Сочинения. Том 4 - Гален Клавдий
Шрифт:
Интервал:
7.5.40. φαίνεται δὲ τοῦτ’ ἐναργῶς καὶ δι’ αὐτῆς τῆς αἰσθήσεως· ὅθεν οὐδ’ οἱ γεωµετρικοὶ µετ’ ἀποδείξεως ἀλλ’ αὐτόθεν ὡς ἐναργὲς αὐτὸ τιθέασι, καίτοι τοῦ γε κατ’ εὐθείας ὁρᾶν ἡµᾶς γραµµὰς ἢ τοῦ τὴν ὄψιν, ἐπειδὰν ἀκριβῶς τινι λείῳ καὶ στίλβοντι προσπέσῃ, κατὰ τὴν ἴσην ἀνακλᾶσθαι γωνίαν ᾗ προσέπεσεν ἀποδείξεις φέρονταί τινες.
7.5.41. εἴπερ οὖν ἡ ὄψις µόνη τῶν ἄλλων αἰσθήσεων αἰσθάνεται τοῦ κινοῦντος αὐτὴν αἰσθητοῦ διὰ µέσου τοῦ ἀέρος, οὐχ ὡς βακτηρίας τινός, ἀλλ’ ὡς ὁµοειδοῦς τε καὶ συµφυοῦς ἑαυτῇ µορίου καὶ µόνῃ τοῦτ’ ἐξαίρετον αὐτῇ δέδοται µετὰ τοῦ καὶ δι’ ἀνακλάσεως ὁρᾶν, εἰκότως ἐδεήθη πνεύµατος ἄνωθεν ἐπιρρέοντος αὐγοειδοῦς, ὃ προσπῖπτον τῷ πέριξ ἀέρι καὶ οἷον ἐπιπλῆττον αὐτὸν ἑαυτῷ συνεξοµοιώσει.
7.5.42. δεόντως οὖν ἐροῦµεν αὐγοειδὲς µὲν εἶναι τὸ τῆς ὄψεως ὄργανον, ἀεροειδὲς δὲ τὸ τῆς ἀκοῆς, ἀτµοειδὲς δὲ τὸ τῆς ὀδµῆς καὶ τὸ µὲν τῆς γεύσεως ὑγρόν, τὸ δὲ τῆς ἁφῆς γεῶδες.
7.5.43. οὐδὲ γὰρ οἷόν τ’ ἦν ἑτέρως ἔχειν αὐτὰ τῆς ἐκ τῶν ὁµοίων ἀλλοιώσεως χρῄζοντα καὶ τοῦτ’ ἄρ’ ἦν ὃ βούλεται δηλοῦν ὁ ᾿Εµπεδοκλῆς ἐν οἷς φησι “γαίῃ µὲν γὰρ γαῖαν ὀπώπαµεν, ὕδατι δ’ ὕδωρ, αἰθέρι δ’ αἰθέρα δίᾳ, ἀτὰρ πυρὶ πῦρ ἀΐδηλον”.
7.5.44. αἰσθανόµεθα γὰρ ὄντως τῷ µὲν γεωδεστέρῳ τῶν αἰσθητηρίων, ὅπερ ἐστὶν ἡ ἁφή, τῆς γεώδους φύσεως ἐν τοῖς αἰσθητοῖς, τῷ δ’ αὐγοειδεστάτῳ, <τῷ> τῆς ὄψεως, τῆς αὐγοειδοῦς, καθάπερ γε καὶ τῷ κατὰ τὴν ἀκοὴν ἀεροειδεῖ γιγνοµένῳ τῶν ἰδίων ἀέρος παθηµάτων ἡ διάγνωσις ἀποτελεῖται. καὶ µὲν δὴ καὶ τῷ κατὰ τὴν γεῦσιν ὑγρῷ καὶ σπογγοειδεῖ τὴν φύσιν ὄντι τῶν χυµῶν ἡµῖν αἴσθησις γίγνεται.
7.5.45. λοιπὸν δ’ ἐστὶ τὸ τῆς ὀσφρήσεως ὄργανον, οὐκ ἐν τοῖς κατὰ τὴν ῥῖνα πόροις, ὡς οἱ πολλοὶ νοµίζουσιν, ἀλλ’ ἐν τοῖς πέρασι τῶν προσθίων ἐγκεφάλου κοιλιῶν, εἰς ἅπερ ἀνήκουσιν οἱ κατὰ τὴν ῥῖνα πόροι· κατὰ τοῦτο γάρ τοι τὸ µόριον ἀτµοειδεστάτας εἶναι συµβέβηκε τὰς κοιλίας αὐτοῦ.
7.5.46. γέγραπται δὲ τῷ βουλοµένῳ καὶ περὶ τοῦδε βιβλίον ἓν ἡµέτερον, ᾧ καὶ τὸ ἐπίγραµµά ἐστι περὶ τοῦ τῆς ὀσφρήσεως ὀργάνου.
