Сочинения. Том 3 - Гален Клавдий
Шрифт:
Интервал:
1.7.32. τοὐντεῦθεν δὲ τὸ γεννηθὲν ζεῦγος ἀρτηριῶν μεγάλων οὐκ ὀρθῶς μὲν ὀνομάζονται καρωτίδες, ἀλλ’ ἤδη κρατεῖ τοὔνομα διὰ τὴν πολλὴν ἄγνοιαν ἁπάντων τῶν μεθ’ ῾Ιπποκράτην φιλοσόφων τε καὶ ἰατρῶν.
1.7.33. ἀλλ’ ὅτι μὲν οὗτοί τε κακῶς ὑπειλήφασι πάθημα τῶν εἰρημένων ἀρτηριῶν εἶναι τὸν κάρον οὔθ’ ῾Ιπποκράτης οὕτως ἐγίγνωσκεν, ἐν τῷ δευτέρῳ τῶνδε τῶν ὑπομνημάτων ἀναγκαῖόν ἐστί μοι διελθεῖν· ἐν δὲ τῷ παρόντι λόγῳ τοῦ γε ὀνόματος οὐ φθονήσω ταῖς ἀρτηρίαις, ἀλλ’ ὀνομαζέσθωσαν ἔτι καὶ νῦν καρωτίδες.
1.7.34. ὅστις δὲ ὁ τρόπος αὐταῖς ἐστι θέσεώς τε ἅμα καὶ σχίσεως ἁπάσης τε τῆς εἰς τὰ τῶν κλειδῶν ἄνω μόρια διανομῆς, ἐγὼ διηγήσομαι.
1.7.35. φέρονται μὲν ἔτι καὶ νῦν ὄρθιαι, καθάπερ ἐξ ἀρχῆς ὥρμησαν, τὸ δ’ οἷον πρέμνον αὐτῶν εὐθὺ τῆς κεφαλῆς.
1.7.36. ἀποβλαστήματα δὲ κατὰ τὸν τράχηλον ἀποπέμπουσι μικρὰ τοῖς ταύτῃ μυσίν. ἐπειδὰν δὲ πλησίον ἤδη γένωνται τῆς γένυος, ἑκατέρα δίχα σχίζεται.
1.7.37. καὶ οὕτως ἤδη τέτταρες αἱ πᾶσαι γεννηθεῖσαι δύο μὲν εἰς γλῶττάν τε καὶ σύμπαν τὸ πρόσωπον ὅσον τε τὸ τῆς κεφαλῆς ἐκτὸς τοῦ κρανίου κατασχίζονται· δύο δὲ λοιπὸν διεξερχόμεναι τὸ κρανίον εἰς τὸν ἐγκέφαλον ἔρχονται.
1.7.38. καὶ δεῖ καὶ τῶνδε μεμνῆσθαι τῶν ἀρτηριῶν· οὐ σμικρὸς γὰρ οὐδὲ αὐτὰς ἐκδέχεται λόγος, ὅτι μηδὲ ἁπλῶς μηδὲ ὡς ἔτυχεν ἐπὶ τὸν ἐγκέφαλον ἀνίασιν, ἀλλ’ ὑπὸ τῇ παχείᾳ μήνιγγι τὸ θαυμαστὸν ἐκεῖνο πλέγμα τὸ τῷ δικτύῳ παραπλήσιον ἐργάζονται.
1.7.39. νυνὶ δὲ <οὔτε> τούτων τῶν ἀρτηριῶν οὔτε ἄλλης οὐδεμιᾶς ἀνάγκη λέγειν ἅπασαν τὴν ἐκ τῆς ἀνατομῆς γιγνωσκομένην ἰδέαν· τῇ τε γὰρ περὶ χρείας μορίων πραγματείᾳ καὶ τῇ τῶν ἀνατομικῶν ἐγχειρήσεων ἡ τοιαύτη διέξοδός ἐστιν οἰκειοτέρα.
1.7.40. κατὰ δὲ τὸ παρόν, ὅσον ὑπογράψαι χρήσιμον ὡς ἐκ τῆς ἀριστερᾶς κοιλίας τῆς καρδίας αἱ ἀρτηρίαι πᾶσαι πεφύκασι, τὴν ἀνατομὴν αὐτῶν διέξειμι.
1.7.41. ἡ μείζων μοῖρα τῆς μεγίστης ἀρτηρίας ἐστήρικται μὲν ἐπὶ μέσης τῆς ῥάχεως οὐ κατὰ τὸν νῶτον μόνον, ἀλλὰ καὶ τὴν ὀσφῦν ἅπασαν.
1.7.42. ἀποφύσεις δὲ πρώτας μέν, ὡς ἔμπροσθεν εἴπομεν, εἰς ὅλον ἀποστέλλει τὸν θώρακα κἄπειτ’, ἐπειδὰν ἤδη διεκπίπτῃ τὸ διάφραγμα, καὶ τούτῳ ζεῦγος ἕτερον.
