📚 Hub Books: Онлайн-чтение книгРазная литератураСочинения. Том 2 - Гален Клавдий

Сочинения. Том 2 - Гален Клавдий

Шрифт:

-
+

Интервал:

-
+
1 ... 179 180 181 182 183 184 185 186 187 ... 216
Перейти на страницу:
φύσιν ὑπαλλάττει χροιάς. καὶ µὲν δὴ καὶ πολλοῖς ἅµα µορίοις ἐστὶν εὑρεῖν ποτε συµβαίνουσαν ἄχροιαν ἐν πολλοῖς τῶν νοσηµάτων, ἤτοι περὶ τὰ σκέλη µᾶλλον, ἢ περὶ τὸ πρόσωπον, ἢ σύµπαν γε τὸ ἄνω τοῦ σώµατος, ἢ σύµπαν τὸ κάτω. τὰς µὲν οὖν ὁρατὰς διαφορὰς ἐν τούτοις ἐπισκεπτέον, τὰς δ’ ὀσφρητὰς ἐπί τε τῆς ἀναπνοῆς καὶ τῆς διαπνοῆς πρῶτον. ὀνοµάζω δὲ τὴν µὲν διὰ λάφυγγος ὁλκήν τε καὶ αὖθις ἔκπεµψιν τοῦ πέριξ ἀέρος, ἀναπνοήν· τὴν δὲ καθ’ ὅλον τὸ σῶµα, διαπνοήν. αἱ τοίνυν κατὰ ταύτας γινόµεναι δυσωδίαι παρὰ φύσιν ἐν τῷ τῶν συµπτωµάτων τετάξονται γένει, µετὰ δὲ ταύτας αἱ κατὰ τὰ ὦτα καὶ ῥῖνας καὶ µασχάλας καὶ ὅσα µόρια κατὰ πάθος σήπεται. καὶ µὲν δὴ κᾀν ταῖς ἐρυγαῖς ἔστιν εὑρεῖν ταὐτὸ τοῦτο γένος τῶν συµπτωµάτων, ἤτοι καπνώδους, ἢ ὀξώδους, ἢ βροµώδους, ἢ ἰχθυώδους, ἤ τινος ἑτέρας τοιαύτης ποιότητος ἐξοζούσης τῆς ἐρυγῆς. κατὰ δὲ τὰς γευστὰς διαφορὰς αὐτῷ τῷ κάµνοντι τεκµαίρεται τὰ συµπτώµατα. καὶ γὰρ ἱδρῶτος ἐγεύσαντό ποτε παραῤῥυέντος εἰς τὸ στόµα, καὶ τοῦ κατ’ αὐτὴν τὴν γλῶτταν σιάλου τῆς ποιότητος ἐξηλλαγµένης. ὥσπερ οὖν καὶ τοῦ αἵµατος, οἷς καὶ τοῦτο διὰ στόµατος ἐκκενοῦται καθ’ ὁντιναοῦν τρόπον, οἱ µὲν ἐπισήµως γλυκέος ἢ ἁλµυροῦ γέ τινος ἢ πικροῦ τὴν αἴσθησιν ἴσχουσιν· οὕτω δὲ καὶ τῶν ἐκ πνεύµονος ἀνα-γοµένων καὶ τῶν ἐκ γαστρὸς ἐµουµένων οἱ µὲν ὀξέων, οἱ δ’ ἁλικῶν, οἱ δὲ πικρῶν, οἱ δὲ γλυκέων, οἱ δ’ αὐστηρῶν αἰσθάνονται. πολλοὶ δὲ τῶν ἰατρῶν καὶ ἱδρῶτος γεύεσθαι δικαιοῦσιν αὐτοὶ καὶ προσέτι τοῦ κατὰ τὰ ὦτα ῥύπου· τεκµαίρεσθαι γάρ τι κᾀκ τούτου. καὶ µὴν καὶ τὰς ἁπτὰς διαφορὰς ἐν τούτοις τοῖς συµπτώµασιν ἀριθµητέον, ἐπειδὰν ἐξιστῶνται τοῦ κατὰ φύσιν, οἷον δέρµα σκληρὸν καὶ περιτεταµένον καὶ καρφαλέον. οὕτω δὲ καὶ πλαδαρὸν ἢ ῥυσσὸν ἤ τινα τοιαύτην ἑτέραν ἔχον διαφοράν. ἐξ οὖν τῶν εἰρηµένων δῆλον, ὡς καὶ τοῦτο τὸ γένος ἅπαν ὑπὸ νοσηµάτων γίνεται. τὰς µὲν γὰρ κατά τε τὴν χροιὰν καὶ ἀτµὸν καὶ χυµὸν ἁπάσας διαφορὰς αὐτῶν τῶν