📚 Hub Books: Онлайн-чтение книгРазная литератураСочинения. Том 2 - Гален Клавдий

Сочинения. Том 2 - Гален Клавдий

Шрифт:

-
+

Интервал:

-
+
1 ... 87 88 89 90 91 92 93 94 95 ... 216
Перейти на страницу:
µὲν τὸ τῆς ψυχῆς ἦθος. καὶ νοσούντων δὲ σαφέστερα τὰ σηµεῖα τῷ γε δυναµένῳ συνορᾷν ἀκριβῶς. οὕτω µὲν οὖν τοὺς διὰ µαθήµατα καὶ θεωρίαν τινὰ φροντίσαντας τῶν λυπηθέντων διακρίνειν προσήκει. τοὺς δὲ ἐπ’ ἀγρυπνίαις διορίζει µὲν καὶ τὸ τῆς ἀχροίας εἶδος, ὕποιδον γάρ ἐστιν αὐτοῖς τὸ πρόσωπον, καὶ ἡ τῶν ὀφθαλµῶν δὲ κίνησις δήλη. µόλις γὰρ ἐπαίρουσι τὰ βλέφαρα· καὶ ἡ ὑγρότης δὲ ἐν τοῖς βλεφάροις· ξηρὰ γὰρ γίνονται τοῖς λυπηθεῖσιν ἢ φροντίσασιν. ἡ κοιλότης δὲ κοινὸν ἁπάντων σύµπτωµα, λύπης, ἀγρυπνίας, φροντίδος, οὐ µὴν ἤδη γε καὶ θυµοῦ, τούτων γὰρ οὔτε τὰ κοιλότητος τῶν ὀφθαλµῶν οὔτε τὰ τῆς ἀχροίας ἐπίδηλα. καὶ ἡ θερµασία πλείων τε καὶ ὠκέως ἐκ τοῦ βάθους ἀναφεροµένη καὶ τὸ µέγεθος τῶν σφυγµῶν οὐ καθαιρεῖται, καθάπερ ἐπ’ ἀγρυπνίας τε καὶ λύπης καὶ φροντίδος. ὥστε θυµοῦ µὲν καὶ πάνυ σαφῶς αὐτὰ διοριεῖς· ἀλλήλων δ’ ἐκεῖνα, καθότι προείρηται. τῶν δ’ ἐπὶ κόποις πυρεττόντων τὸ δέρµα ξηρότερον ἤπερ ἄλλῳ τινὶ τῶν ἐφηµέρων πυρετῶν. ἀλλὰ τοῦτο µὲν ἅπασι τοῖς ἐπὶ κόπῳ πυρέξασι κοινὸν ἔν γε τῷ µέχρι τῆς ἀκµῆς τοῦ παροξυσµοῦ χρόνῳ. τὸ δ’ ἀπὸ τοῦδε τοῖς πλείστοις µὲν, ὅσοι γε µὴ ὑπερεπόνησαν, ἰκµάδες τινὲς ἢ ἀτµὸς θερµὸς ἐκ τοῦ βάθους ἀναφέρεται. τισὶ δὲ κᾀν τοῖς µετὰ τὴν ἀκµὴν χρόνοις ἡ ξηρότης παραµένει· γίνεται δὲ τοῦτο µάλιστα τοῖς ὑπερπονήσασιν, ἢ ψυχθεῖσιν, ἢ ἐγκαυθεῖσιν ἅµα τῷ κόπῳ. καὶ µὲν δὴ καὶ τὰ τῶν σφυγµῶν οὐχ ὡσαύτως ἐν ἀµφοτέροις