Сочинения. Том 2 - Гален Клавдий
Шрифт:
Интервал:
38. ῞Οσαι δὲ ἐµφράξεις ἢ στενοχωρίαι νοσήµασιν ἑτέροις ἕπονται, θεραπευτέον ἐκεῖνα πρότερον. δέδεικται δ’ ἐν τῷ περὶ τῆς τῶν νοσηµάτων διαφορᾶς, ὡς φλεγµοναῖς, καὶ σκίῤῥοις, καὶ οἰδήµασι, καὶ ξηρότησιν ἐνίοτε ἀµέτροις, ἔτι τε µοχθηροῖς σχήµασιν αὐτῶν τῶν περιεχόντων σωµάτων ἕπεται πολλάκις τὰ εἰρηµένα, κα θάπερ καὶ ὄγκοις τισὶ τῶν πέριξ σωµάτων. εἰ δὲ καὶ πρὸς ἄλληλα τῶν εἰρηµένων ἐπιπλέκοιτό τινα, τὰς ἐνδείξεις ἔχει ποικίλας. ἀρκέσει δ’ ἐφ’ ἑνὸς, ὡς ἐπὶ παραδείγµατος, ποιήσασθαι τὸν λόγον· ἐπὶ πλέον γὰρ ὑπὲρ ἁπάντων ἐν τοῖς θεραπευτικοῖς λέγεται γράµµασιν. ὑποκείσθω τοίνυν ἐπιῤῥεῖν τινι µέρει πλῆθος αἵµατος, ὡς διατείνεσθαι τὰ κατὰ τὸ µόριον ἀγγεῖα, µὴ τὰ µεγάλα µόνον, ἀλλὰ καὶ τὰ σµικρὰ τὰ πρότερον ἐκφεύγοντα τὴν ὄψιν, ἐκ δὲ τοῦ πεπληρῶσθαι φαινόµενα νῦν, ὥσπερ γε ἐπ’ ὀφθαλµῶν ὁρᾶται σαφῶς ἐνίοτε διὰ τὴν λευκότητα τοῦ χιτῶνος. εἰκὸς δὲ δήπου, καὶ ἄλλα τῶν µὴ ὁρωµένων ἀγγείων διατετάσθαι µεµεστωµένα, µηδέπω µηδ’ αὐτὰ φαινόµενα διὰ τὴν σµικρότητα. καὶ δὴ κίνδυνος ἐκχυθῆναι τὸ διϊδρούµενον ἐκ τῶν ἀγγείων εἰς τὰς µεταξὺ χώρας τὰς κενὰς, ἢ καὶ παρεκχεῖσθαι µικρὸν ἤδη. τοῦ τοιούτου πάθους ἡ ἴασις ἕξει µὲν δήπου σκοπὸν τὴν κένωσιν, ἢ, ἵνα σαφέστερον εἴπωµεν, ἀποκένωσιν. ἐπειδὴ τὸ πάθος ἦν ἐν τῷ πεπληρῶσθαι τὸ µόριον ἀµέτρως, ἀναγκαῖον δὴ, ἤτοι παλινδρο µῆσαν ἐκκενωθῆναι τὸ περιττὸν, ἢ δι’ αὐτοῦ τοῦ πεπονθότος µορίου. παλινδροµήσει µὲν οὖν, ἢ ὠσθὲν, ἢ ἑλχθὲν, ἢ παραπεµφθὲν, ἢ κατά τινα τούτων, ἢ κατὰ πάντα. δι’ αὐτοῦ δὲ τοῦ πεπονθότος ἐκκενωθήσεται, τὸ µέν τι φανερῶς τε καὶ αἰσθητῶς, τὸ δὲ εἰς ἀτµοὺς λεπτυνθέν. εἰ µὲν οὖν εἴη τὸ σύµπαν σῶµα πληθωρικώτερον, οὐ χρὴ διὰ τοῦ πεπονθότος τόπου ἐκκενοῦν. εἰ µὲν γὰρ ἀµυχαῖς καὶ τοµαῖς αἰσθητῶς ἐκκενώσοµεν ὀδυνήσαντες, ἐπισπασόµεθα πλέον διὰ τὴν ὀδύνην. εἰ δὲ τοῖς θερµαίνουσι διαφορεῖν ἐπιχειρήσοµεν, ἕλξοµεν διὰ τὴν θερµότηρα πλέον εἰς τὸ µέρος, ἢ διαφορήσοµεν. εἰ δ’ αὖ βουλοίµεθα παλινδροµεῖν ἀναγκάζειν τὸ ἐπιῤῥυὲν, οὐκ ἂν δέξαιτο µεστὸν ὑπάρχον τὸ σῶµα. πρὸς ἄµφω τοίνυν ταῦτα χρὴ κενῶσαι τὸ ὅλον, ἢ ἀντισπάσαι γε πάντως εἰς ἄλλα χωρία τὸ ἐπιῤῥέον τῷ πεπονθότι· τοῦτο δὲ ἐργασάµενον ἀπωθεῖσθαι τοῦ µέρους πρότερον, ἢ διαφορεῖν ἐπιχειρεῖν. ἑτοιµοτέρα γὰρ ἡ κένωσις, ὅσῳ διὰ µειζόνων. ἀποκρουσόµεθα δ’ ἐκ τοῦ πεπον θότος, εἰ στύφοιµέν τε καὶ ψύχοιµεν. ἀλλὰ καὶ τὰ κενωθέντα πρὸς ἑαυτὰ τὸ ἀποκρουόµενον ἕλξει· δέδεικται γὰρ καὶ τοῦτο διὰ τοῦ περὶ τῶν φυσικῶν δυνάµεων λόγου. καὶ δὴ καὶ παραπέµψει τὰ ἀγγεῖα, τονωθέντα