Сочинения. Том 2 - Гален Клавдий
Шрифт:
Интервал:
31. Τὰ δ’ ὡς πρὸς τοὺς ὁµολογουµένως νοσοῦντας ὑγιεινὰ τῶν αἰτίων ἑξῆς διέλθωµεν, ἀπὸ τοῦ τῆς δυσκρασίας ἀρξάµενοι γένους. διοριστέον οὖν ἐνταῦθα πρότερον, ἅπερ ὀλίγου δεῖν ἅπαντες οἱ ἰατροὶ παραλείπουσιν, ὡς ἄλλα µέν ἐστιν ὑγιεινὰ τῆς ἤδη γεγενηµένης δυσκρασίας, ἄλλα δὲ τῆς ἔτι γινοµένης, ὥσπερ γε καὶ τῆς γενησοµένης ἄλλα. ταύτης µέν γε τῆς ὑστάτης τὰ µὲν ἐν τῷ προφυλακτικῷ µέρει τῆς τέχνης ἐστὶ, τὰ δὲ ἐν τῷ ὑγιεινῷ· τῆς δὲ πρώτης ἁπασῶν ἐν τῷ θεραπευτικῷ µόνῳ· τῆς δ’ ἀµφοῖν µέσης λεχθείσης ἐν τῷ προφυλακτικῷ τε καὶ θεραπευτικῷ. τὴν µὲν γὰρ ἤδη γεγενηµένην τε καὶ οὖσαν νόσον ἰᾶσθαι χρή· τὴν δ’ οὔπω µὲν οὖσαν, ἐσοµένην δὲ, ἐκ τῆς κατὰ τὸ σῶµα διαθέσεως κωλῦσαι γενέσθαι· τῆς γινοµένης δὲ, τὸ µὲν ἤδη γεγονὸς ἰᾶσθαι, τὸ γενησόµεσον δὲ κωλῦσαι γενέσθαι. κωλυθήσεται δὲ, τῆς διαθέσεως, ἐφ’ ᾗ γίνεσθαι πέφυκεν, ἀναιρεθείσης. ὀνοµάζεται δὲ ἡ τοιαύτη διάθεσις αἰτία προηγουµένη. ἡ γεγονυῖα δὲ νόσος ἤδη θεραπευθήσεται, τῆς διαθέσεως, ὑφ’ ἧς πρώτως ἡ κατὰ φύσιν ἐνέργεια βλάπτεται, λυθείσης, ἥν περ δὴ καὶ φαµὲν αὐτὴν εἶναι τῆς νόσου τὴν αἰτίαν. ἡ δ’ ἴασις ἕνα µὲν ἔχει πρῶτόν τε καὶ τὸν κοινότατον σκοπὸν, αὐτῷ τῷ µέλλοντι λυθήσεσθαι τὸ ἐναντίον. ἐκ τούτου δὲ τοῦ γένους ἐστὶ πάντα τὰ δηµιουργοῦντα τὴν ὑγείαν αἴτια, κατὰ µέρος δ’ ἐκ τῶν καθέκαστον ἐναντίων. τῇ µὲν οὖν θερµῇ διαθέσει τὸ ψυχρὸν αἴτιον ἐναντίον ἐστὶ, τῇ ψυχρᾷ δὲ τὸ θερµὸν, ἐπί τε τῶν ἄλλων ἀνάλογον. εἰ γὰρ ἄµετρον µὲν ἅπαν τὸ παρὰ φύσιν, σύµµετρον δὲ τὸ κατὰ φύσιν, ἀνάγκη πᾶσα τὸ ἄµετρον ὑπὸ τοῦ κατὰ τοὐναντίον ἐµµέτρου πρὸς τὸ σύµµετρον ἐπανελθεῖν. εὔδηλον δὲ, ὡς τὸ κατὰ δύναµιν, οὐ τὸ κατὰ φαντασίαν θερµαῖνον καὶ ψύχον, ὅσα τ’ ἄλλα τοιαῦτα, ληπτέον ἐστί. καλῶ δὲ κατὰ δύναµιν µὲν, ὅπερ ὄντως τε καὶ ἀληθῶς ἐστιν οἷον λέγεται· κατὰ φαντασίαν δὲ, τὸ τῇ προχείρῳ µὲν αἰσθήσει τοιοῦτον εἶναι φανταζόµενον, ὄντως