Сочинения. Том 4 - Гален Клавдий
Шрифт:
Интервал:
6.8.50. εἰς ὅ τι µὲν οὖν ἐστι τοῦτο τὸ αἷµα τοῦ ζῴου χρηστὸν αὖθις εἰρήσεται. τὸ δ’ ἐξ ἥπατος ὁρµώµενον εἰς τροφὴν παρεσκεύασται τοῖς τοῦ σώµατος ἅπασι µέρεσιν.
6.8.51. ὅθεν οἶµαι καὶ ὁ Πλάτων ὑπὲρ ἐκείνου διαλεγόµενος ἔφη “οἷον φάτνην ἐν ἅπαντι τούτῳ τῷ τόπῳ τῆς τοῦ σώµατος τροφῆς τεκτηναµένου.”
6.8.52. καὶ µέντοι καὶ ἐκ τοῦ λέγειν τουτὶ µὲν τὸ καθ’ ἧπαρ εἶδος τῆς ψυχῆς “σίτων τε καὶ ποτῶν ἐπιθυµητικὸν” ὑπάρχειν, οὐ µὴν ἐπί γε τῆς καρδίας οὐδὲν ἔτι προσθεῖναι τοιοῦτον, δῆλός ἐστιν ἐκ µὲν τῆς γαστρὸς εἰς ἧπαρ βουλόµενος ἀναφέρεσθαι τὴν τροφήν, ἐκεῖθεν δὲ ἐπὶ τὴν καρδίαν ἰέναι τι µέρος εἰς τὴν τοῦ κατ’ ἐκείνην αἵµατος γένεσιν.
6.8.53. ᾿Aλλ’ ὅτι µὲν οὐκ ἐκ τῶν κατὰ τὴν γαστέρα χωρίων τῆς τροφῆς ἀνάδοσις εἰς τὴν καρδίαν εὐθέως, ἀλλ’ εἰς ἧπαρ γίγνεται, πρότερον αὐτάρκως ἀποδεδειγµένον ἐν τοῖς Περὶ τῶν φυσικῶν δυνάµεων, οὐδὲν ἔτι δεόµαι νῦν ἐπεξέρχεσθαι, προσθεῖναι δ’ ἄµεινον τῷ λόγῳ τοσόνδε.
6.8.54. θερµὸν µὲν ἱκανῶς ἀναγκαῖον εἶναι τὸ θυµοειδὲς σπλάγχνον, οὐκ ἐξ ἀνάγκης δὲ θερµὸν ἱκανῶς τὸ ἐπιθυµητικόν, ἀλλ’ ἐν φυτοῖς µὲν καὶ πάµπολυ τοῦ θυµοειδοῦς ἀπολειπόµενον, ἐν ζῴοις δ’ οὐ τοσοῦτον µέν, ὅµως δ’ οὐκ ὀλίγον.
6.8.55. οὔτε γὰρ ἂν οὕτως θερµὸν εἰργάζετο χυµόν, εἰ µὴ καὶ αὐτὸ τοιοῦτον ὑπῆρχεν, οὔτ’ ἀσφύκτους ἂν εἶχε τὰς φλέβας, εἰ ζεούσης θερµασίας ἦν ἀρχή.
6.8.56. ταῦτ’ ἄρα καὶ ῾Ιπποκράτης ἐνδεικνύµενος ἔγραφε· “ῥίζωσις φλεβῶν ἧπαρ, ῥίζωσις ἀρτηριῶν καρδίη· ἐκ τουτέων ἀποπλανᾶται εἰς πάνθ’ αἷµα καὶ πνεῦµα, καὶ θερµασίη διὰ τούτων φοιτᾷ·” αἷµα µὲν ἐξ ἥπατος ἀποπλανᾶσθαι λέγων, πνεῦµα δ’ ἐκ καρδίας, θερµασία<ν> δ’ ἐξ ἀµφοῖν.