7.6.1. πέµπτον γὰρ δὴ τοῦτ’ ἔστιν αἰσθητήριον, οὐκ ὄντων πέντε στοιχείων, ἐπειδὴ τὸ τῶν ὀσµῶν γένος ἐν τῷ µεταξὺ τὴν φύσιν ἐστὶν ἀέρος τε καὶ ὕδατος, ὡς καὶ Πλάτων εἶπεν ἐν Τιµαίῳ κατὰ τήνδε τὴν ῥῆσιν· “µεταβάλλοντος γὰρ ὕδατος εἰς ἀέρα ἀέρος τε εἰς ὕδωρ ἐν τῷ µεταξὺ γεγόνασιν ὀδµαὶ σύµπασαι.”
7.6.2. λέγει δὲ καὶ περὶ τοῦ τῆς ὄψεως ὀργάνου ὅτι πυρός ἐστι τοῦ καθαρωτάτου γένους, ὅπερ αὐτὸς αὐγήν τε καὶ φῶς ὀνοµάζει, διαφέρον ἄνθρακός τε καὶ φλογός.
7.6.3. φησὶ γοῦν· “µετὰ δὲ ταῦτα δεῖ νοεῖν ὅτι πυρός τε γένη πολλὰ γέγονεν, οἷον φλὸξ τό τ’ ἀπὸ τῆς φλογὸς ἀπιόν, ὃ καίει µὲν οὔ, φῶς δὲ τοῖς ὄµµασι παρέχει, τό τε φλογὸς ἀποσβεσθείσης ἐν τοῖς διαπύροις καταλειπόµενον αὐτοῦ.”
7.6.4. τούτων οὖν τῶν τριῶν γενῶν τὸ µὴ καῖον µέν, ὡς αὐτὸς ἔφη, φῶς δὲ τοῖς ὄµµασι παρέχον, ἐν τῷ τῆς ὄψεως ὀργάνῳ πλεῖστόν ἐστιν, ὃ καὶ τοῦτο πάλιν αὐτὸς ἐδήλωσεν ἐν ταὐτῷ βιβλίῳ τῷ Τιµαίῳ κατὰ τήνδε τὴν ῥῆσιν·
7.6.5. “τῶν δ’ ὀργάνων πρῶτον µὲν φωσφόρα συνετεκτήναντο ὄµµατα τοιᾷδε ἐνδήσαντες αἰτίᾳ·τοῦ πυρὸς ὅσον µὲν τὸ καίειν οὐκ ἔσχε, τὸ δὲ παρέχειν φῶς ἥµερον, οἰκεῖον ἑκάστης ἡµέρας σῶµα ἐµηχανήσαντο γίγνεσθαι.
7.6.6. τὸ γὰρ ἐντὸς ἡµῶν ἀδελφὸν ὂν τούτου πῦρ εἰλικρινὲς ἐποίησαν διὰ τῶν ὀµµάτων ῥεῖν, λεῖον καὶ πυκνὸν ὅλον µέν, µάλιστα δὲ τὸ µέσον συµπιλήσαντες τῶν ὀµµάτων, ὥστε τὸ µὲν ἄλλο ὅσον παχύτερον στέγειν πᾶν, τὸ τοιοῦτον δὲ µόνον αὐτὸ καθαρὸν διηθεῖν.”
7.6.7. ὁποῖον µὲν οὖν τι τὸ τῆς ὄψεώς ἐστιν ὄργανον ἐν τούτοις ἐδήλωσεν· ὅπως δὲ ὁρῶµεν ἐν τοῖς ἐφεξῆς. συνάπτων γοῦν τοῖς προειρηµένοις φησίν·
7.6.8. “ὅταν µὲν οὖν µεθηµερινὸν ᾖ φῶς περὶ τὸ τῆς ὄψεως ῥεῦµα, τότ’ ἐκπῖπτον ὅµοιον πρὸς ὅµοιον ξυµπαγὲς γενόµενον σῶµα οἰκειωθὲν ξυνέστη κατὰ τὴν <τῶν> ὀµµάτων εὐθυωρίαν ὅπῃπερ ἀντερείδει τὸ προσπῖπτον ἔνδοθεν πρὸς ὃ τὸ ἔξω συνέπεσεν.
7.6.9. ὁµοιοπαθὲς δὴ δι’ ὁµοιότητα πᾶν γενόµενον, ὅτου τε ἂν αὐτό ποτε ἐφάπτηται καὶ ὃ ἂν ἄλλο ἐκείνου, τούτων τὰς κινήσεις διαδιδὸν εἰς ἅπαν τὸ σῶµα µέχρι τῆς ψυχῆς αἴσθησιν παρέσχετο ταύτην ᾗ δὴ ὁρᾶν φαµεν.”