ἔχει. µικροὶ µὲν γὰρ τοῖς ὑπερπονήσασι, µεγάλοι δ’ εἰσὶ τοῖς ἄλλοις. οἱ δ’ ἐπὶ πυκνώσει τοῦ δέρµατος γινόµενοι πυρετοὶ, πυκνοῦται δὲ τοῦτο ἢ ψυχόµενον ἢ ποιότητος αὐτῷ στρυφνῆς ἀθρόως προσπεσούσης, οἷόν τι καὶ τῷ λουσαµένῳ ἐν ὕδατι τῷ στυπτηριώδει ἐγένετο· οὗτοι µόνοι πάντων τῶν πυρετῶν στεγνόν εἰσι πάθος. ἔνεστι δὲ αὐτοὺς τῇ ἁφῇ διαγινώσκειν, ὥσπερ καὶ τοὺς αὐχµώδεις τῶν πυρετῶν καὶ τοὺς ἐπὶ τοῖς κόποις καὶ τοὺς ἐπ’ ἐγκαύσεσιν. οὐδὲ γὰρ ἂν ἡ τούτων πύκνωσις ἁφὴν γεγυµνασµένην διαλάθοι. ἀτὰρ οὖν καὶ ἡ τῆς θερµασίας κίνησις ἐπαναδιδοῦσά πώς ἐστι, πρᾳεῖα µὲν κατὰ τὴν πρώτην ἐπιβολὴν τῆς χειρὸς φαινοµένη, δριµεῖα δὲ εἰ χρονίσειας ἐπὶ πλεῖον γιγνοµένη· οὐ µὴν οὐδὲ τὰ οὖρα πυῤῥὰ τοῖς τοιούτοις, οὐδὲ ὁ τοῦ σώµατος ὄγκος συµπέπτωκεν· οὔκουν οὐδὲ οἱ ὀφθαλµοὶ κοῖλοι καὶ ξηροὶ γίνονται, ἀλλ’ ἔστιν οἷς ὑγρότεροί τε καὶ προπετέστεροι δόξουσιν εἶναι τῶν κατὰ φύσιν. οὐδ’ οἱ σφυγµοὶ µικρότεροι, καθάπερ ἐπὶ λύπης ἢ φροντίδος ἢ ἀγρυπνίας καὶ τοῖς ἄγαν ἀµέτροις γυµνασίοις χρωµένοις. τοῖς δὲ ἐπὶ βουβῶσι πυρετοῖς ἐφηµέροις οἱ σφυγµοὶ µέγιστοι γίνονται καὶ πυκνοὶ καὶ ὠκεῖς, καὶ ἡ θερµασία πολλὴ καὶ µετὰ τὴν ἀκµὴν εὐθὺς ἐκ τοῦ βάθους ἀναφέρεταί τις ἰκµὰς θερµὴ µὲν, ἀλλ’ ἡδεῖα. τὸ γὰρ δριµὺ καὶ τὸ δάκνον ἥκιστα πυρετῶν πάντων τοῖς τοιούτοις ὑπάρχει· καὶ τὸ πρόσωπον ἐρυθρὸν αὐτοῖς γίνεται τοὐπίπαν καὶ ἐν ὄγκῳ µείζονι, καὶ τὰ οὖρα ὑπόλευκα. κοινὸν δὲ τοῖς τοιούτοις ἅπασι πυρετοῖς τοῖς ἐφηµέροις ἡ ὁµαλότης τοῦ σφυγµοῦ. παντελῶς γὰρ ἐξ αὐτῶν ὀλίγοι τὴν καὶ µίαν πληγὴν ἀνωµαλίαν ἐµφαίνουσιν· ἀλλ’ οὐδ’ οὗτοι πάνυ σαφῶς οὐδ’ ἐναργῶς. τοιαῦτα µὲν αὐτῶν τὰ γνωρίσµατα.