δ’ οὐκ ὂν τοιοῦτον. ὅπως δὲ χρὴ γνωρίζειν αὐτὰ, κατὰ τὴν περὶ τῆς τῶν ἁπλῶν φαρµάκων δυνάµεως εἴρηται πραγµατείαν. εἰς δὲ τὴν εὕρεσιν τῶν ὑγιεινῶν αἰτίων, ὅσα µὲν ὡς πρὸς τὴν ἤδη γεγενηµένην νόσον ἐστὶν ὑγιεινὰ, τῇ µεθόδῳ χρηστέον, ᾗ τὸ κατὰ φαντασίαν τοῦ κατὰ δύναµιν ὁρίζεται· ὅσα δὲ ὡς πρὸς τὴν ἔτι γινοµένην, αὐτῇ τε ταύτῃ, καὶ προσέτι καθ’ ἣν ἐξευρίσκεται τὰ τῶν νοσηµάτων αἴτια· φέρε γὰρ, εἰ οὕτως ἔτυχεν, ἐπὶ χυµοῖς σηποµένοις ἀνάπτεσθαι πυρετὸν, ἔνδειξις ἐπὶ τοῖς τοιούτοις ἀλλοίωσίς τε καὶ κένωσίς ἐστιν· ἀλλοίωσις µὲν ἡ παύουσα τὴν σηπεδόνα, µενούσης τῆς αἰτίας, κένωσις δὲ ἡ ὅλην ἐκ τοῦ σώµατος ἐξάγουσα τὴν αἰτίαν. ἀλλὰ τὸ µὲν εἰρηµένον εἶδος τῆς ἀλλοιώσεως πέψις ἐστὶν, ἣν ὑπὸ τίνων αἰτίων ἐγχωρεῖ ποιεῖν, ἐξευρόντες, ἐν ἐκείνοις ἂν ἔχοιµεν ἤδη τὴν γνῶσιν τῶν οὕτως ὑγιεινῶν. αἱ κενώσεις δὲ διά τε φλεβοτοµίας, καὶ κλυστήρων, καὶ οὔρων, καὶ τῆς κατὰ τὸ δέρµα διαπνοῆς εἰσιν, ἔτι δὲ ἀντισπάσεως καὶ µετοχετεύσεως εἰς ἕτερα. τούτου δὲ τοῦ γένους ἐστὶ καὶ τὸ καταµήνια κινῆσαι καὶ αἱµοῤῥοΐδας ἀναστοµῶσαι, καὶ διὰ ῥινῶν καὶ ὑπερώας καθᾶραι.
32. ἐξευρόντες οὖν κᾀνταῦθα τὰς ὕλας, αἷς ἐν ποιότητι καὶ ποσότητι, καὶ καιρῷ, καὶ τρόπῳ τῆς χρήσεως προσφεροµέναις ἡ κένωσις γίνεται, κατ’ αὐτὸ τὸ µέρος τῆς τέχνης εὑρήσοµεν τὰ ὑγιεινά. καὶ γέγραπται πάντων ἡ εὕρεσις ἐν τῇ θεραπευ-τικῇ πραγµατείᾳ. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐπὶ ταῖς ἄλλαις δυσκρασίαις ταῖς τρισὶν, ἓν κοινὸν ἔχοντες παράγγελµα, τὸ ποιοῦν ἕκαστον ἐκκόπτειν πρότερον, εἶθ’ οὕτως ἥκειν ἐπὶ τὸ γεγονὸς ὑπ’ αὐτοῦ νόσηµα, τὴν τῶν ὑγιεινῶν αἰτίων εὕρεσιν ποιησόµεθα. κατὰ δὲ τὰς συνθέτους δυσκρασίας ἥ γ’ ἐκ τῶν ἁπλῶν σύνθεσις ἐνδείξεται τὰ ὑγιεινὰ παραγγέλµατα, κᾀνταῦθα ἐχόντων ἡµῶν ἀνάλογον φάρµακον τῷ µεγέθει τῆς δυσκρασίας, τὸ πρὸς ἐκείνην ἁρµόττον, ἐξευρίσκειν. οἷον, εἰ οὕτως ἔτυχεν, δέκα µὲν ἀριθµοῖς ἐπὶ τὸ θερµότερον ἐξεστήκῃ τοῦ κατὰ φύσιν, ἑπτὰ δ’ ἐπὶ τὸ ξηρότερον. εἶναι δήπου χρὴ καὶ τὸ ὑγιεινὸν αἴτιον ἐπὶ ταῖς τοιαύταις διαθέσεσι δέκα µὲν ἀριθµοῖς ψυχρότερον, ἑπτὰ δὲ ὑγρότερον. εἰ µὲν οὖν αὐτῷ τῷ πεπονθότι µορίῳ προσάγοιτο τοιοῦτον φάρµακον, εἰς τοσοῦτον ἔστω ψυχρότερόν τε καὶ ὑγρότερον, εἰς ὅσον ἡ ἔνδειξις κελεύει. διὰ βάθους δὲ κειµένου τοῦ πεπονθότος, ἐπιτεχνᾶσθαι χρὴ τοιοῦτον ἐργάζεσθαι τὸ ὑγιεινὸν, ὡς µὴ φθάνειν ἐκλύεσθαι κατὰ τὴν ὁδόν. εἰ µὲν οὖν θερµότερον εἶναι δέοι τοῦ συµµέτρου, µὴ τοσοῦτον µόνον ἔστω θερµότερον, ὅσου δεῖται τὸ πάθος, ἀλλ’ ἐξ ἐπιµέτρου προσκείσθω τὸ διὰ τὴν θέσιν ἀναγκαῖον προσερχόµενον· εἰ δὲ ψυχρότερον, οὐχ ἁπλῶς χρὴ τοσοῦτον ποιεῖν αὐτὸ ψυχρότερον, ἀλλὰ καὶ τὴν ὕλην σκοπεῖσθαι πρότερον. εἰ µὲν γὰρ παχυµερές ἐστιν, οὐχ ὁδοιπορήσει µέχρι βάθους πολλοῦ· τοὐναντίον δὲ πᾶν ἐργάσεται πυκνῶσαν τὴν ἐπιφάνειαν. εἰ δὲ λεπτοµερὲς ὑπάρχει, δύναιτ’ ἂν ἐξικέσθαι µέχρι πλείονος βάθους. οὕτως δὲ καὶ ἐπὶ τῶν ὑγραινόντων καὶ ξηραινόντων τὸ παχυµερὲς καὶ λεπτοµερὲς τῆς οὐσίας ἐπισκεπτέον. ἀπὸ µὲν δὴ τῆς θέσεως τοῦ πεπονθότος ἡ ἔνδειξις εὑρίσκει τὸ ὑγιεινὸν, ὡς εἴρηται νῦν. ἀπὸ δὲ τῆς διαπλάσεώς τε καὶ θέσεως, ὅταν ἐκροὰς αἰσθητὰς ἔχῃ συντετρηµένας εἰς ἕτερον, ἢ µηδεµίαν ἔχῃ. τὰς µὲν γὰρ εἰς τὰ κυριώτατα φερούσας ἐκροὰς ἀποτρέψοµεν, ἐρεθίσοµεν δὲ τὰς εἰς µὴ κυριώτατα. δῆλον δὲ, ὡς τῶν ποιούντων αἰτίων τὴν δυσκρασίαν ἡ διὰ τῆς κενώσεώς ἐστιν ἴασις. αὐτῶν γὰρ τῶν δυσκρασιῶν µόνον ἀλλοίωσις ἴασίς ἐστιν.
33. Λυθείσης δὲ τῆς συνεχείας, ὁ µὲν τῆς ἰάσεως σκοπὸς, ἡ ἕνωσις, ἐπὶ µὲν τῶν ὁργανικῶν µορίων ἀδύνατος· ἐπὶ δὲ τῶν ὁµοιοµερῶν οὐκ ἀεὶ δυνατὸς, ἀλλ’ ἐν ἐνίοις, ὡς ἐν τοῖς σαρκώδεσι, κόλλησις ἡ ἴασίς ἐστιν· οὐ διοίσει δὲ οὐδ’ εἰ σύµφυσιν ὀνοµάζεις. ἡγεῖται δ’ αὐτῆς, ὅταν
Поделиться книгой в соц сетях:
Обратите внимание, что комментарий должен быть не короче 20 символов. Покажите уважение к себе и другим пользователям!