📚 Hub Books: Онлайн-чтение книгРазная литератураСочинения. Том 4 - Гален Клавдий

Сочинения. Том 4 - Гален Клавдий

Шрифт:

-
+

Интервал:

-
+
1 ... 57 58 59 60 61 62 63 64 65 ... 128
Перейти на страницу:
αὐτῶν.

7.6.20. ἔτι δὲ καὶ τόδε τεκµήριον περὶ οὗ λέγοµεν· εἰ γὰρ δυνατὸν εἴη ἀµφοτέρω σκέψασθαι, ἆρ’ ἐστὸν ἁλµυρὼ ἢ οὔ, οἶσθ’ ὅτι ἕξεις εἰπεῖν ᾧ ἐπισκέψῃ, καὶ τοῦτο οὔτε ὄψις οὔτε ἀκοὴ φαίνεται, ἀλλά τι ἄλλο.

7.6.21. τί δ’ οὐ µέλλει, ἥ γε διὰ τῆς γλώττης δύναµις; καλῶς λέγεις. ἡ δὲ δὴ διὰ τίνος δύναµις τό τ’ ἐφ’ ἅπασι κοινὸν καὶ τὸ ἐπὶ τούτοις δηλοῖ σοι, ᾧ τὸ ἔστιν ἐπονοµάζεις καὶ τὸ οὐκ ἔστι καὶ ἃ νῦν δὴ ἠρωτῶµεν περὶ αὐτῶν; <τούτοις> πᾶσι ποῖα ἀποδώσεις ὄργανα, δι’ ὧν αἰσθάνεται ἡµῶν τὸ αἰσθανόµενον ἕκαστα;”

7.6.22. ῎Eν τε οὖν τούτοις ὁ Πλάτων ὥσπερ οὖν κἀν τοῖς ἐφεξῆς ἐν ἄλλοις τέ τισι διαλόγοις ἐδίδαξεν ἡµᾶς ὑπὲρ τῆς κοινῆς δυνάµεως, ἥτις ἐξ ἐγκεφάλου διὰ τῶν νεύρων εἰς ἕκαστον τῶν αἰσθητηρίων ἀφικνουµένη τῶν ἐν αὐτοῖς ἀλλοιώσεων αἰσθάνεται· ὡς εἴ γε δυνατὸν ἦν τοῖς ἰδίοις παθήµασιν αὐγῆς ἄλλο τι συναλλοιωθῆναι παρὰ τὸ φωτοειδὲς ὄργανον ἢ τοῖς τῶν ἀτµῶν ἕτερόν τι τοῦ ἀτµοειδοῦς ἢ τοῖς τοῦ ἀέρος ἄλλο τι παρὰ τὸ ἀεροειδὲς ἢ τοῖς τῶν ὑγρῶν ἕτερόν τι παρὰ τὸ γευστικόν τε καὶ πλῆρες χυµῶν, οὐκ ἂν ἐγεγόνει τὰ τῶν αἰσθητηρίων ὄργανα· νυνὶ δ’ οὐχ οὕτως ἔχει.

7.6.23. τὰ µὲν γὰρ ἐν τοῖς ἀντιβαίνουσι σώµασιν ὅσαπερ ἦν ἴδια τῆς οἰκείας διαφορᾶς <οὐχ> ἅπαντι µορίῳ νεύρων µεταλαβόντι δυνατὸν αἰσθάνεσθαι, διότι µηδὲ παθεῖν ἅπαν ὑπὸ τῆς τοῦ γηΐνου σώµατος προσβολῆς ἐπιτήδειόν ἐστιν.