στερεῶν σωµάτων ἐν τοῖς φυσικοῖς λόγοις ἐµάθοµεν ἑποµένας ταῖς κράσεσιν·οὕτω δὲ καὶ τὰς ἁπτὰς, καὶ πολύ γ’ ἔτι µᾶλλον ἁπασῶν τῶν εἰρηµένων, ὅτι ταῖς δραστικαῖς ποιότησιν ὁµογενεῖς αὐτὰς εἶπον, ὡς ὑπὸ τῆς αὐτῆς αἰσθήσεως κρινοµένας· καὶ γὰρ µαλακότης καὶ σκληρότης ὑπὸ τῆς ἁφῆς δοκιµάζονται, καθάπερ αἱ δραστικαὶ ποιότητες ὁµογενεῖς ὑπάρχουσαι. ὥσθ’ ὅσον ἐν αὐταῖς παρὰ φύσιν, ἔκγονον ἅπαν τοῦτο δυσκρασίας ἐστὶν, ὥσπέρ γε καὶ τὸ κατὰ φύσιν εὐκρασίας. ἀλλ’ ἔστιν ἅπασα δυσκρασία νόσος. ὥστε καὶ τὰ τοιαῦτα συµπτώµατα νοσηµάτων ἔκγονα. τὰ δ’ ἐξ ἐπιῤῥύτου τινὸς ὑγρότητος ἐγγινόµενα τοῖς µορίοις, ὁµογενῆ τοῖς εἰρηµένοις ὑπάρχοντα συµπτώµασι, τὰ µὲν γὰρ ἐµφράξεσιν, ἢ θλίψεσιν ἑπόµενα, τὰ δὲ τοῖς τῶν ἑλκτικῶν τε καὶ ἀποκριτικῶν δυνάµεων ἔργοις κακῶς γινοµένοις, ἀνάγκη καὶ ταῦτα τὴν οἷον πηγὴν τῆς γενέσεως ἔχειν τὰ νοσήµατα. ἡ µὲν οὖν κατὰ τὸ ἧπαρ ἔµφραξις νόσηµα οὖσα συνθέτου τε καὶ ὀργανικοῦ σώµατος, αἰτία τῆς κατὰ τὸν ἴκτερον ἀχροίας ἐστίν. ἡ δὲ καθ’ ἕκαστον τῶν µορίων δυσκρασία, νόσηµα οὖσα καὶ αὐτὴ τῶν τοιούτων σωµάτων, ἄλλοτ’ ἄλλην αὐτῶν ἐµποδίζει δύναµιν, ἤτοι τὴν ἕλκουσαν, ἢ τὴν ἀποκρίνουσαν, ἤ τινα ἑτέραν, ἐφ’ αἷς ἀνωµάλως τε καὶ ἀτάκτως τῶν ἐν τῷ σώµατι διαῤῥεόντων ὑγρῶν ἄλλοτ’ ἄλλο µόριον ἀλλοιοῦται κατὰ χροιὰν καὶ ἀτµὸν καὶ χυµὸν καὶ τὰς ἁπτὰς ἁπάσας διαφοράς. ἀλλὰ µὴν καὶ ὅσον ὑπόλοιπόν ἐστι συµπτωµάτων γένος, ἤτοι περὶ φωνὰς καὶ ψόφους τοὺς κατὰ τὸ ζῶον, ἤτοι κᾀν τοῖς ἐκκρινοµένοις τοῦ σώµατος ἢ ἐπεχοµένοις, ἔκγονον ἅπαν καὶ τοῦτο νοσηµάτων ἐστὶν, ἢ αὐτῶν ἄντικρυς, ἢ διὰ µέσων τινῶν συµπτωµάτων. ἐν µὲν γὰρ ταῖς φωναῖς αἵ τε κατὰ τὸ στόµα καὶ τὴν φάρυγγα καὶ τὴν τραχεῖαν ἀρτηρίαν καὶ τὸν πνεύµονα καὶ τὸν θώρακα νόσοι τὰ συµπτώµατ’ αὐτῶν ἐργάζονται, κλονώδεις τέ τινας καὶ τροµώδεις καὶ βραγχώδεις καὶ κλαγγώδεις ἀποτελοῦσαι φωνάς· ἐν ἄλλοις δέ τισι τοῦ ζώου µορίοις ἦχοί τε καὶ βορβορυγµοὶ καὶ τρυσµοὶ καὶ ὅσα τοιαῦτα, τὰ µὲν ὑπὸ στενοχωρίας ὀργάνων ἢ κινήσεως πληµµελοῦς, τὰ δὲ ὑπὸ πλεονεξίας φυσώδους πνεύµατος, ἢ καί τινων ἢ καὶ πάντων ἅµα τούτων συνιόντων ἀποτελεῖται περὶ ὧν ἐπιπλέον ἐν ταῖς τῶν συµπτωµάτων αἰτίαις εἰρήσεται.