6.8.57. ὅθεν οὐδὲ διήνεγκεν ἢ φλεβῶν ἀρχὴν εἰπεῖν τὸ ἧπαρ ἢ αἵµατος ἢ τῆς ἐπιθυµητικῆς ψυχῆς, ἀλλ’ οἰκειότερόν πως ἰατρῷ µὲν ἐπὶ τοῖς σωµατικοῖς ὀργάνοις, φιλοσόφῳ δ’ ἐπὶ ταῖς ψυχικαῖς δυνάµεσι ποιεῖσθαι τὴν διδασκαλίαν, ἕπεται δὲ ἐπιδειχθέντι θατέρῳ θάτερον.
6.8.58. καὶ τοίνυν φαίνονται γεγραφότες οὕτως ὑπὲρ αὐτῶν ῾Ιπποκράτης καὶ Πλάτων, ὁ µὲν ὑπὲρ τῶν σωµατικῶν ὀργάνων τὸν πλείω λόγον ποιησάµενος, ὁ δ’ ὑπὲρ τῶν ψυχικῶν δυνάµεων.
6.8.59. Διὰ τοῦτ’ οὖν ὁ µὲν ῾Ιπποκράτης ἐρεῖ “ῥίζωσις φλεβῶν ἧπαρ” ἀνατοµήν τε γράφει φλεβῶν τήνδε· “ἡπατῖτις ἐν ὀσφύϊ µέχρι τοῦ µεγάλου σπονδύλου κάτωθεν καὶ σπονδύλοισι προσδιδοῖ, ἐντεῦθεν µετέωρος δι’ ἥπατος καὶ διὰ φρενῶν εἰς καρδίαν.
6.8.60. καὶ ἡ µὲν ἰθεῖα ἐς κλη ΐ¿δας, ἐντεῦθεν δ’ αἱ µὲν εἰς τράχηλον, αἱ δ’ ἐπ’ ὠµοπλάτας· αἱ δ’ ἀποκαµφθεῖσαι κάτω [περὶ] παρὰ σπονδύλους καὶ πλευρὰς ἀποκλίνουσιν, ἐξ ἀριστερῶν µὲν µία ἐγγὺς κληΐδων, ἐκ δεξιῶν δὲ ἐπί τι ταύτῃ χωρίον.
6.8.61. ἄλλη δὲ σµικρὸν κατώτερον ἀποκαµφθεῖσα ὁκόθεν µὲν ἐκείνη ἀπέλιπε, προσέδωκε τῇσι πλευρῇσιν, ἐπὰν δὲ τῇ ἐπ’ αὐτῆς καρδίας προστύχῃ ἀποκαµπτοµένη εἰς τὰ ἀριστερά· ἀποκαµφθεῖσα δὲ κάτω ἐπὶ σπονδύλους καταβαίνει, ἔστ’ ἂν ἀφίκηται ὅθεν ἤρξατο µετεωρίζεσθαι ἀποδιδοῦσα τῇσι πλευρῇσι τὴν ἐπίλοιπον ἁπάσαις καὶ ἔνθεν <καὶ ἔνθεν> ἀποσχίδας παρ’ ἑκάστην διδοῦσα µία ἐοῦσα, ἀπὸ µὲν τῆς καρδίας ἐπί τι χωρίον ἐν τοῖσιν ἀριστεροῖσι µᾶλλον ἐοῦσα, ἔπειτα ὑποκάτω τῆς ἀρτηρίας, ἔστ’ ἂν καταναλωθῇ καὶ ἔλθῃ ὅθεν ἡ ἡπατῖτις ἐµετεωρίσθη.
6.8.62. πρότερον δὲ πρὶν ἐνταῦθα ἐλθεῖν παρὰ τὰς ἐσχάτας δύο πλευρὰς ἐδιχώθη καὶ ἡ µὲν ἔνθα, ἡ δὲ ἔνθα τῶν σπονδύλων ἐλθοῦσακατηναλώθη.