7.6.24. ἦν δ’ αὐτῶν πρώτη µὲν ἡ κατ’ ὀξύτητα καὶ ἀµβλύτητα, δευτέρα δ’ ἡ κατὰ θερµότητα καὶ ψυχρότητα, κατὰ συµβεβηκὸς δ’ αἱ λοιπαί, µέγεθός τε καὶ σχῆµα καὶ κίνησις καὶ ἀριθµός, αἱ καὶ µετὰ συλλογισµοῦ καὶ µνήµης, οὐ µόνης αἰσθήσεως ἐδείχθησαν γιγνόµεναι κατά γε τὴν ἁφὴν καὶ τὴν ὄψιν ἐν τῇ Περὶ τῆς ἀποδείξεως πραγµατείᾳ, καθ’ ἣν πρώτην ἀξιῶ γεγυµνάσθαι τὸν ἀκριβῶς ἕπεσθαι τοῖς νῦν λεγοµένοις ἐφιέµενον.

7.6.25. ὥσπερ δὲ τὰ τῆς ἁπτικῆς αἰσθήσεως αἰσθητὰ δι’ ἀντιβάσεως, οὕτως τὰ τῆς γευστικῆς δι’ ὑγρότητός τε καὶ χυµῶν εἰς γνῶσιν ἥκει.

7.6.26. καὶ ἢν ξηρανθεῖσά ποτε τύχῃ σφοδρῶς ἡ γλῶττα, διαφθείρεται τῶν χυµῶν ἡ διάγνωσις µὴ δυναµένου τοῦ παθόντος αὐτὸ διακρῖναι τί µὲν ὀξὺ τί δὲ πικρόν ἐστιν ἢ δριµύ, τί δὲ αὐστηρὸν ἢ στρυφνὸν ἢ ὅλως στῦφον, ὥσπερ οὐδὲ τί µὲν γλυκὺ τί δ’ ἁλµυρόν.

7.6.27. ἐµφράξεως δὲ γενοµένης τῶν πόρων τῆς ῥινὸς ἡ ἐκ τῶν ὀδµῶν αἴσθησις ἀπόλλυται, καθάπερ γε καὶ ἡ τῶν φωνῶν ἐὰν ἐµφραχθῇ τὰ ὦτα, µὴ διϊκνουµένης εἰς ἑκάτερον τῶν ὀργάνων τῆς οἰκείας ἀλλοιώσεως, εἰς µὲν τὸ ἀτµοειδὲς ἐκ τῶν ὀδµῶν, ἀτµὸς γὰρ ἡ τούτων οὐσία, εἰς δὲ τὸ ἀεροειδὲς ἐκ τῶν φωνῶν, ἐπειδὴ καὶ τούτων ἀήρ ἐστιν ἡ οὐσία.

7.6.28. ταῖς τοιαύταις ἐµφράξεσιν ἀνάλογόν ἐστι καὶ τὸ τῶν ὀφθαλµῶν πάθηµα· καλεῖται δὲ ὑπόχυσις. ἐµφράττεται δὲ ἐν αὐτῷ τῆς ἡλιοειδοῦς αὐγῆς ὁ κατὰ τὸν ῥαγοειδῆ χιτῶνα πόρος, ὡς µηκέτι συνάπτεσθαι τὸ τῆς ὄψεως ἴδιον ὄργανον τῷ περιέχοντι τὸν ὅλον ὀφθαλµὸν ἔξωθεν ἀέρι.

7.6.29. τοῦτ’ οὖν αὐτὸ*** καὶ κατ’ ἐκείνην τὴν ῥῆσιν ὁ Πλάτων ἐδήλωσεν, ἔνθα φησί· “σωµατοειδὲς δὴ καὶ ὁρατὸν ἁπτόν τε δεῖ τὸ γενόµενον εἶναι· χωρισθὲν δὲ πυρὸς οὐδὲν ἄν ποτε ὁρατὸν γένοιτο οὐδὲ ἁπτὸν ἄνευ τινὸς στερεοῦ, στερεὸν δὲ οὐκ ἄνευ γῆς· ὅθεν ἐκ πυρὸς καὶ γῆς τὸ τοῦ παντὸς σῶµα ἀρχόµενος συνιστάναι ὁ θεὸς ἐποίει.”

