Сочинения. Том 3 - Гален Клавдий
Шрифт:
Интервал:
1.6.19. ᾿Ερασίστρατος μὲν οὖν οὐδὲ ἀντιλογίας ἠξίωσε τὸν λόγον ὡς ἀναισχύντως ἀποτετολμημένον.
1.7.1. ᾿Εγὼ δὲ ἐπειδήπερ ἅπαξ κατέστην εἰς τὸ περὶ πάντων διασκέψασθαι, βραχέα τῷ Πραξαγόρᾳ διαλεχθῆναι βούλομαι καὶ μάλισθ’ ὅτι καὶ Χρύσιππος ἐμνημόνευσε τἀνδρὸς ἀντιθεὶς τοῖς ἀπὸ τῆς κεφαλῆς ἄρχεσθαι τὰ νεῦρα νομίζουσιν.
1.7.2. ὅτι γὰρ οὕτως ἐχρῆν ἔχειν τὸ φαινόμενον ἐκ τῶν ἀνατομῶν ὡς ὁ Πραξαγόρας εἴρηκεν, εἰ μελ<λ>ήσει τις εὐλόγως ἀρχὴν τῶν νεύρων ὑπολήψεσθαι τὴν καρδίαν, οὐδὲ ἡμεῖς ἀμφισβητοῦμεν.
1.7.3. ὅτι δὲ οὐχ οὕτως ἔχει, μυριάκις μὲν ἤδη τοῖς βουληθεῖσι γνῶναι τἀληθὲς ἐπὶ τῶν ζῴων ἐδείξαμεν, οὐκ ὀκνήσομεν δὲ κἀνταῦθα τὴν ἀνατομὴν ἑρμηνεῦσαι τῶν ἀρτηριῶν, ὥσπερ ἔμπροσθεν τῶν νεύρων.
1.7.4. ἐκφύεται μὲν γὰρ ἐκ τῆς ἀριστερᾶς κοιλίας τῆς καρδίας ἀρτηρία μεγίστη, καθάπερ τι πρέμνον ἁπασῶν τῶν κατὰ τὸ ζῷον ἀρτηριῶν.
1.7.5. ἀποβλαστάνει δὲ ἀπ’ αὐτῆς πρῶτον μὲν ἡ τὴν καρδίαν περιστ[ρ]έφουσα· καὶ δὴ καὶ ὀνομάζουσιν οὕτως αὐτὴν οἷς μέλει τῶν ἀνατομῶν.
1.7.6. ἀλλ’ οὐκ ἂν εἴποις, ὦ γενναιότατε Πραξαγόρα, μειουμένην ἐν τῷ κατασχίζεσθαι τὴν ἀρτηρίαν ταύτην εἰς νεῦρα τελευτᾶν.
1.7.7. ἐφεξῆς δὲ τῆσδε δίχα σχισθείσης τῆς μεγάλης ἀρτηρίας ἡ μὲν μείζων μοῖρα κατακαμφθεῖσα πρὸς τὴν ῥάχιν ἐπὶ μέσων στηρίζεται τῶν σπονδύλων· ἡ δ’ ἑτέρα μετέωρος εὐθὺ τῶν σφαγῶν ἀναφέρεται.
1.7.8. πρώτας οὖν ἐπίσκεψαί μοι τὰς εἰς τὸν θώρακα φερομένας ἀπ’ αὐτῶν καὶ τόλμησον εἰπεῖν τινα μεταβάλλειν εἰς νεῦρον. εἰσὶ μὲν γὰρ β′ καὶ κ′ τὸν ἀριθμόν, ἐν ἑκάστῳ μεσοπλευρίῳ μία, συναποφύεται δὲ αὐταῖς ἀπὸ τοῦ νωτιαίου νεῦρα.
1.7.9. καὶ φαίνεταί γε καθ’ ὅλον τὸν θώρακα καὶ συναποτεινόμενά τε καὶ συγκατασχιζόμενα ταυτὶ τὰ δύο γένη τῶν ἀγγείων, εἴς τε τὸν ὑπεζωκότα τὰς πλευρὰς χιτῶνα καὶ τοὺς μεσοπλευρίους μῦς τρίτου τινὸς αὐτοῖς συναποφυομένου τε καὶ συναποτεινομένου καὶ συγκατασχιζομένου φλεβώδους ἀγγείου.
1.7.10. ἀλλ’ οὐδὲν τό γε νῦν εἶναι δέομαι διεξέρχεσθαι περὶ φλεβῶν· ἀναμένει γὰρ οὖν κἀκείνας ἑτέρωθι οὐ σμικρὸς λόγος· ἐπὶ δὲ τὰς ἀρτηρίας αὖθις ἐπάνειμι.
1.7.11. καὶ καταλίπωμεν ἤδη τὰς κατὰ τὸν θώρακα μηδὲ αὐτοῦ τοῦ Πραξαγόρου τολμήσαντος ἐν θώρακι φάναι μηδεμίαν ἀρτηρίαν εἰς νεῦρονμεταβάλλειν.
1.7.12. καίτοι εἴπερ ἐν θώρακι μὲν φαίνεται νεῦρα πάμπολλα, μεταβάλλει δὲ οὐδὲ μία κατ’ αὐτὸν εἰς νεῦρον ἀρτηρία, δῆλον ὡς οὐκ ἔστιν ἐκ τῶν ἀρτηριῶν ἡ γένεσις τοῖς νεύροις.
1.7.13. ἀλλὰ γὰρ ἐπὶ τὰς ἔξω τοῦ θώρακος ἴωμεν, ὧν πρώτη μέν ἐστι συζυγία τῶν ἐπὶ τὰς ὠμοπλάτας ἀναφερομένων, ἀφ’ ὧν οὐκ ὀλίγη μοῖρα καὶ πρὸς τὸν νωτιαῖον εἴσω καταδύεται καὶ τοῖς ἐν τραχήλῳ μυσὶ διασπείρεται, δευτέρα δὲ τῶν εἰς τὰς χεῖρας φερομένων ἀρτηριῶν, ἅς μοι καὶ μάλισθ’ ὡς ἀπονευρουμένας ὁ Πραξαγόρας αἰνίττεσθαι δοκεῖ.
1.7.14. καίτοι φανερώτερόν γε τῶν κατὰ τὸν θώρακα καὶ ταύτας ἰδεῖν ἔστιν, ὅσῳπερ καὶ μείζους εἰσίν, εἰς ὅλα τὰ κῶλα κατασχιζομένας ἄχρι τῶν δακτύλων.
1.7.15. ἀλλ’ οὐδὲ τούτων οὐδεμία φαίνεται νεῦρον γιγνομένη. καὶ γὰρ αἱ κατὰ τοὺς καρποὺς τῶν χειρῶν, ὧν ἔθος ἡμῖν ἐστιν ἅπτεσθαι πυρετῶν διαγνώσεως ἕνεκα, καὶ μεταξὺ τῶν δακτύλων λιχανοῦ τε καὶ μεγάλου μικραὶ μὲν ὑπάρχουσι παντάπασιν, ἀλλ’ οὔτε εἰς νεῦρον ἤδη μεταβεβλήκασιν ἐναργῶς τε φαίνονται σφύζουσαι καὶ πρὸ τῆς ἀνατομῆς.
1.7.16. ἀλλ’ ἐν ταύταις μὲν ἴσως οὐ χρὴ πικρῶς διελέγχειν τὸν Πραξαγόραν ἀλλά τι καὶ συγγνώμης νέμειν, εἰ μικρὰς ἀρτηρίας οὐκ ἐθεάσατο.
1.7.17. —καίτοι γε ὅταν εἰς νεῦρα μεταβάλλειν αὐτὰς φάσκῃ τὰς μικροτέρας, οὐκ ἀμβλυωπίαν ὑποτιμᾶται δήπουθεν, ἀλλ’ ὀξὺ βλέπειν ἐπαγγέλλεται.—
1.7.18. τῶν δὲ κατὰ τὰς μασχάλας ἀρτηριῶν, ἔστι δὲ καθ’ ἑκατέραν χεῖρα μία, μεγάλων τε οὐσῶν ἅμα καὶ τέτταρα ζεύγη νεύρων μεγάλων ἀμφ’ αὑτὰς ἐχουσῶν ἀναμνῆσαι βούλομαι τοὺς τὰ τοῦ Πραξαγόρου πρεσβεύοντας.
1.7.19. οὐδέπω μὲν γὰρ οὐδὲ ὑπήρξατο σχίζεσθαι κατὰ ταῦτα τὰ μόρια τῶν ἀρτηριῶν οὐδετέρα, μεγάλα δέ ἐστιν οὕτως ἤδη τὰ νεῦρα ὥστ’ εἰ καὶ τυφλὸς εἴη τις, οὐκ ἂν λάθοιεν αὐτοῦ τὴν ἁφήν.
1.7.20. πόθεν οὖν ἐγεννήθη ταῦτα καὶ τίνων ἀρτηριῶνἀπεβλάστησε, δίκαιος λέγειν ὁ Πραξαγόρας ἐστί.