6.8.63. ἡ δ’ εὐθεῖα ἀπὸ τῆς καρδίας πρὸς κληΐ¿δας τείνουσα ἄνωθεν τῆς ἀρτηρίας ἐστὶ καὶ ἀπὸ ταύτης, ὥσπερ καὶ παρ’ ὀσφῦν κάτωθεν τῆς ἀρτηρίας· καὶ ἀπὸ ταύτης ἀΐσσει εἰς τὸ ἧπαρ, ἡ µὲν ἐπὶ πύλας καὶ λοβόν, ἡ δ’ ἐς τὸ ἄλλο ἑξῆς ἀφωρµήκει σµικρὸν κάτωθεν φρενῶν.
6.8.64. φρένες δὲ προσπεφύκασι τῷ ἥπατι, ἃς οὐ ῥηΐδιον χωρίσαι. δισσαὶ δ’ ἀπὸ κληΐδων αἱ µὲν ἔνθεν, αἱ δ’ ἔνθεν ὑπὸ στῆθος ἐς ἦτρον· ὅπη δ’ ἐντεῦθεν, οὔπω οἶδα.
6.8.65. φρένες δὲ κατὰ τὸν σπόνδυλον τὸν κάτω τῶν πλευρέων, ᾗ νεφρὸς ἐξ ἀρτηρίας, ταύτῃ ἀµφιβεβηκυῖαι· ἀρτηρίαι δ’ ἐκ τούτου ἐκπεφύκασιν, ἔνθεν καὶ ἔνθεν ἀρτηρίη τόνον ἔχουσα.
6.8.66. ταύτῃ δὲ παλινδροµήσασα ἀπὸ καρδίης ἡ ἡπατῖτις ἔληγεν. ἀπὸ δὲ τῆς ἡπατίτιδος διὰ τῶν φρενῶν αἱ µέγισται δύο, ἡ µὲν ἔνθεν, ἡ δὲ ἔνθεν φέρονται µετέωροι πολυσχιδεῖς τε διὰ τῶν φρενῶν εἰσιν, ἀµφὶ ταύτας αἷς καὶ πεφύκασιν. ἄνω δὲ φρενῶν αὗται µᾶλλον ἐκφανέες.”
6.8.67. Oὕτως µὲν ὁ ῾Ιπποκράτης ἔγραψεν τὴν ἀνατοµὴν τῶν ἐξ ἥπατος ἐκφυοµένων φλεβῶν ἐνδεικνύµενος ἐντεῦθεν εἶναι τὴν ἀρχὴν αὐτῶν· ἐξηγησάµεθα δὲ τὴν ῥῆσιν ἑτέρωθί τε κἀν τῷ δευτέρῳ τῆς ῾Ιπποκράτους ἀνατοµῆς.
6.8.68. ὁ δὲ Πλάτων οὐ κατὰ τὰς φλέβας, ἀλλὰ κατὰ τὴν διοικοῦσαν αὐτὰ<ς> δύναµιν ἀφ’ ἥπατος ὁρµωµένην ἐν Τιµαίῳ διαλεγόµενος ὧδέ πως ποιεῖται τὴν τοῦ λόγου διέξοδον·.
6.8.69. “τὸ δὲ δὴ σίτων τε καὶ ποτῶν ἐπιθυµητικὸν τῆς ψυχῆς καὶ ὅσων ἔνδειαν διὰ τὴν τοῦ σώµατος ἴσχει φύσιν, τοῦτο εἰς τὸ µεταξὺ τῶν τε φρενῶν καὶ τοῦ εἰς τὸν ὀµφαλὸν ὅρου κατῴκισαν οἷον φάτνην ἐν ἅπαντι τούτῳ τῷ τόπῳ τῇ τοῦ σώµατος τροφῇ τεκτηνάµενοι καὶ κατέδησαν δὴ τὸ τοιοῦτον ἐνταῦθα ὡς θρέµµα ἄγριον, τρέφειν δὲ δὴ συνηµµένον ἀναγκαῖον, εἴπερ τι µέλλει τὸ θνητὸν ἔσεσθαι γένος.”
