιόντα μάλιστα ἀποσημαίνει τὸν προειρημένον λόγον”.
3.8.20. αὕτη μὲν ἡ τοῦ Χρυσίππου ῥῆσις. ἐπεὶ δ’ ἐστὶ πάνυ μακρὰ καὶ διὰ τοῦτ’ ἴσως τινὲς οὐκ ἀκριβῶς αὐτῆς ἅπαντα τὸν νοῦν καταμανθάνουσιν, ἐγὼ πειράσομαι διὰ βραχέων εἰπεῖν ἃ βούλεται δηλοῦν.
3.8.21. οὐ μάχεταί μοι, φησίν, ὁ μῦθος λέγων ἐκ τῆς τοῦ Διὸς κεφαλῆς γεγεννῆσθαι τὴν ᾿Αθηνᾶν φρόνησιν ὑπάρχουσαν.
3.8.22. οὐ γὰρ αὐτὸ τοῦτο μόνον εἴρηται κατ’ αὐτόν, ἀλλ’ ὅτι καταπιὼν τὴν Μῆτιν ὁ Ζεὺς καὶ ὥσπερ ἐγκύμων ἐξ αὐτῆς γενόμενος τὴν γεννηθεῖσαν ἐν αὑτῷ κόρην ἀπεκύησε διὰ τῆς κεφαλῆς.
3.8.23. εἰρῆσθαι δ’ οὕτω φησὶ τὰ κατὰ τὸν μῦθον, ἐπειδὴ τὰς τέχνας ἁπάσας ἐν τῇ καρδίᾳ συνισταμένας διὰ τὸν λόγον εἰς τὸ φανερὸν ἐκφερόμενοί τινες λόγοι διὰ τῆς κεφαλῆς ἐξιᾶσιν.
3.8.24. ἔστι γὰρ καὶ τὸ στόμα τῆς κεφαλῆς μόριον. οὐ γὰρ τὸ τετριχωμένον μόνον ἀλλὰ καὶ τὸ μετὰ τὸν τράχηλον ἄνωθεν ἅπαν ὀνομάζεσθαι κεφαλήν, καθ’ ὃ σημαινόμενον ἀποτμηθῆναί τινος λέγομεν τὴν κεφαλήν.
3.8.25. εἰ δὲ μὴ διὰ τοῦ στόματος τοῦ Διός, ἀλλ’ ἐκ τῆς κορυφῆς ἐμυθολόγησεν ἐξεληλυθέναι τὴν ᾿Αθηνᾶν, οὐδὲν ἄτοπον εἶναί φησι τοιούτων παραλλαγῶν κατὰ σύμβολον γινομένων πλειόνων.
3.8.26. ἐν τούτοις τοῖς λόγοις ὁ Χρύσιππος τὰ μὲν ἄλλα πιθανῶς τε ἅμα καὶ εὐμηχάνως ἐξηγεῖται τοῦ μύθου προσαρμόττων αὐτὸν τῷ Στωϊκῷ δόγματι· τὸ δὲ συνέχον τε καὶ κυ-ριώτατον τοῦ λόγου παντός, ὑπὲρ οὗ δίκαιον ἦν ἀγωνίσασθαι, μάλιστα διὰ ταχέων παρέδραμεν ὡς κἀν τοῖς πρόσθεν ἐποίησεν ἐξηγούμενος ὅπως οἱ πολλοὶ λέγουσι τοὺς μὲν οὐκ ἔχειν, τοὺς δ’ ἔχειν ἐγκέφαλον.
3.8.27. ὡς γὰρ ἐν ἐκείνοις αὐτὸ τὸ ζητούμενον τάχιστα παρῆλθεν ἐν τοῖς ἔξωθεν αὐτοῦ μηκύνας ἐπὶ πλεῖστον, οὕτω κἀνταῦθα τὸ συνέχον αὐτὸ τοῦ λόγου διὰ ταχέων παρέδραμεν ἀρκεσθεὶς εἰπεῖν διὰ τοῦτ’ ἐκ τῆς κορυφῆς γεγεν<ν>ῆσθαι τὴν ᾿Αθηνᾶν, οὐκ ἐκ τοῦ στόματος, “τοιούτων παραλλαγῶν κατὰ σύμβολον γινομένων πλειόνων”.
3.8.28. ἐχρῆν γὰρ αὐτὸν ἢ μηδ’ ὅλως ἧφθαι τοῦ μύθου μηδέν γ’ ἀναγκαῖον ἔχοντος ἀνδρὶ φιλοσόφῳ πρὸς ἀπόδειξιν δόγματος, ἢ ἁπτόμενον, ὅπερ ἦν μάλιστα τὴν ἀντιλογίαν συνέχον, ἀκριβῶς ἅπαν διεξελθεῖν, εἰ καὶ πλειόνων ἔχρῃζε λόγων, οὐκ ὀκνήσαντα τοὺς πολλοὺς προσγράψαι.
3.8.29. βουλόμενος δ’ ἄν τις οἶμαι καὶ τοὺς τοιούτους ἑτέρως ἐξηγεῖσθαι πολλὰς ἐπιχειρημάτων ἀφορμὰς ἐκ τῶν κατὰ τὰς ἀνατομὰς φαινομένων δύναιτο λαμβάνειν, ὑπὲρ ὧν ἐπὶ πλέον μὲν ἐν τοῖς ἑξῆς ἀναγκαῖον ἔσται διελθεῖν ἐπειδὰν περὶ τοῦ ψυχικοῦ πνεύματος ὁ λόγος ἡμῖν γίγνηται, διὰ βραχέων δ’ ἂν καὶ νῦν αὐτὰ μόνον εἴποιμι τὰ κεφάλαια τῶν μελλόντων ἀποδειχθήσεσθαι.
3.8.30. ὥσπερ γὰρ αὐτὸ τὸ σῶμα τῆς καρδίας ἐξ ἑαυτοῦ διαστελλόμενόν τε καὶ συστελλόμενον ἐν μέρει τὰς ὕλας τε ἕλκει καὶ αὖθις ἐκπέμπει, κατὰ τὸν αὐτὸν τρόπον ὁ ἐγκέφαλος ἐπειδὰν προέληται τοῦ περιεχομένου κατὰ τὰς ἑαυτοῦ κοιλίας πνεύματος, ὃ δὴ καὶ ψυχικὸν ὀνομάζομεν, ἐπιπέμψαι τινὶ μορίῳ, τὴν εἰς τοῦτ’ ἐπιτήδειον κίνησιν κινηθεὶς οὕτως ἐπιπέμπει.
3.8.31. γένεσις δὲ τῷ πνεύματι τῷδε τῷ κατὰ τὰς κοιλίας αὐτοῦ τάχα μέν τις ὀλίγη καὶ
Поделиться книгой в соц сетях:
Обратите внимание, что комментарий должен быть не короче 20 символов. Покажите уважение к себе и другим пользователям!