1.7.43. ἐφεξῆς δὲ πρώτη τῶν κάτω τοῦ θώρακος ἀρτηρία διττὴ μετ’ αὐτὰς εὐθέως τὰς φρένας ἀποβλαστάνουσα τῆς ἐπὶ τὴν ῥάχιν φέρεται πρὸς τῷ σπληνὶ καὶ γαστρὶ καὶ ἥπατι καὶ τοῖς ἐντέροις ἅπασι καὶ παντὶ τῷ μεσαραίῳ διασπειρομένη.
1.7.44. ἑξῆς δὲ κατὰ συζυγίαν ἤδη δύο μὲν εἰς τοὺς νεφροὺς μείζονες πολλῷ τῆς προειρημένης, ἄλλαι δὲ δύο κατ’ἐπιγάστριόν τε καὶ τὰς ψόας, καθ’ ἕκαστον σπόνδυλον ἓν ζεῦγος ἄχρι τοῦ πλατέος ὀστοῦ, καὶ μέν γε καὶ εἰς τὰς μήτρας τε καὶ ὄρχεις ἐντεῦθεν κατέρχονται καί τις ἀζυγὴς εἰς μεσεντέριον.
1.7.45. ἀλλὰ καὶ εἰς αὐτὸν εἴσω τὸν νωτιαῖον ἀπὸ τῆς μεγάλης ἀρτηρίας καθ’ ὅλην τὴν ῥάχιν ἐκφύονταί τινες ἀρτηρίαι μικραί, δύο καθ’ ἕκαστον σπόνδυλον.
1.7.46. ἐπειδὰν δὲ κατὰ τὸ ἱερὸν ὀστοῦν γένηται, σχίζεται τοὐντεῦθεν ἤδη μεγάλα μέρη. καὶ κατέρχεταί τις εἰς ἑκάτερον σκέλος, ἐν τῇ παρόδῳ τοῖς καθ’ ἱερὸν ὀστοῦν ἀποβλαστήματα πέμψασα κύστει τε καὶ τῆς μήτρας τοῖς κάτω καὶ ξυνελόντι φάναι τοῖς γεννητικοῖς ἅπασι μορίοις· οὐδὲν γὰρ ἔτι δέομαι λέγειν οὐδ’ ἐνταῦθα τὸν τρόπον τῆς διανομῆς.
1.7.47. ἀπὸ τούτων τῶν ἀρτηριῶν τῶν ἐπὶ τὰ σκέλη φερομένων, ἐπειδὰν πλησίον ἥκωσι βουβώνων, ἀποφύεται μία καθ’ ἑκατέραν ἄνω τοῦ σώματος ἰοῦσα δι’ ἐπιγαστρίου.
1.7.48. κατασχιζόμεναι δὲ ἐνταῦθα ταῖς ἀπὸ τῶν μαστῶν καταφερομέναις εἰς ταὐτὸν ἥκουσιν, ὡς ἑνοῦσθαι τὰς τέτταρα<ς> τά<σ>δε. περὶ τούτων τῶν ἀρτηριῶν εἴρηταί μοι καὶ πρόσθεν, ἡνίκα τὰς κατὰ τὸν θώρακα διῄειν τῷ λόγῳ.
1.7.49. λοιπαὶ δὲ τῶν σκελῶν αἱ ἀρτηρίαι δύο, μία καθ’ ἑκάτερον ἐνεχθεῖσα βουβῶνα τοῖς ἐντὸς τοῦ μηροῦ παρατάττεται μέρεσιν ἄχρι τοῦ γόνατος.
1.7.50. ἀπὸ τούτων ἑκατέρας εἰς τοὺς καθ’ ἑκάτερον τῶν μηρῶν μῦς αἱ ἀρτηρίαι κατασχίζονται, τὸ δὲ ὑπόλοιπον αὐτῶν διὰ τῆς ἰγνύος ἐνεχθὲν εἴς τε τὰ περὶ τὴν κνήμην ἅπαντα καὶ τὸν πόδα νενέμηται.
1.7.51. καὶ οὐδὲν οὐδὲ ἐνταῦθα δέομαι διέρχεσθαι τὸν τρόπον τῆς νομῆς, ἀλλ’ ἀρκεῖ βραχεῖ λόγῳ δεδηλωκέναι τὰς ἐν τῷ ζῴω πάσας ἀρτηρίας ἀπὸ μιᾶς ἐκείνης πεφυκυίας, ἣν <ἐκφύεσθαι> ἐκ τῆς ἀριστερᾶς κοιλίας τῆς καρδίας, οἷον ἐκ γῆς τι[νòς] πρέμνον ἐλέγομεν.
1.7.52. ἔστι δὲ καὶ ἑτέρα τις ἀρτηρία τῆς αὐτῆς κοιλίας ἐκφυομένη, φλεβώδης τὸν χιτῶνα. κατασχίζεται δὲ εἰς ὅλον αὕτη τὸν πνεύμονα τοῖς ζῴοις ἅπασιν οἷς πνεύμων ἐστίν· οἷς δὲ οὐκ ἔστιν, εἰς ἕτερόν τι μόριον ἀνάλογον ὑπάρχον πνεύμονι, καθάπερ τοῖς ἰχθύσιν εἰς τὰ βράγχια.
