Сочинения. Том 2 - Гален Клавдий
Шрифт:
Интервал:
40. ᾿Επεὶ δὲ καὶ περὶ τούτων αὐτάρκως εἴρηται, µεταβαίνειν ἤδη καιρὸς ἐπὶ τὰ κατὰ τὸν ἀριθµὸν οὐ κατὰ φύσιν ἔχοντα. διττῆς δὲ οὔσης αὐτῶν τῆς διαφορᾶς, οἷς µὲν ἐλλιπές τι µόριον, ἐργάζεσθαι τοῦτο σκοπὸς, ὑπηρετοῦντας δηλονότι τῇ φύσει, καθ’ ὃν ὀλίγον ἔµπροσθεν εἴρηται τρόπον. οἷς δ’ αὖ περιττεύει, τοῦτ’ ἐκκόπτειν αὐτὸ, ἤτοι διὰ σµίλης, ἢ διὰ πυρὸς, ἢ διὰ φαρµάκου καυστικοῦ. ταυτὶ µὲν οὖν ἅπαντα σχεδὸν δυνατόν ἐστιν ἰάσασθαι, γεννῆσαι δ’ οὐχ ἅπαντα δυνατὸν, ὡς ἐν τῷ περὶ σπέρµατος ἀποδέδεικται λόγῳ. τινὰ δὲ κᾂν αὐτὰ µὴ δυνατὸν ᾖ γεννῆσαι, ποιῆσαι γοῦν ἀντ’ αὐτῶν ἕτερόν τι δυνατὸν, ὡς ἐπὶ τοῦ ὀστοῦ τελέως ἐξαιρεθέντος οὐσίαν ἑτέραν ἐν τῇ κατ’ αὐτὸ χώρᾳ, διαφέρουσαν ὀστοῦ τε καὶ σαρκός. ἔστι γὰρ ἡ γινοµένη κατὰ τὴν χώραν αὐτοῦ καθάπερ τις σὰρξ πωροειδὴς, ἢ πῶρος σαρκοειδὴς, καὶ τοῦ χρόνου δὲ προϊόντος ἐπὶ τὸ πωρωδέστερον µεθίσταται, κατ’ ἀρχὰς σαρκοειδὴς µᾶλλον οὖσα. καθ’ ὅ τι δ’ αὖ µόριον ἀπολλύµενον οὔτε τὴν αὐτὴν οὐσίαν κατ’ εἶδος, οὔθ’ ὁµοίαν ἐργάσασθαι δυνάµεθα, τρίτος ἡµῖν σκοπὸς ἐξευρεῖν τινα κόσµον, ὡς ἐπὶ κολοβωµάτων. ἐπικοινωνεῖ δὲ δηλονότι τὸ γένος ὅλον τοῦτο τῷ κατὰ τὸ πηλίκον. ὅσον γὰρ αὐτοῦ περὶ τὸ κατὰ φύσιν ἐστὶν, ἐκείνῳ πλησιάζει. τὸ δ’ ἐν τοῖς τῷ γένει παρὰ φύσιν ἀποκεχώρισται µόνον. ἐφ’ οὗ πρῶτος µὲν σκοπὸς ἡ ἀφαίρεσις· εἰ δ’ ἀδύνατος οὗτος, ἡ µετάθεσις δεύτερος, ὡς ἐπὶ τῶν ὑποχυµάτων. ὅσα δ’ οὐχ ὅλοις µορίοις, ἀλλ’ ἐν µέρεσι µορίων ἐλλείπει τε καὶ ὑπερβάλλει τοῦ κατὰ φύσιν, ἀνάθρεψις µὲν ἢ γένεσις ἐπὶ τῶν ἐλλειπόντων, ἀφαίρεσις δὲ ἢ καθαίρεσις ἐπὶ τῶν ὑπερβαλλόντων· ὅθεν οὔτε σκοπὸς ἐπ’ αὐτῶν ἕτερος, οὔτ’ ἰδέα φαρµάκων ἑτέρα κατὰ γένος. ἀλλ’ ἐπὶ τὸ λοιπὸν ἔτι γένος ἰτέον τῶν ὑγιεινῶν αἰτίων, ὅπερ ἐνανορθωτικόν ἐστι τῶν παρὰ τὴν θέσιν ἐσφαλµένων σωµάτων, οἷον ἐξαρθρήµατα καὶ ἔντερον ἐν ὀσχέῳ. γίνεται δὲ τὸ µὲν ἐκ βιαίας τάσεως ἢ ὤσεως· τὸ δὲ ἐξ ἀνευρύνσεως ἢ ῥήξεως τοῦ περιέχοντος· ὥστε καὶ ἡ ἴασις τῷ µὲν ἐξ ἀντιτάσεώς τε καὶ τῆς εἰς τοὐναντίον, εἰ παρήλλαξεν, ὤσεως, τῷ δὲ ἐκ τοῦ στεγανὸν ἐργάσασθαι τὸ περιέχον. ἐξ ὧν δ’ ἄν τις µεθόδων τὰ κατὰ µέρος ἐξευρίσκῃ, διὰ τῆς θεραπευτικῆς πραγµατείας δεδήλωται.
41. ῾Εξῆς δ’ εἴη λέγειν, ὅσα κατὰ τὸν ἔµπροσθεν λόγον ἀνεβαλλόµεθα. καλοῦσι δὲ αὐτὰ προφυλακτικά. τριττὴ δ’ ἐστὶ καὶ τούτων ἥ γε κατὰ γένος διαφορά. πρώτη µὲν ὑγιαίνοντος ἀµέµπτως τοῦ ἀνθρώπου, δευτέρα δὲ ἡ µεµπτῶς, ἡ τρίτη δὲ νοσοῦντος. τὸ µὲν οὖν πρῶτον γένος ἐκ τῆς ὑγιεινῆς ἐστι πραγµατείας, διττὸν ὑπάρχον, ὡς ἔµπροσθεν εἴρηται· τὸ δεύτερον δὲ ἐκ τῆς προφυλακτικῆς· τὸ δὲ τρίτον ἐκ τῆς θεραπευτικῆς. ἐν χυµοῖς δὲ µάλιστα τὴν σύστασιν ἔχει σύµπαν τοῦτο τὸ γένος, οὓς οὔτε γλίσχρους εἶναι προσήκει, οὔτε παχεῖς, οὔτε ὑδατώδεις, οὔτε πολλοὺς, οὔτε ἐπὶ πλέον θερµοὺς, ἢ ψυχροὺς, οὔτε δακνώδεις, οὔτε σηπεδονώδεις, οὔτε δηλητηρίους. αὐξηθέντες γὰρ αἴτιοι καθίστανται νοσηµάτων. αὐξάνονται δὲ, ποτὲ µὲν ὑπὸ τῆς αὐτῆς αἰτίας, ἥπερ αὐτοὺς ἐγέννησε τὸ πρῶτον· ἔστι δὲ ὅτε συναλλοιοῦντες ἑαυτοῖς τοὺς κατὰ τὸ σῶµα χυµούς. σκοπὸς δ’ ἐστὶ καὶ ἐπὶ τούτων ὁ τῆς ἰάσεως διττὸς, ἡ ἀλλοίωσίς τε καὶ κένωσις. ἀλλοιοῦνται µὲν οὖν, ἤτοι πεττόµενοι πρὸς αὐτοῦ τοῦ σώµατος, ἢ ὑπό τινων φαρµακωδῶν δυνάµεων, ἐν αἷς εἰσι καὶ αἱ θεραπεύουσαι τοὺς ἰοὺς τῶν ἰοβόλων ὀνοµαζοµένων ζώων, ἔτι τε τὰ δηλητήρια φάρµακα µεταβάλλουσαι. κενοῦνται δὲ ὑπὸ τῶν θερµῶν ἱκανῶς φαρµάκων, καὶ καθάρσεων, καὶ κλυστήρων, καὶ ἱδρώτων, καὶ ἐµέτων. αὗται µὲν αὐτῶν αἱ κοιναὶ κενώσεις. ἴδιαι δὲ ἐκ τῶν τόπων, ἐν οἷς ἂν ἀθροισθῶσι, λαµβάνονται, καθάπερ ἐν τοῖς ὑγιεινοῖς δεδήλωται, κατὰ τὸ τρίτον καὶ τέταρτον, καὶ µάλιστα περί τε κόπων ἡµῶν διεξιόντων, ὅσαι τε ἄλλαι τοιαῦται παράκεινται τοῖς κόποις διαθέσεις. ἐκκενοῦνται γὰρ ἑτοιµότερον, οἱ µὲν ἐν ταῖς πρώταις φλεψὶ διὰ γαστρός· οἱ δ’ ἐν ταῖς καθ’ ἧπαρ δι’ οὔρων· οἱ δὲ καθ’ ὅλην τὴν ἕξιν δι’ ἱδρώτων· ὥσπερ γε καὶ οἱ κατὰ τὴν κεφαλὴν ἤτοι δι’ ὑπερώας, ἢ διὰ ῥινῶν, ἢ δι’ ἀµφοτέρων· οἱ δ’ ἐν ταῖς τοῦ θώρακος εὐρυ χωρίαις διὰ φάρυγγος ἅµα καὶ βηχός· οἱ δὲ κατὰ νεφροὺς ἢ κύστιν δι’ οὔρων. ἀντισπάσεως δὲ κοινὴ συµπάντων τῶν µερῶν ἔνδειξις ἐπὶ τὰ ποῤῥωτάτω, παροχέτευσις δὲ ἐπὶ τὰ πλησίον. ἅπαντα δ’
Поделиться книгой в соц сетях:
Обратите внимание, что комментарий должен быть не короче 20 символов. Покажите уважение к себе и другим пользователям!