Сочинения. Том 2 - Гален Клавдий
Шрифт:
-
+
Интервал:
-
+
Перейти на страницу:
µὲν γένους εἰσὶ τῶν συµπτωµάτων κατὰ µὲν δὴ τὴν ὄρεξιν ἀνορεξίαι τε καὶ δυσορεξίαι καὶ ἄµετροι σιτίων ἐπιθυµίαι· κατὰ δ’ αὖ τὴν πέψιν ἀπεψίαι τε καὶ βραδυπεψίαι καὶ δυσπεψίαι. καὶ µὲν δὴ καὶ περὶ τὴν ἀνάδοσιν ὡσαύτως, καὶ περὶ τὴν τοῦ αἵµατος γένεσιν, ἢ µὴ γιγνοµένην ἢ κακῶς γιγνοµένην, συµπτώµατα ἔσται. τούτου τοῦ γένους εἰσὶ τῶν συµπτωµάτων καὶ οἱ ὕδεροι. καὶ µέν γε κατὰ τὴν τῆς θρέψεως ἐνέργειαν ἀτροφίαι µέν τινες καὶ φθίσεις εἰσὶν αἱ ἀποτυχίαι· λευκᾶς δὲ καὶ ὀφιάσεις καὶ ἀλωπεκίας καὶ πᾶν ὅσον τι τοιοῦτον εἶδος συµπτώµατος αἱ µοχθηραὶ θρέψεις ἀποτελοῦσιν. ἀσφυξίαι δὲ καὶ κακοσφυξίαι περὶ τὴν τῶν σφυγµῶν ἐνέργειαν συµπτώµατά εἰσι. καὶ µὲν δὴ καὶ κατὰ τὴν διάκρισιν τῶν περιττωµάτων ἢ µηδ’ ὅλως ἢ µὴ καλῶς ἐπιτελουµένην συµπτώµατα συνίσταται, τὰ µὲν ἀποροῦντα προσηγορίας οἰκείας, καθάπερ τὰ περὶ τὴν µέλαιναν χολὴν, τὰ δὲ ὠνοµασµένα συνήθως, ὥσπερ ὁ ἴκτερος. µέθοδος δὲ κᾀνταῦθα τῆς ἁπάντων εὑρέσεως ἡ γνῶσις τῶν φυσικῶν δυνάµεων, ἃς ἐν τῷ περὶ αὐτῶν λόγῳ τέτταρας ἐν ἑκάστῳ τῶν τοῦ σώµατος µορίων ἐδείξαµεν ὑπάρχειν, ἑλκτικήν τε καὶ καθεκτικὴν καὶ ἀλλοιωτικὴν καὶ ἀποκριτικήν. ἔσται δὴ καθ’ ἑκάστην αὐτῶν διττὸν σύµπτωµα, θάτερον µὲν κακῶς γινοµένης τῆς ἐνεργείας, θάτερον δὲ οὐδ’ ὅλως γινοµένης. ὥστε καθ’ ἕκαστον ὄργανον φυσικὸν ὀκτὼ τὰ πάντα ἔσται συµπτώµατα. εἴπερ οὖν ἐκ τῆς ἀνατοµῆς ἔγνωσται τὸ πλῆθος τῶν τοῦ ζώου µορίων, εὑρεθήσεται ταχέως ἐξ αὐτοῦ τὸ πλῆθος τῶν ἁπάντων συµπτωµάτων. ὅσα µὲν γὰρ τῆς φύσεως µόνης ἐστὶν ὄργανα, τοῖς ὀκτὼ συµπτώµασιν ἁλώσεται µόνοις·ὅσα δὲ τῆς ψυχῆς, καὶ τούτοις µὲν, ἐξ ἐπιµέτρου δὲ ἑτέροις δυσί. δέδεικται γὰρ ὀλίγον ἔµπροσθεν, ὡς καθ’ ἑκάστην τῶν ψυχικῶν ἐνεργειῶν διττὸν εἶδος ἔσται συµπτώµατος, ἤτοι µηδ’ ὅλως αὐτῶν ἢ κακῶς γινοµένων. εἴρηται δὲ καὶ ὡς τὸ κακῶς τοῦτο διττόν ἐστι, τὸ µὲν οἷον ἀµυδρῶς, τὸ δὲ ὡς ἄν τις εἴποι πληµµελῶς. ὥστε πάλιν εἰ καὶ µὴ δύο τὰ συµπτώµατα καθ’ ἑκάστην ἐνέργειάν τε καὶ δύναµιν εἶναι λέγεις, ἀλλὰ τρία πάντα, θάτερον τῶν πρώτων δυοῖν τέµνων δίχα, δώδεκα µὲν ἔσται τὰ πάντα καθ’ ἕκαστον ὄργανον φυσικὸν, πεντεκαίδεκα δὲ ἐν τοῖς ψυχικοῖς. ἡ δ’ εἰς τὰς πρώτας δύο διαφορὰς τοµὴ ὀκτὼ µὲν τὰ τῶν φυσικῶν, δέκα δὲ ἀπεργάζεται τὰ τῶν ψυχικῶν. εἰ δὲ καὶ κατὰ διττὸν εἴη λόγον ὄργανόν τι ψυχικὸν αἰσθητικόν τε ἅµα καὶ κινητικὸν, ὀκτω-καίδεκα µὲν ἔσται τὰ συµπτώµατα κατὰ τὴν δευτέραν τοµὴν, δώδεκα δὲ κατὰ τὴν προτέραν. ἐφ’ ἑνὸς οὖν ἢ δευτέρου µορίου δείξαντες τὸ λεγόµενον, ὅπερ ἐπὶ τούτων ἡµεῖς, τοῦτ’ ἐπὶ πάντων ἀξιώσοµεν ποιῆσαι τὸν βουλόµενον ἐξαριθµήσασθαι τὰ συµπτώµατα, µὴ τοῖς ὀνόµασι προσέχοντα τὸν νοῦν, (οὐ γὰρ εὑρήσει πανταχόθι συνήθεις προσηγορίας) ἀλλ’ εἰς αὐτὴν ἀποβλέποντα τῶν πραγµάτων τὴν φύσιν. ἔστω δ’ ἡ γαστὴρ ὄργανον τῆς πέψεως ἕλκον µὲν, ὡς ἐδείκνυµεν, εἰς ἑαυτὸ τὴν οἰκείαν τροφὴν, ἀποκρῖνον δὲ πᾶν ὅσον ἀλλότριον· ἀλλὰ καὶ κατέχον τουτὶ τὸ ἑλχθὲν καὶ ἀλλοιοῦν τὸ κατασχεθέν. ὅταν οὖν ἤτοι µηδ’ ὅλως ἕλκειν, ἢ κακῶς ἕλκειν αὐτῇ συµβῇ, δύο µὲν ταυτὶ δή µοι νόει περὶ τὴν ἑλκτικὴν δύναµιν τὰ συµπτώµατα. τέµνεται δὲ αὖθις διχῆ θάτερον αὐτῶν τὸ µοχθηρῶς, εἰ καὶ µὴ τοῖς ὀνόµασιν ἔχεις ἐνδείξασθαι σαφῶς· οὐ γὰρ κεῖταί τι κατ’ αὐτῶν οὐδὲν ὄνοµα· λόγῳ γοῦν ὡς οἷόν τε πειρώµενος ἑρµηνεύειν, ὅτι καὶ κατ’ αὐτὸ τοῦτο τὸ µοχθηρῶς, τὸ µὲν οἷον ἀῤῥώστως ἔσται, τὸ δὲ οἷον πληµµελῶς. ἀῤῥώστως µὲν τὸ µόγις καὶ δυσχερῶς καὶ σὺν χρόνῳ πολλῷ· πληµµελῶς δὲ, τὸ οἷον παλµωδῶς, ἢ τροµωδῶς, ἢ σπασµωδῶς, ἢ κλονωδῶς. ἐπὶ δέ γε τῆς ἀλλοιωτικῆς δυνάµεως ἐν τῇ γαστρὶ τὸ µὲν µηδ’ ὅλως ἐστὶν, ὅταν οἷάπερ ἐλήφθη τὰ σιτία τοιαῦτα διαµένῃ κατὰ πᾶσαν ποιότητα· τὸ δ’ ἀῤῥώστως, ἴδιον ὄνοµα κέκτηται τὴν βραδυπεψίαν·ὥσπερ καὶ τὸ πληµµελῶς, εἰς ἀλλόκοτον ποιότητα τῶν σιτίων µεταβολήν·ὥστε γενέσθαι τὰ σύµπαντα συµπτώµατα τρία περὶ τὴν µίαν ἐνέργειαν ἀποτυγχανοµένην. καλεῖται δὲ ἡ µὲν ἐνέργεια, πέψις, ἀλλοίωσις οὖσα τῶν σιτίων εἰς τὴν οἰκείαν τῷ ζώῳ ποιότητα· βραδυπεψία δὲ ἡ ἐν χρόνῳ πλείονι καὶ µόγις εἰς τὴν αὐτὴν ποιότητα µεταβολή· τὸ δ’ ἀλλοιοῦσθαι µὲν εἰς ἑτέραν ποιότητα, µὴ µέντοι κατὰ φύσιν, ἀπεψίαν ὀνοµάζουσιν· ὁµωνύµως δὲ αὐτῇ προσαγορεύεται καὶ ἡ στέρησις τῆς ἐνεργείας. καί τοι σαφέστερον ἦν ταύτην µὲν µόνην ἀπεψίαν ὀνοµάζεσθαι, δυσπεψίαν δὲ τὴν πληµµελῆ µεταβολὴν, βραδυπεψίαν δὲ τὴν ἄῤῥωστον ἀλλοίωσιν· ἀλλὰ γὰρ, ὅπερ ὁ Πλάτων ἔλεγεν, ἀγνοοῦντες οἱ παλαιοὶ τὰ πλεῖστα τῶν πραγµάτων τὰ µὲν οὐδ’ ὅλως, τὰ δὲ οὐκ ὀρθῶς ὠνόµασαν. οὔκουν ἐξαπατᾶσθαι