τοῖς στύφουσι φαρµάκοις. εἰ µὲν οὖν ἅπαν οὕτω παλινδροµήσει, εὖ ἂν ἔχοι· καταλειφθέντος δέ τινος ἐν τῷ µορίῳ, ἐχρῆν, µὲν δήπου τεκµαίρεσθαι τοῦτο γλίσχρον ὑπάρχειν, ἢ παχὺ, καὶ διὰ τοῦτ’ ἐσφηνῶσθαι δυσλύτως. δύναται δὲ καὶ µὴ τοιοῦτον ὂν εἰς τὰς µεταξὺ χώρας ἐκκεχύσθαι. τότ’ οὖν ἥκειν ἤδη καιρὸς ἐπὶ τὸ κενοῦν αὐτὸ διὰ τοῦ πεπονθότος, ἐπιθέντα τοῖς ὑπερκειµένοις ἀποκρουστικὰς τῶν ἐπιῤῥεόντων δυνάµεις. ἐκκενώσεις δὲ µάλιστα, εἰ κατὰ τὰς µεταξὺ χώρας τεκµαίροιο περιέχεσθαί τι δι’ ἀµυχῶν τε ἅµα καὶ διὰ φαρµάκων διαφορητικῶν. ἀλλ’ ἐπεὶ τὰ διαφοροῦντα πάντα θερµὰ ταῖς δυνάµεσιν ὑπάρχει, τῆς δ’ αὐτῆς ἐστι κράσεως ἔργον τὸ δάκνειν, ὅταν ἀµετρότερον ᾖ θερµὰ, φυλακτέον ἐν αὐτοῖς τὰ πάνυ θερµὰ, καὶ µάλιστα ἢν ἐπιπολῆς ᾖ τὸ πεπονθός. ὀδυνήσεται γὰρ οὐ σµικρῶς, ἢν ἅµα τε πεπόνθῃ καὶ δάκνηται, ὀδύνη τε πᾶσα παροξύνει τὰ ῥεύµατα. τὸ µετρίως οὖν θερµὸν ἐπὶ τούτων ἀνώδυνον, ἔτι δὲ µᾶλλον, ἐὰν ὑγρὸν ὑπάρχῃ. καὶ µέντοι καὶ ἱκανόν ἐστιν διαφορῆσαι τὸ ἐπιπολῆς, εἰ καὶ µὴ σφοδρὸν εἴη τὸ διαφο-ρητικὸν φάρµακον. εἰ δὲ τὰ µὲν ἐπιπολῆς ἀπαθῆ παντάπασιν ὑπάρχει, διὰ βάθους δ’ εἴη τὸ κενώσεως δεόµενον, ἐπιτεῖναί τε καὶ αὐξῆσαι δεῖ τοῦ διαφορητικοῦ φαρµάκου τὴν θερµασίαν. κινδυνεύσει γὰρ ἐκλυθῆναι, πρὶν εἰς τὸ βάθος ἐξικέσθαι, οὐ µὴν οὐδ’ ἀνιάσει τι τὰ ἐπιπολῆς, ὧν ψαύσει, διότι µὴ πέπονθεν. ὥστε καὶ νῦν ἐς ταὐτὸν ἄµφω συµβαίνει πρὸς τὴν τῶν θερµοτέρων τε ἅµα καὶ δριµυτέρων φαρµάκων χρῆσιν, τά τ’ ἐπιπολῆς ἀνεχόµενα, καὶ τὰ διὰ βάθους δεόµενα. ταύτην µὲν οὖν τὴν ἔνδειξιν ἐκ τοῦ µορίου τῆς θέσεως ἐλάβοµεν.
39. ἑξῆς δὲ σκο πῶµεν, εἰ λείπει τι πρὸς τὴν ἴασιν· ἔοικε γὰρ λείπειν οὐ µικρά. τῶν πεπονθότων αὐτῶν, ἐν οἷς ἐστι τὸ περιττὸν τοῦ ῥεύµατος, ἔνια µὲν ἀραιὰ καὶ χαῦνα καὶ µαλακὰ τὴν φύσιν ἐστὶν, ἔνια δὲ πυκνὰ καὶ πεπιληµένα καὶ σκληρά. τὰ µὲν οὖν πρότερα ῥᾳδίως ἐκκενοῦται. τὰ δ’ ἕτερα δριµυτέρων δεῖται τῶν κενωσόντων αὐτὰ, καὶ προσέτι λεπτοµερεστέρων. ἂν δὲ καὶ κατὰ συχνοῦ κεῖνται βάθους, ἔτι δὴ καὶ µᾶλλον. αὕτη σοι πάλιν ἔνδειξις ἑτέρα παρὰ τῆς οὐσίας τοῦ πεπονθότος. ἄλλη δ’ ἀπὸ τῆς διαπλάσεως ἅµα καὶ θέσεως. ὑποκείσθω γὰρ, εἰ οὕτως ἔτυχεν, ἐν ἥπατι τὴν προειρηµένην εἶναι διάθεσιν, ἐν τοῖς στενοῖς πέρασι τῶν ἀγγείων ἐσφηνωµένων ὑγρῶν, ἤτοι γλίσχρων, ἢ παχέων, ἢ πολλῶν. ἆρ’ οὐχ ἕτοιµον ἐδέσµασί τε καὶ πόµασι λεπτυντικοῖς τὸ πάχος µὲν πρῶτον ἅµα τῇ γλισχρότητι
Поделиться книгой в соц сетях:
Обратите внимание, что комментарий должен быть не короче 20 символов. Покажите уважение к себе и другим пользователям!