1.7.21. καίτοι τί προκαλοῦμαι λέγειν ἐκεῖνον ἐνὸν ἡμᾶς εἰπεῖν ἤδη τἀληθές, ὡς ἡ μὲν πρώτη συζυγία τῶν εἰρημένων τεττάρων νεύρων ἀπὸ τοῦ νωτιαίου μυελοῦ σαφῶς ἀποβλαστάνει, καθ’ ἃ συμβέβληκεν ὁ τέταρτος τοῦ τραχήλου σπόνδυλος τῷ πέμπτῳ, ἡ δευτέρα δὲ ἐφεξῆς αὐτῇ μεταξὺ τοῦ πέμπτου τε καὶ ἕκτου καὶ δὴ καὶ ἡ τρίτη μὲν ἵνα συμβέβληκεν ὁ ἕκτος τῷ ἑβδόμῳ, ἡ τετάρτη δὲ ἐπ’ αὐτῇ, τὸ δὲ τελευταῖον ζεῦγος τῶν νεύρων ἐκ τῆς μεταξὺ χώρας ἐκφύεται τοῦ θ’ ὑστάτου τῶν τοῦ τραχήλου σπονδύλων καὶ τοῦ πρώτου τῶν ἐν τῷ θώρακι καὶ τοῦτ’ ἔστι τὸ εἰς ἄκρας ἰὸν τὰς χεῖρας.
1.7.22. οὕτως γὰρ οἱ ἀνατομικώτατοι τῶν πρὸ ἡμῶν ἔγραψαν, ὧν κἀν τοῖς πρώτοις λόγοις κἀν τοῖς νῦν ἐνεστῶσι φυλάττω τὴν διδασκαλίαν [πληθυντικῶς], εἴ τί που παρεῖδον ἢ οὐκ ἀκριβῶς ἐξειργάσαντο, παραλιπών· ἐν ἑτέρᾳ γάρ μοι πραγματείᾳ περὶ τῶν τοιούτων εἰρήσεται.
1.7.23. οὔκουν ἀρτηρίας χρὴ ζητεῖν ἐξ ὧν νεῦρα τῷ λόγῳ γεννήσαντες ἢ τοὺς δακτύλους κινήσομεν ἤ τι τῶν κατὰ τὰς χεῖρας ἕτερον.
1.7.24. ἔχομεν γὰρ ἤδη τὰ νεῦρα καὶ πλείω καὶ μείζω τῶν ἀρτηριῶν οὐκ ἐκ τῆς ἐκείνων τραγικῆς μεταμορφώσεως, ἀλλ’ ἐκ τοῦ νωτιαίου μυελοῦ γεγενημένα.
1.7.25. τὰ μὲν δὴ τοῦ Πραξαγόρου ψεύσματα πεφώραται σαφῶς ἤδη καὶ οὐδὲν ἔτι Πραξαγόρου γ’ ἕνεκεν ἐπὶ τὰς ἀρτηρίας ἰέναι χρὴ τῷ λόγῳ.
1.7.26. ἀλλ’ ἐπειδήπερ ὑπεσχόμην, ὡς ἔμπροσθεν ἐδήλωσα τὴν τῶν νεύρων εἰς ἅπαντα τοῦ ζῴου τὰ μόρια νομήν, οὕτω καὶ νῦν ἐκδιδάξαι τῶν ἀρτηριῶν, ἐπὶ τὰς ὑπολοίπους αὖθις αὐτῶν τρέψομαι.
1.7.27. καὶ πρώτας μὲν τὰς ἐπὶ τοὺς μασθοὺς φερομένας προσθήσω τῷ λόγῳ, δευτέρας δὲ τὰς ἄνω τοῦ θώρακος καὶ τρίτας τὰς κάτω καὶ τετάρτας ὅσαι τοῖς σκέλεσι διανέμονται.
1.7.28. αἱ μὲν δὴ τῶν μασθῶν ἀρτηρίαι τῆς ἐπὶ τὰς σφαγὰςἀναφερομένης ἀποφύονται, ἐπιβαίνουσαι δὲ τῷ στέρνῳ καλουμένῳ μικρὸν ὑποκάτω τῆς τῶν κλειδῶν πρὸς αὐτὸ διαρθρώσεως ὑποφέρονται διαπαντὸς αὐτῷ καὶ τελευτῶσαι διεκπίπτουσιν ἐκτὸς τοῦ θώρακος ὑπὸ τοῦ στήθους.
1.7.29. οὐ μὴν ἐνταῦθά γε ὅλαι κατασχίζονται· φαίνεται γάρ τις αὐτῶν μοῖρα δι’ ἐπιγαστρίου κατιοῦσα κἀνταῦθ’ εἰς πλείω σχιζομένη ταῖς ἀπὸ τῶν βουβώνων ἀνιούσαις εἰς ταὐτὸν ἥκουσα.
1.7.30. λελέξεται δὲ ὑπὲρ ἐκείνων ὀλίγον ὕστερον, ἐπειδὰν ἡ τοῦ λόγου τάξις ὑποβάλλῃ. νυνὶ δὲ ἐπὶ τὰς ἄνω κλειδῶν ἰέναι καιρὸς ἀρχὴν τῷ λόγῳ τήνδε θεμένους.
1.7.31. ἐπειδὰν πρῶτον ἐκ τοῦ θώρακος ἀνασχοῦσα καὶ τὰς κλεῖς ὑπερβᾶσα κατὰ
Поделиться книгой в соц сетях:
Обратите внимание, что комментарий должен быть не короче 20 символов. Покажите уважение к себе и другим пользователям!