χρὴ τοῖς ὀνόµασιν, ἀλλ’ εἰς αὐτὴν ἀποβλέπειν τῶν πραγµάτων τὴν οὐσίαν. εἴπερ οὖν τοῦτο ποιοῖµεν, εὑρήσοµεν ὡσαύτως καὶ τῆς καθεκτικῆς δυνάµεως ἐνέργειαν µὲν τὴν κατὰ φύσιν, ὅταν ἐξισῶται ὁ χρόνος τῆς περιστολῆς τῷ χρόνῳ τῆς πέψεως, καὶ σφίγγηται πανταχόθεν ἀκριβῶς τὰ σιτία·στέρησιν δὲ παντελῆ τῆς ἐνεργείας, ὅταν µηδ’ ὅλως περιλαµβάνῃ· γίνεται δὲ τοῦτο ἐν ταῖς λειεντερίαις· ἀῤῥωστίαν δὲ, ὁπόταν ἢ µὴ περιστέλληται καλῶς, ἢ µὴ µέχρι τῆς παντελοῦς πέψεως, ἢ ἅµα ἄµφω συµπίπτῃ. ἐπειδὴ γὰρ ἐν δυοῖν τούτοιν ὑπῆρχε τὸ καλῶς ἐνεργεῖν τὴν περισταλτικὴν δύναµιν, τῷ τε µηδεµίαν ἀπολιπεῖν χώραν κενὴν µεταξὺ τῆς τε γαστρὸς καὶ τῶν σιτίων, τῷ τ’ ἐξισοῦσθαι τὸν χρόνον τῆς περιστολῆς τῷ χρόνῳ τῆς πέψεως, ἤτοι κατὰ θάτερον αὐτῶν µόνον ἐνεργήσει κακῶς, ἢ κατ’ ἄµφω, καὶ συµπτώµατα ἀκολουθήσει, κλύδωνες µὲν καὶ πνευµατώσεις ἀῤῥώστοις περιστολαῖς, ἐκκρίσεις δὲ ταχεῖαι καὶ διαφθορὰ τῶν σιτίων ἐν τῇ κάτω γαστρὶ, ταῖς ὀλιγοχρονίοις. ἔνθα σε καὶ τούτῳ κελεύω προσέχειν τὸν νοῦν, ὡς ἕπεται πολλάκις ἕτερον ἑτέρῳ οἱ κλύδωνες ἕπονται, ποτὲ δὲ αἱ πνευµατώσεις· τῇ δ’ ὀλιγοχρονίῳ πάντως µὲν αἱ ἐλλιπεῖς πέψεις, ἐφεξῆς δὲ ἤτοι ταχεῖα διέξοδος τῶν σιτίων, ἢ διαφθορὰ κατὰ τὴν κάτω γαστέρα. ταχείας µὲν οὖν διεξόδου συµπτώµατα ἀχώριστα διαχωρήσεως ὑγρότης καὶ ἀνάδοσις ἐλλιπής· διαφθορᾶς δὲ δυσωδία µὲν ἐν τοῖς διαχωρουµένοις ἐξ ἀνάγκης, οὐκ ἐξ ἀνάγκης δὲ δήξεις ἢ πνευµατώσεις, ἀλλ’ ἔστιν ὅτε µὲν οὐδέτερον αὐτῶν, ἔστιν ὅτε δὲ θάτερον, ὁτὲ δ’ ἀµφότερα. διὰ τί δὲ κᾀν τούτοις κᾀν τοῖς ἔµπροσθεν εἰρηµένοις τινὰ µὲν ἐξ ἀνάγκης ἕπεται, τινὰ δ’ οὐκ ἐξ ἀνάγκης, ἐν τῷ µετὰ τοῦτον διέξιµεν λόγῳ τῷ περὶ τῶν ἐν τοῖς συµπτώµασιν αἰτιῶν. ἐν δὲ τῷ παρόντι µετιέναι καιρὸς ἐπὶ τὴν λοιπὴν διαφορὰν τῶν συµπτωµάτων τῆς καθεκτικῆς δυνάµεως. ὅταν οὖν περιστέλληται ἡ γαστὴρ τοῖς σιτίοις, ἀλλὰ µετὰ παλµοῦ τινος, ἢ οἷον σπασµοῦ τε καὶ τρόµου καὶ κλόνου, πληµµελὲς ἂν εἴη τὸ τοιοῦτον τῆς περιστολῆς ἔργον. τοῦ µὲν οὖν παλµοῦ τῆς γαστρὸς σαφῶς αἰσθανόµεθα, καὶ µέν γε καὶ τοῦ σπασµοῦ, λυγµὸς γὰρ ὀνοµάζεται τὸ σύµπτωµα· τοῦ
Перейти на страницу:
Поделиться книгой в соц сетях:
Обратите внимание, что комментарий должен быть не короче 20 символов. Покажите уважение к себе и другим пользователям!