6.8.70. καὶ µικρὸν προελθών, “τούτῳ δή” φησιν “ὁ θεὸς ἐπιβουλεύσας αὐτῷ τὴν ἥπατος ἰδέαν συνέστησεν.”
6.8.71. ἐπὶ µὲν δὴ τοῦδε τοῦ σπλάγχνου καθάπερ νειµάµενοι τοὺς λόγους ὁ µὲν ὑπὲρ τῶν ὀργάνων, ὁ δὲ ὑπὲρ τῆς διοικούσης αὐτὰ δυνάµεως διελέχθη· ἐπὶ δὲ τῆς καρδίας ἑκατέρως ἀµφότεροι µετεχειρίσαντο, Πλάτων µὲν ἐν Τιµαίῳ γράφων ὧδε·
6.8.72. “τὴν δὲ δὴ καρδίαν ἅµµα τῶν φλεβῶν καὶ πηγὴν τοῦ περιφεροµένου κατὰ πάντα τὰ µέρη σφοδρῶς αἵµατος εἰς τὴν δορυφορικὴν οἴκησιν κατέστησαν, ἵν’ ὅτε ζέσειε τὸ τοῦ θυµοῦ µένος τοῦ λόγου παραγγείλαντος, εἴ τις ἄδικος περὶ αὐτὰ γίγνεται πρᾶξις ἔξωθεν ἢ καί τις ἀπὸ τῶν ἔνδοθεν ἐπιθυµιῶν, ὀξέως διὰ πάντω τῶν στενωπῶν πᾶν ὅσον αἰσθητικὸν ἐν τῷ σώµατι τῶν παρακελεύσεων καὶ ἀπειλῶν αἰσθανόµενον γίγνοιτο [τὸ] ἐπήκοον καὶ ἕποιτο πάντῃ καὶ τὸ βέλτιστον οὕτως ἐν αὐτοῖς πᾶσιν ἡγεµονεῖν ἐῷ.”
6.8.73. Πλάτων µὲν οὖν οὕτως ἀµφοτέρους τοὺς λόγους ἔµιξεν εἰς ταὐτό, τούς τε περὶ θυµοειδοῦς ψυχῆς καὶ τοὺς περὶ τῆς καρδίας καὶ τῶν ἀπ’ αὐτῆς πεφυκότων ἀγγείων· ῾Ιπποκράτης δ’ αὖ πάλιν οὐδ’ αὐτὸς ἀπέχεται τοῦ περὶ τῆς τοιαύτης εἰπεῖν τι, µάλιστα µὲν <ἐν> ᾗ µικρὸν πρόσθεν ἔγραψα ῥήσει, καθ’ ἣν ἐκ τοῦ σφυγµοῦ τῆς κατ’ ἀγκῶνα φλεβὸς ἐτεκµαίρετο περὶ τῶν τῆς ψυχῆς ἠθῶν, ἤδη δὲ κἀν τῷ θεραπεύειν ἀχροίας τε καὶ ἰσχνότητας ἐν κατεψυγµέναις ἕξεσι σώµατος· ἐπιτηδεύειν γάρ φησιν “ὀξυθυµίην ἐµποιεῖν καὶ χροιῆς ἀναλήψιος ἕνεκα καὶ ἐγχυµώσιος.”
6.8.74. ἐξηγεῖσθαι γοῦν σοι δόξει ταῦτα Πλάτων ἐν οἷς φησιν ἐπὶ τῆς καρδίας, “ἵν’ ὅτε ζέσειε τὸ τοῦ
Поделиться книгой в соц сетях:
Обратите внимание, что комментарий должен быть не короче 20 символов. Покажите уважение к себе и другим пользователям!