3. Θεραπεύειν δὲ χρὴ λουτρῷ µὲν ἅπαντας. ἀλλὰ τοὺς µὲν ἐπὶ πυκνώσει τοῦ δέρµατος ἢ ἐπὶ βουβῶσιν, οὐδ’ εἰ ἐν τῷ ἀέρι τοῦ βαλανείου χρονίσαι κελεύσειας, οὐδὲν βλάψεις· τοὺς δ’ ἄλλους ἅπαντας ὅτι τάχιστα τοῦ ἀέρος ἀπάγειν. ἐν δὲ τῷ ὕδατι, κᾂν ἐπὶ πλεῖστον ἐθέλοιεν διατρίβειν, ἐπιτρέπειν. ἐλαίῳ δὲ χλιαρῷ καὶ πολλῷ καὶ µαλακαῖς χερσὶν ἀνατρίβειν ἐπιπλέον, µάλιστα µὲν τοὺς κοπωθέντας, ἐφεξῆς δ’ αὐτῶν τοὺς στεγνωθέντας· καὶ τρίτους τοὺς ἐπὶ βουβῶσι πυρέξαντας. καὶ λούειν δὲ πολλάκις εἰς ὅσον ἐγχωρεῖ τοὺς τοιούτους. ἐσθίειν δὲ τοὺς µὲν ἐπὶ τοῖς κόποις ἐνδέχεται πολλάκις, οὐ µὴν οὔτε τοὺς στεγνωθέντας οὔτε τοὺς ἐπὶ βουβῶσι πυρέξαντας· ἀλλὰ τούτοις ἀµφοτέροις ἡ λεπτὴ δίαιτα χρηστή. τοὺς δ’ ἐπὶ τοῖς κόποις ὅσα καλῶς πέψαι δύνανται κελεύειν ἐσθίειν, ἀπεψίαν µόνον φυλαττοµένους. ἀλλὰ καὶ οἴνου πίνειν εἰς ὅσον ἂν καὶ τούτου κρατεῖν δύνανται. σκοποὶ δ’ ἂν εἶεν τοῦ µέτρου οἵπερ δὴ καὶ τῶν ἄλλων ἁπάντων, ἥ τε δύναµις καὶ ἡ ἡλικία τοῦ νοσοῦντος καὶ ἡ φυσικὴ κρᾶσις, ἔθη τε καὶ ὧραι καὶ χῶραι καὶ τὰ ἄλλα τὰ τοιαῦτα. τοὺς δ’ ἐπὶ βουβῶσι πυρέξαντας εἴργειν οἴνου, πρινὴ τοὺς βουβῶνας λυθῆναι. τῶν δὲ στεγνωθέντων ἢ ψυχθέντων τοὺς µὲν ἐπ’ ὀλίγον τοῦτο παθόντας ἥκιστά τε πληθωρικοὺς οὐ χρὴ κωλύειν οἴνου προσφέρεσθαι, τοὺς δὲ ἐπὶ πλέον ψυχθέντας ἢ πληθωρικοὺς κωλύειν συµφέρει. τοὺς δ’ ἐπ’ ἀγρυπνίαις, ἤ τινι πάθει ψυχῆς πυρέξαντας, ἐπὰν λούσῃς, ὑγραινούσῃ τε καὶ εὐχύµῳ τροφῇ διαιτᾷν. οἴνου δὲ µάλιστα µὲν τοῖς ἀγρυπνήσασιν ἀδεῶς διδόναι πᾶσι, πλὴν εἰ µὴ κεφαλὴν ἀλγοῖεν ἢ οἱ κρόταφοι σφύζοιεν. ὃ δηλονότι καὶ ἐν τοῖς ἄλλοις φυλακτέον, ἀλλὰ καὶ τοῖς ὀργισθεῖσιν, ἢ λυπηθεῖσιν, ἢ φροντίσασιν οἴνου διδόναι· τοῖς θυµωθεῖσι δὲ, ἡνίκα ἔξω παντελῶς τοῦ πάθους ὦσι, πρότερον δ’ οὐκ ἀσφαλὲς οἴνῳ χρῆσθαι. πειρᾶσθαι δὲ καὶ τὸ ἐναντίον ἀντεισάγειν ἀεὶ τῷ λυπήσαντι· κόπῳ µὲν ἀνάπαυσιν, ἀγρυπνίᾳ δὲ ὕπνον, ὀργῇ δὲ καὶ λύπῃ καὶ θυµῷ τὴν ἐν λόγοις τε καὶ πράξεσι καὶ θεάµασι καὶ διηγήµασι θυµηδίαν. οὕτω δὲ καὶ ὁ φροντίσας ἐπ’ αὐτῷ τελέως ἀναπαυσάτω τὸν λογισµόν. καὶ ὁ διὰ βουβῶνα πυρέξας αὐτόν τε τοῦτον ἐξιάσθω καὶ πολὺ πρότερον αὐτοῦ τὸ ἕλκος ἐφ’ ᾧ συνέστη. ταῦτά σοι πυρετῶν ἐφηµέρων ἔστω γνωρίσµατά τε ἱκανὰ καὶ ἰάµατα. τῶν δ’ ἄλλων πυρετῶν οἱ µὲν ἐπὶ φλεγµοναῖς, οἱ δ’ ἐπὶ χυµοῖς ἀνάπτονται. καὶ εἰσὶν οἱ µὲν ἐπὶ ταῖς φλεγµοναῖς, οἷον συµπτώµατά τινα τῶν φλεγµαινόντων µορίων, καὶ τοὔνοµά γε τῷ νοσήµατι παρωνύµως τὰ πολλὰ ἀπὸ τοῦ πάσχοντος ὀργάνου φρενῖτις, ἢ περιπνευµονία, ἢ πλευρῖτις ἤ τι τοιοῦτον ἄλλο· περὶ µὲν δὴ τῶν τοιούτων ὕστερον ἐροῦµεν.

