📚 Hub Books: Онлайн-чтение книгРазная литератураСочинения. Том 2 - Гален Клавдий

Сочинения. Том 2 - Гален Клавдий

Шрифт:

-
+

Интервал:

-
+
1 ... 91 92 93 94 95 96 97 98 99 ... 216
Перейти на страницу:
ἀµφοῖν κρατεῖν, ὡς ἂν τῶν µὲν ἀσιτιῶν ὅσον εἰς τὴν πέψιν τοῦ νοσήµατος ὠφελουσῶν, τοσοῦτον ἢ καὶ ἐπὶ πλεῖον ἀδικουσῶν τὴν δύναµιν· τῶν δὲ τροφῶν ὅσον εἰς ῥώµην συντελουσῶν τῷ νοσοῦντι, τοσοῦτον ἐµποδιζουσῶν τὰς πέψεις. ἀλλὰ κᾀνταῦθά σοι γνωστέον, εἰς ὅσον µὲν ἥκει µεγέθους ἡ νόσος, εἰς ὅσον δὲ καὶ ἡ δύναµις αὐτοῦ τοῦ νοσοῦντος· ἵνα πρὸς τὰ µείζονος ἐπικουρίας δεόµενα ἀποβλέπων ἀσιτίαις µὲν ἐν ἰσχυροτέρᾳ τῇ δυνάµει καὶ δυσπέπτῳ νοσήµατι θαῤῥαλεώτερον χρήσῃ· τροφαῖς δὲ πλείοσιν ἐν ἀσθενεστέρᾳ µὲν τῇ δυνάµει, νοσήµατι δὲ µὴ πάνυ δυσπέπτῳ. ταῦτα µὲν δὴ κᾀν τοῖς ἄλλοις ἅπασι νοσήµασι χρὴ σκοπεῖν. ἐν δὲ τοῖς οὐκ ἀκριβέσι τριταίοις οὐδὲ λούειν εὐθὺς κατ’ ἀρχὰς ἀγαθὸν, ἀλλ’ ἡνίκα ἂν φαίνοιτο ἤδη τὰ σηµεῖα τῆς πέψεως, οὐδὲ καθ’ ἡµέραν τρέφειν, ἀλλ’ ἀρκεῖ παρὰ µίαν. ἡσυχία δὲ καὶ θάλψις τῶν καθ’ ὑποχόνδριον αὐτοῖς συµφέρει καὶ ῥοφήµατα τὰ εὔπεπτα καὶ κλύσµατα τῆς κάτω γαστρὸς µὴ πάνυ µαλακά. καὶ εἰ αἵµατος ἀφαιρέσεως δέοιντο, µηδὲ τοῦτο παραλείπειν, ἀλλ’ εὐθὺς κατ’ ἀρχὰς διορισάµενος ἐξ ὧν οἶσθα ἀποχεῖν αἵµατος ὅσον τοῖς παροῦσι µέτριον. ἡ δ’ ὅλη τῆς διαίτης κατάστασις οὐ ψύχουσα καὶ ὑγραίνουσα τὸ σύµπαν σῶµα ὡς ἐπὶ τῶν ἀκριβῶν ἐστι τριταίων, ἀλλά τι καὶ τοῦ τµητικωτέρου καὶ τοῦ θερµοτέρου τρόπου προσεπιλαµβανέσθω. µάλιστ’ οὖν ἁρµόσειεν αὐτοῖς ὁ τῆς πτισάνης χυλὸς ἐµβαλλοµένου πεπέρεως· ἢ καὶ ὑσσώπου ποτὲ καὶ ὀριγάνου ἢ στάχυος νάρδου ἐµβαλὼν µελικράτῳ καὶ συναφεψῶν διδόναι πίνειν καὶ τἄλλα δ’ ὅσα οὖρα κινεῖ πλὴν τῶν ἄκρως θερµαινόντων τε καὶ ξηραινόντων. µάλιστα δὲ τοῦ ἀψινθίου διδόναι συνεχέστατα µετὰ τὴν ἑβδόµην ἡµέραν. καὶ µὲν δὴ καὶ ὀξύµελι πολλοὺς ὤνησε πινόµενον καί τι τῶν ἐπιεικῶν ὑπηλάτων, οἷς οἶσθα καὶ ἡµᾶς χρωµένους συνεχῶς. ὁ δὲ ἐπὶ τοῖς σιτίοις ἔµετος εἰς τοσοῦτον ἄρα τοῖς ἐν τῷδε πυρετῷ χρονίζουσι χρήσιµος, ὥστε πολλοὺς οἶδα τελέως ἀπαλλαγέντας εὐθέως ἐπὶ τοῖς ἐµέτοις.