1.7.53. ταύτην τὴν ἀρτηρίαν εἰκάσειεν ἄν τις τῷ τοῦ πρέμνου κάτωθεν ἐν αὐτῇ τῇ γῇ ἐμπεριεχομένῳ μέρει τοῦ φυτοῦ· καὶ δὴ καὶ κατασχίζεσθαι ταύτην μὲν ὡς ἂν εἰς ῥίζας τινὰς τὰς κατὰ τὸν πνεύμονα πεφυκυίας ἀρτηρίας, τὴν μεγάλην δὲ τὴν εἰς ὅλον τὸ σῶμα νενεμημένην οἷόνπερ κλάδους ἀπομερίζειν ἑαυτῆς ἁπάσας τὰς κατὰ τὸ ζῷον ἀρτηρίας ὀλίγον ἔμπροσθεν εἶπον.
1.7.54. οὕτως γὰρ οἶμαι καὶ τὸν ῾Ιπποκράτην προσεικάσαντα ῥίζωσιν ἀρτηριῶν ἀποφαίνεσθαι τὴν καρδίαν, ὥσπερ ἀμέλει τῶν φλεβῶν τὸ ἧπαρ. εἰρήσεται δέ μοι περὶ τῆς εἰκόνος ἐπὶ πλέον ἐν τοῖς ἑξῆς, ἐπειδὰν ὑπὲρ ἥπατός τε καὶ φλεβῶν ὁ λόγος περαίνηται.
1.7.55. νυνὶ δὲ ἀρκεῖ τὰ λεγόμενα πρὸς ἔνδειξιν τοῦ καὶ τὰς ἀρτηρίας ἁπάσας ἀπὸ τῆς καρδίας ἐκπεφυκέναι καὶ μηδεμίαν αὐτῶν εἰς νεῦρον μεταβάλλειν, ἀλλ’ ἀρχὴν ἁπάντων τῶν νεύρων ὑπάρχειν τὸν ἐγκέφαλον.
1.8.1. Καταλιπόντες οὖν ἤδη τὸν Πραξαγόραν ἀναίσχυντα σοφιζόμενον αὖθις ἐπὶ τὸν ᾿Αριστοτέλη μεταβῶμεν, ἐπειδὴ καὶ αὐτὸς ἐκ τῆς καρδίας φύεσθαί φησι τὰ νεῦρα. συγκεχυμένως δὲ εἴρηται καὶ ἀδιορίστως δὶς πρὸς αὐτοῦ περὶ τῆς τῶν νεύρων ἀρχῆς.
1.8.2. ἐχρῆν γὰρ οἶμαι τὸν ἀπὸ καρδίας αὐτὰ φύεσθαι φάσκοντα δεῖξαι πῶς εἰς ἕκαστον τοῦ ζῴου μόριον ἀπ’ αὐτῆς ἔρχεται [τὸ] νεῦρον, ὥσπερ ἡμεῖς ὀλίγον ἔμπροσθεν ἐπεδείξαμεν ἀρτηρίαν, οὐ τὸ ἁπλῶς γε τοῦτο εἰπεῖν μόνον αὔταρκες ὑπολαβεῖν.
1.8.3. ὅθεν <ὅπερ> ἐν τῷ τρίτῳ περὶ τῶν ἐν τοῖς ζῴοις ἔγραψεν οὐδαμῶς ἦν πρέπον ᾿Αριστοτέλει. παραγράψω δὲ τὴν ῥῆσιν αὐτήν· “ἔχει δὲ καὶ νεύρων πλῆθος ἡ καρδία, καὶ τοῦτο εὐλόγως· ἀπὸ ταύτης γὰρ αἱ κινήσεις, περαίνονται δὲ διὰ τοῦ θ’ ἕλκειν καὶ ἀνιέναι· δεῖ οὖν τοιαύτης ὑπηρεσίας τε καὶ ἰσχύος.”
1.8.4. ὅτι μὲν γὰρ “δεῖ τοιαύτης ὑπηρεσίας τε καὶ ἰσχύος” ἐκείνῳ τῷ μέλει τοῦ σώματος ὃ τὴν ἀρχὴν τῆς ψυχῆς ἐν ἑαυτῷ περιέχει, πρόδηλον ἅπαντι· τὸ μέντοι τὴν καρδίαν τοῦτ’ εἶναι τὸ μέλος οὐ μόνον οὐκ ἀπέδειξεν ὁ ᾿Αριστοτέλης ἀλλ’ οὐδὲ πιθανῶς ἐπεχείρησεν, εἰ μὴ ἄρα τὸ νεύρων ἔχειν πλῆθος αὐτὴν ἱκανὸν εἶναι γνώρισμα νομίζει τοῦ νεύρων ὑπάρχειν ἀρχήν.
1.8.5. ἀλλ’
Поделиться книгой в соц сетях:
Обратите внимание, что комментарий должен быть не короче 20 символов. Покажите уважение к себе и другим пользователям!