4. Οἱ δ’ ἐπὶ χυµοῖς ἀναπτόµενοι πυρετοὶ καλοῦνταί τ’ αὐτὸ τοῦτο πυρετοὶ καί εἰσιν οὐ συµπτώµατα νοσηµάτων, ἀλλ’ αὐτοὶ νοσήµατα. τούτων δὲ τινὲς µὲν ἄνευ συµπτωµάτων, οἵπερ δὴ καὶ ἐπιεικέστατοί εἰσι· τινὲς δ’ ἅµα συµπτώµασιν ἐνοχλοῦσιν. εἰρήσεται δ’ ἡµῖν περὶ προτέρων τῶν ἄνευ συµπτωµάτων πυρετῶν· ἐν οἷς µάλιστα µὲν εἰ οἷόν τε κατὰ τὴν πρώτην ἡµέραν διαγνωστέον οἷός τίς ἐστιν ὁ πυρετὸς, ἆρά γε χρόνιος ἢ ὀξύς, καὶ πότερον τῶν διαλειπόντων καλουµένων ἢ τῶν συνεχῶν. εἰ δὲ µὴ οἷόν τε περὶ τὴν ἡµέραν τὴν πρώτην, ἀλλὰ τῇ δευτέρᾳ γε πειρατέον ἐξευρεῖν τὴν ἰδέαν τοῦ πυρετοῦ. µηδενὸς δὲ µηδ’ ἐν ταύτῃ βεβαίως διαγνωσθέντος, ἐν γοῦν τῇ τρίτῃ πάντως φανήσεταί σοι σαφέστερόν τι. παντελῶς γὰρ ὀλίγοι πυρετοὶ τῆς τετάρτης ἡµέρας δέονται πρὸς ἀκριβῆ διάγνωσιν. ἐρῶ δέ σοι καθόσον οἷόν τε

1 ... 87 88 89 90 91 92 93 94 95 ... 216
Перейти на страницу:

Комментарии

Обратите внимание, что комментарий должен быть не короче 20 символов. Покажите уважение к себе и другим пользователям!

Никто еще не прокомментировал. Хотите быть первым, кто выскажется?