11. ῾Εξῆς δὲ περὶ τῶν τεταρταίων ἐροῦµεν, οὓς καὶ αὐτοὺς κατ’ ἀρχὰς µετρίως τε καὶ πρᾴως ἄγειν χρὴ, µήτε φάρµακόν τι τῶν ἰσχυρῶν µηδὲν προσφέροντας µήτε κένωσιν, εἰ µή τι ἄρα πάνυ σφόδρα φαίνοιτο πλεονάζον αἷµα. καὶ εἰ διελόντι φλέβα τὸ ῥέον εἴη µέλαν καὶ παχὺ, µάλιστα δ’ ἐν τοῖς σπληνώδεσι τοιοῦτον εὑρίσκεται, θαῤῥεῖν τῇ κενώσει· ξανθοῦ δὲ καὶ λεπτοῦ φανέντος, ἐπέχειν αὐτίκα. τέµνειν δὲ φλέβα ἤτοι τὴν ἐντὸς ἢ τὴν µέσην ἀγκῶνος ἀριστεροῦ, καὶ δίαιταν ἐφεξῆς ἄφυσόν τε καὶ χρηστὴν διαιτᾶσθαι, µαλάττοντας τὴν γαστέρα, καθ’ ὅσον οἷόν τε διὰ τῶν συνηθῶν. εἰ δὲ µηδὲν ἀνύοι ταῦτα, κλύσµασι χρῆσθαι κατ’ ἀρχὰς µὲν µαλακοῖς, ὕστερον δὲ καὶ δριµυτέροις. χοιρείων δ’ εἴργειν αὐτοὺς κρεῶν καὶ πάντων ὅσα γλίσχρα καὶ βραδύπορα καὶ τῶν ψυχόντων καὶ τῶν ὑγραινόντων ἐδεσµάτων ἁπάντων, οἴνῳ δὲ χρῆσθαι λευκῷ τε καὶ λεπτῷ καὶ συµµέτρως θερµῷ. καὶ πτηνῶν τοῖς εὐχύµοις καὶ οὐχ ἑλείοις· καὶ ἰχθύων τοῖς εὐπέπτοις τε καὶ µαλακοσάρκοις καὶ µηδὲν γλίσχρον ἔχουσι. καὶ ταρίχει δὲ χρῆσθαι καὶ νάπυϊ καὶ δι’ ἡµερῶν τινων τῆς διὰ τριῶν πεπέρεων προσλαµβάνειν ἢ τοῦ διοσπολιτικοῦ φαρµάκου· καὶ εἰ πεπέρεως µόνου σὺν ὕδατι καθ’ ἑκάστην ἡµέραν λαµβάνοιεν, ὀρθῶς ἂν ποιοῖεν. τρίψεων δὲ καὶ περιπάτων καὶ λουτρῶν καὶ τῶν ἄλλων τῶν συνηθῶν µὴ παντελῶς εἴργειν. εἰ δὲ καὶ παντάπασιν ἀπέχεσθαι λουτρῶν δύναιντο, ταῖς τρίψεσιν ἀρκούµενοι µάλιστ’ ἂν ὀνίναιντο. καὶ εἰ βραχὺς εἴη καὶ µὴ πάνυ βίαιος ὁ τεταρταῖος πυρετὸς, ἐν ταῖς µέσαις τῶν ἡµερῶν οὐδὲν χεῖρον ἅπτεσθαι τῶν συνηθῶν γυµνασίων. ταῦτα µὲν δὴ κατὰ τὰς ἀρχὰς καὶ µέχρι τῆς ἀκµῆς πρακτέον. εἰ δ’ ἐν ἀκµῇ µάλιστά που δοκοίη τοῦ νοσήµατος εἶναι ὁ κάµνων, τότε χρὴ διαιτᾷν µὲν λεπτότερον ἢ πρόσθεν τε καὶ ὄπισθεν· εὐθὺς δὲ καὶ ἡσυχάζειν εἰς µακρὸν κελεύειν· καὶ τῶν σπλάγχνων προνοεῖσθαι, καταιονῶντά τε καὶ καταπλάττοντα τοῖς µαλάττειν τε καὶ χαλᾷν δυναµένοις. ἐφεξῆς δὲ τοῖς διουρητικοῖς καλουµένοις χρῆσθαι φαρµάκοις· καὶ εἰ τὰ τῆς πέψεως τοῦ νοσήµατος σηµεῖα φαίνοιτο, καθαίρειν τηνικαῦτα τοῖς τοὺς µέλανας χυµοὺς κενοῦσι φαρµάκοις χρὴ οὐχ ἅπαξ µόνον, ἀλλὰ καὶ πολλάκις, ἢν οὕτως δέῃ. χρῆσθαι δὲ καὶ τοῖς ἀπὸ τῶν σιτίων ἐµέτοις τηνικαῦτα συνεχῶς, καὶ µηδενὸς κωλύοντος ἐλλέβορον λευκὸν διδόναι τὴν πρώτην ἐπιµιγνύντα ῥαφανίσιν· εἰ δὲ µηδὲν ἀνύει καὶ αὐτὸν τὸν ἐλλέβορον. οἷς δ’ ἐµεῖν ἀδύνατον, τούτους σφοδρότερον καθήσαντας κάτω τοῦ διὰ τῶν ἐχιδνῶν φαρµάκου πίνειν διδόναι καὶ τῶν ἄλλων ὅσα πρὸς τοὺς τοιούτους ἐπαινεῖται πυρετούς· ἐν οἷς ἐστι καὶ τὸ σύνηθες ἡµῖν ἁπάντων δοκιµώτατον, ὀποῦ τοῦ Κυρηναϊκοῦ λαµβάνον. ὅσοι δὲ κατ’ ἀρχὰς τῶν τοιούτων τι φαρµάκων ἔδοσαν ἢ ὅλως πρὸ τῆς ἀκµῆς, ἁπλοῦν µὲν ὄντα τὸν τεταρταῖον διπλοῦν πολλάκις ἐποίησαν, ἢ πάντως µείζονά τε καὶ χαλεπώτερον εἰργάσαντο· διπλοῦν δὲ ὄντα τριπλοῦν ἐποίησαν, ἢ πάντως γε τοὺς δύο χαλεπωτέρους τε καὶ µείζονας. οἶδα δέ τινα ἰατρὸν, ὅστις ἐτόλµησεν ὑπὸ τριῶν ἐχοµένῳ τεταρταίων δοῦναι τοῦ διὰ τῶν ἐχιδνῶν φαρµάκου οὔπω τοῦ νοσήµατος ἀκµάζοντος· εἶτα οἷα εἰκὸς αὐξηθέντων ἁπάντων συνεχὴς διαδεξάµενος πυρετὸς ἀπέκτεινε τὸν ἄνθρωπον.