7.6.30. ἐκ πυρὸς γὰρ καὶ γῆς πεποιῆσθαί φησι τὸ σῶµα τοῦ παντός, ἵν’ ὁρατόν τε καὶ ἁπτὸν ᾖ. διὰ τοῦτ’ οὖν καὶ κατὰ <τὰ> τῶν ζῴων σώµατα τὸ µὲν ἁπτικὸν ὄργανον γεῶδές ἐστι, τὸ δ’ ὀπτικὸν πυροειδές, ἅπερ ἀλλοιοῦσθαι µὲν ἠδύνατο καὶ χωρὶς αἰσθήσεως, εἰ µὴ µετέσχε νεύρων, αἰσθάνεται <δὲ> τῆς ἀλλοιώσεως µετουσίᾳ τούτων.

7.6.31. οὔκουν ἀλλοίωσίς ἐστιν ἡ αἴσθησις, ὡς ἔνιοί φασιν, ἀλλὰ διάγνωσις ἀλλοιώσεως.

7.6.32. Oοὐ µὴν οὐδ’ ἀρκεῖ λείαν ἢ τραχεῖαν ἐν τῷ σώµατι γενέσθαι κίνησιν εἰς ἡδονῆς ἢ πόνου γένεσιν, ἀλλὰ χρὴ προσελθεῖν αἴσθησιν ἑκατέρᾳ τῶν τοιούτων κινήσεων.

7.6.33. εἰ δὲ καὶ τὴν διάθεσιν αὐτὴν ἐθέλοις καλεῖν ὀδύνην ἢ πόνον, οὔ µοι διαφέρει· µόνον γὰρ ἀξιῶ σε µεµνῆσθαι τοῦ διαφέρειν ἀλλήλων τήν τε διάθεσιν ἣν ἴσχει τὰ σώµατα τῆς φύσεως ἐξιστάµενα, καὶ τὴν αἴσθησιν αὐτῆς, ἐπεί τισί γε καθάπερ ῾Ιπποκράτει κέκληταί ποθ’ ἡ διάθεσις µόνη πόνος, ἔνθα φησίν· “ὁκόσοι πονέοντές τι τοῦ σώµατος τὰ πολλὰ τῶν πόνων οὐκ αἰσθάνονται, τούτοισιν ἡ γνώµη νοσεῖ.”

7.6.34. τοὺς γὰρ βεβλαµµένους ὁτιοῦν µέρος οὕτως σφοδρῶς ὡς εἰ µὴ παρεφρόνουν, ἀλγεῖν, ὠνόµασε πονοῦντας.

7.6.35. ὅταν οὖν φῇ “ὀδύνη γίγνεται καὶ διὰ τὸ θερµὸν καὶ διὰ τὸ ψυχρὸν καὶ διὰ τὸ πλεῖον καὶ διὰ τὸ ἔλαττον καὶ ἐν µὲν τοῖσιν ἐψυγµένοισι τοῦ σώµατος διὰ τὸ θερµαῖνον, ἐν δὲ τοῖσι τεθερµασµένοισι διὰ τὸ ψῦχον, καὶ τοῖσι τὴν φύσιν διαφθειροµένοισιν ὀδύναι γίγνονται,” µὴ νοµίσῃς αὐτὸν ἀλλοίωσίν τινα βραχεῖαν φάναι, ἀλλὰ σφοδρᾶς ἀλλοιώσεως αἴσθησιν, ἥτις αἴσθησις οὐ δύναται γενέσθαι χωρὶς τῆς τοῦ πάσχοντος σώµατος εἰς τὸ παρὰ φύσιν ἐξαλλαγῆς.