6. Τὰ δ’ ἐκκρινόµενα τοῦ σώµατος, ἢ κατεχόµενα παρὰ φύσιν, εἰς τρεῖς µὲν τέµνεται καὶ αὐτὰ τὰς πρώτας διαφορὰς, ἢ ταῖς οὐσίας ὅλαις, ἢ ταῖς ποιότησιν, ἢ ταῖς ποσότησιν ἐξιστάµενα τοῦ κατὰ φύσιν. ἕπεται δὲ πάντως νοσήµασιν ἢ αὐτοῖς ἄντικρυς ἢ διὰ µέσων ἑτέρων συµπτωµάτων. αἱµοῤῥαγία µὲν γὰρ ὅλῳ τῷ γένει τῆς ἐκκρινοµένης οὐσίας παρὰ φύσιν ἐστίν. ἀλλ’ ἤτοι τρωθέντος ἢ ῥαγέντος ἢ ἀναστοµωθέντος ἢ διαβρωθέντος ἀγγείου γίνεται. τούτων δὲ ἡ µὲν τρῶσις καὶ ἡ ῥῆξις καὶ ἡ διάβρωσις νόσηµά ἐστιν ὁµοιοµεροῦς ἴδιον· ἡ δ’ ἀναστόµωσις ἴδιον ὀργανικοῦ, ποτὲ µὲν τῆς περισταλτικῆς δυνάµεως ἀῤῥωστούσης, ποτὲ δὲ τῆς ἀποκριτικῆς ἀµέτρως κινουµένης, ποτὲ δὲ ἀµφοτέρων ἅµα βεβλαµµένων ἀποτελουµένη. οὕτω δὲ καὶ ῥοῦς γυναικεῖος ἤτοι διὰ τὰ τῶν εἰρηµένων ἐνεργειῶν συµπτώµατα γένοιτ’ ἂν, ἢ λεπτοῦ καὶ ὀῤῥώδους τοῦ παντὸς αἵµατος ἀποτελεσθέντος. ἔστι δὲ καὶ τοῦτο σύµπτωµα, γένεσις δ’ αὐτοῦ πολυειδής. ἤτοι γὰρ τῆς ἐξαιµατούσης δυνάµεως, ἢ τῆς διακρινούσης τό τε λεπτὸν καὶ ὀῤῥῶδες, ἢ τῆς ἐκκρινούσης, τὸ σφάλµα. γένοιτο δ’ ἄν ποτε καὶ τῆς καθεκτικῆς ἀµέτρως ἐνεργούσης καὶ τοῦ δέρµατος πυκνωθέντος καὶ τῶν νεφρῶν στεγνωθέντων. οὕτω δὲ καὶ ἱδρῶτας ἀµέτρως ἐκκρίνεσθαι, ἢ ἴσχεσθαι µὴ δεόντως, ἤτοι διὰ τὴν τοῦ δέρµατος διάθεσιν, ἢ διά τινα τῶν εἰρηµένων δυνάµεων, ἢ δι’ αὐτὴν τὴν τῶν ὑγρῶν φύσιν ἀναγκαῖον γίνεσθαι. καὶ δῆλον ὡς ἐν ἅπασι τοῖς τοιούτοις λόγοις παραδιαζευκτικοῖς συνδέσµοις χρώµεθα. πάντως µὲν γὰρ ἐφ’ ἑκάστῳ τῶν εἰρηµένων συµπτωµάτων εἷς τις ὑπάρχει τρόπος τῆς αἰτίας, οὐ µὴν κεκώλυταί γε δύο καὶ τρεῖς καὶ πάντας ἅµα συνιέναι. δῆλον δὲ ὡς ἐκ τούτου τοῦ γένους ἐστὶ τῶν συµπτωµάτων, δυσουρία τε καὶ ἰσχουρία καὶ στραγγουρία καὶ ὁ καλούµενος ὕδρωψ εἰς ἀµίδα, τινὲς δὲ διαβήτην αὐτὸν ὀνοµάζουσι, ἄλλοι δὲ διάῤῥοιαν εἰς οὖρα. καὶ µὲν δὴ καὶ τὰ χρώµατα τῶν ἐκκρινοµένων παρὰ φύσιν, ἢ τὰς ὀσµὰς, οὐδὲν ἔτι δεόµεθα δεικνύειν ἐξ ἀνάγκης ἑπόµενα ταῖς νόσοις, εἴ γε µηδὲν τῶν τοιούτων ἄνευ δυσκρασίας γίνεται. δῆλον δὲ καὶ ὡς τὸ προκείµενον ἀποδέδεικται σαφῶς. ἁπάσης γὰρ τῶν συµπτωµάτων τῆς φύσεως ἡγεῖσθαι χρὴ νοσήµατα, ὡς γίνεσθαι πολλάκις οἷον στίχον τινὰ συµπτωµάτων ἐφεξῆς ἀλλήλοις· ὑπὸ µὲν τοῦ νοσήµατος αὐτοῦ τὸ πρῶτον, ὑπὸ δὲ τούτου τὸ δεύτερον, εἶτ’ αὖθις ὑπ’ ἐκείνου τὸ τρίτον, εἶθ’ ἑξῆς ἐπὶ τούτῳ τὸ τέταρτον. ἀλλ’ ἐνταῦθα µὲν προσέχειν ἀκριβῶς χρὴ τὸν νοῦν καὶ διορίζειν ἐπιµελῶς τῶν ἔργων τοῦ

1 ... 179 180 181 182 183 184 185 186 187 ... 216
Перейти на страницу:

Комментарии

Обратите внимание, что комментарий должен быть не короче 20 символов. Покажите уважение к себе и другим пользователям!

Никто еще не прокомментировал. Хотите быть первым, кто выскажется?