7.6.10. Aὗται µὲν αἱ τοῦ Πλάτωνος ῥήσεις αὐγοειδὲς τὸ τῆς ὄψεως ὄργανον εἶναι λέγοντος αἴσθησίν τε γίγνεσθαι δι’ αὐτοῦ τῶν κατὰ τὴν αὐγὴν παθηµάτων, ὥσπερ τῶν κατὰ τὸν ἀέρα διὰ τῆς ἀκοῆς· τῷ γὰρ ὁµοίῳ τὸ ὅµοιον εἰς τὴν τῶν παθηµάτων ἀφικνεῖται κοινωνίαν.
7.6.11. δύο δὲ σηµαινούσης ἁπάσης τῆς τοιαύτης λέξεως, οἵαν καὶ ὁ ᾿Εµπεδοκλῆς ἐποιήσατο λέγων “γαίῃ µὲν γὰρ γαῖαν ὀπώπαµεν, ὕδατι δ’ ὕδωρ”, ἓν µὲν ὅτι δι’ ὀργάνου τοιοῦδε, δεύτερον δὲ ὅτι διὰ δυνάµεως τοιᾶσδε, τὸ µὲν ὡς δι’ ὀργάνου συγχωρητέον ἀληθὲς εἶναι, τὸ δ’ ὡς διὰ δυνάµεως οὐκέτι.
7.6.12. τὸ γάρ τοι πρῶτον αἰσθητικόν, ὅ τιπερ ἂν ᾖ, κοινὸν ἁπασῶν ἐστι τῶν κατὰ µέρος αἰσθήσεων, ὡς καὶ τοῦτο Πλάτων ἐν ἄλλοις τέ τισι καὶ µέντοι καὶ Θεαιτήτῳ διδάσκει κατ’ ἐκεῖνο τὸ µέρος τοῦ συγγράµµατος ἔνθα φησί·
7.6.13. “δεινὸν γάρ που, ὦ παῖ, εἰ πολλαί τινες ἐν ἡµῖν ὥσπερ ἐν δουρείοις ἵπποις αἰσθήσεις ἐγκάθηνται, ἀλλὰ µὴ εἰς µίαν τινὰ ἰδέαν εἴτε ψυχὴν εἴθ’ ὅ τι δεῖ καλεῖν πάντα ταῦτα συντείνει, ᾗ διὰ τούτων οἷον ὀργάνων αἰσθανόµεθα ὅσα αἰσθητά.”
7.6.14. καὶ κατασκευάζων γε διὰ πλειόνων ἑξῆς ὁ Πλάτων τὸν λόγον ὧδέ φησι· “θερµὰ καὶ σκληρὰ καὶ κοῦφα καὶ γλυκέα δι’ ὧν αἰσθάνῃ, ἆρ’ οὐ τοῦ σώµατος ἕκαστα τίθης ἢ ἄλλου τινός;
7.6.15. οὐδενὸς ἄλλου. ἢ καὶ ἐθελήσεις ὁµολογεῖν ἃ δι’ ἑτέρας δυνάµεως αἰσθάνῃ, ἀδύνατον εἶναι δι’ ἄλλης ταῦτ’ αἰσθέσθαι, οἷον ἃ δι’ ἀκοῆς, δι’ ὄψεως, ἢ ἃ δι’ ὄψεως, δι’ ἀκοῆς;
7.6.16. πῶς γὰρ οὐκ ἐθελήσω; εἴ τι[*] ἄρα περὶ ἀµφοτέρων διανοῇ, οὐκ ἂν διά γε τοῦ ἑτέρου ὀργάνου οὐδ’ αὖ διὰ τοῦ ἑτέρου περὶ ἀµφοτέρων αἰσθάνοιο ἄν. οὐ γὰρ οὖν.
7.6.17. περὶ δὴ φωνῆς καὶ τῆς χρόας πρῶτον µὲν αὐτὸ τοῦτο περὶ ἀµφοτέρων διανοῇ, ὅτι ἀµφοτέρω ἐστόν; ἔγωγε. οὐκοῦν καὶ ὅτι ἑκατέρου µὲν ἑκάτερον ἕτερον, ἑαυτῷ δὲ ταὐτόν; τί µήν;
7.6.18. καὶ ὅτι ἀµφοτέρω δύο, ἑκάτερον δὲ ἕν; καὶ τοῦτο. οὐκοῦν καὶ εἴτε ἀνοµοίω εἴτε ὁµοίω ἀλλήλοιν, δυνατὸς εἶ ἐπισκέψασθαι; ἴσως.
7.6.19. ταῦτα δὴ πάντα διὰ τίνος περὶ αὐτῶν διανοῇ; οὔτε γὰρ δι’ ἀκοῆς οὔτε δι’ ὄψεως οἷόν τε τὸ κοινὸν λαµβάνειν περὶ
Поделиться книгой в соц сетях:
Обратите внимание, что комментарий должен быть не короче 20 символов. Покажите уважение к себе и другим пользователям!