7.6.36. ἡ δέ γε βραχεῖα µεταβολὴ τῶν σωµάτων αἴσθησιν µὲν ἐργάζεται διαγνωστικὴν τῆς τοῦ ποιήσαντος δυνάµεως, ὅταν γ’ αἰσθητικὸν ὑπάρχῃ δηλονότι τὸ ἀλλοιούµενον, ὀδύνην δ’ οὐδέπω παρέχει. πάσχει δ’ ἑτοίµως τὰς βραχείας µεταβολὰς ἀπὸ τῶν ὁµογενῶν ἓν ἕκαστον.

7.7.1. Aαὐτίκα γέ τοι τὸ τῆς ὄψεως ὄργανον, ἐπειδὴ χρωµάτων ἐχρῆν αὐτὸ διαγνωστικὸν ὑπάρχειν, αὐγοειδὲς ἐγένετο µόνων τῶν τοιούτων σωµάτων ἀλλοιοῦσθαι πεφυκότων ὑπὸ χρωµάτων, ὡς δηλοῖ καὶ ὁ περιέχων ἀήρ, ἡνίκα <ἂν> µάλιστα καθαρὸς ὑπάρχῃ, τηνικαῦθ’ ὑπὸ χρωµάτων ἀλλοιούµενος.

7.7.2. ἰδεῖν γοῦν ἐστιν ὅταν ἐν ἀέρι τοιούτῳ τις ὑπὸ δένδρῳ κατακείµενος ᾖ, τὸ τοῦ δένδρου χρῶµα περιχεόµενον αὐτῷ. καὶ τὸ τοῦ τοίχου δὲ χρῶµα πολλάκις ἀὴρ λαµπρὸς ψαύσας ἐδέξατό τε καὶ διεκόµισεν ἐφ’ ἕτερον σῶµα, καὶ µάλισθ’ ὅταν ᾖ τὸ χρῶµα κυανοῦν ἢ ξανθὸν ἢ ὁπωσοῦν ἑτέρως εὐανθές.

7.7.3. καὶ µὲν δὴ καὶ ὥσπερ ὑπὸ τῆς ἡλιακῆς αὐγῆς αὐτῷ τῷ ψαῦσαι µόνον ὁ πᾶς ἀὴρ ἀθρόως ὁµοιοῦται, κατὰ τὸν αὐτὸν τρόπον ὑπὸ τοῦ χρώµατος αὐτίκα µεταβάλλεται.

7.7.4. ταυτὶ µὲν οὖν ὀρθότατα καὶ πρὸς ᾿Αριστοτέλους εἴρηται περί τε τῆς παραχρῆµα µεταβολῆς τῶν οὕτως ἀλλοιουµένων, ὡς κινδυνεύειν ἄχρονον εἶναι, καὶ περὶ ταύτην καὶ διότι πέφυκεν ὑπὸ χρωµάτων ὁ λαµπρὸς ἀὴρ ἀλλοιούµενος ἄχρι τοῦ τῆς ὄψεως ὀργάνου διαπέµπειν τὴν ἀλλοίωσιν· οὐ µὴν ὅπως γε τὴν θέσιν ἢ τὸ µέγεθος ἢ τὸ διάστηµα γνωρίζοµεν ἑκάστου τῶν αἰσθητῶν εἶπεν ὁ ᾿Αριστοτέλης.

7.7.5. ἀλλὰ καὶ συλλογιζόµενοι περὶ τὸ δόγµα πολλοὶ τῶν ἀπ’ αὐτοῦ κατάφωροι γίγνονται ψευδόµενοι µήτ’ ὀσµῶν µήτε φωνῶν συνενδεικνυµένων τὸν τόπον ὅθεν ἥκουσιν, ὡς ἐν τῷ πέµπτῳ δέδεικται Περὶ

1 ... 57 58 59 60 61 62 63 64 65 ... 128
Перейти на страницу:

Комментарии

Обратите внимание, что комментарий должен быть не короче 20 символов. Покажите уважение к себе и другим пользователям!

Никто еще не прокомментировал. Хотите быть первым, кто выскажется?