12. ᾿Αµφηµερινὸν δὲ θεραπεύων ὀξυµέλιτί τε χρῶ κατὰ τὰς πρώτας ἡµέρας καὶ τοῖς οὖρα καλῶς προτρέπειν δυναµένοις καὶ τὸ σύµπαν σοι τῆς διαίτης κεφάλαιον τµητικώτερον ἔστω. περὶ δὲ τὴν ἀκµὴν προνοεῖσθαι χρὴ τῆς γαστρὸς, µάλιστα δὲ τοῦ στόµατος αὐτῆς. κᾄπειτ’ ἐµεῖν ἀπό τε ῥαφανίδων καὶ σιτίων κελεύειν καὶ τοῖς φλέγµα κενοῦσιν ὑπηλάτοις χρῆσθαι. τὰ δ’ ἄλλα τῆς διαίτης πρὸς τοὺς κοινοὺς ἀποβλέπων σκοποὺς ἐξευρήσεις. Τοὺς δὲ συνεχεῖς πυρετοὺς, οἷς µὲν ἡ ἀκµὴ τοῦ νοσήµατος οὐ ποῤῥωτέρω τῆς ἑβδόµης ἔσεσθαι µέλλοι καὶ ἔστιν ἡ δύναµις ἰσχυρὰ καὶ τὰ τῆς ἡλικίας ὁµολογεῖ, τούτους µὲν ἀκριβῶς τε πάνυ διαιτᾷν καὶ λεπτῶς. ὅσοις δ’ ἤτοι ποῤῥωτέρω τῆς ἑβδόµης ἡ ἀκµὴ τοῦ ὅλου νοσήµατος ἢ τὰ τῆς δυνάµεως οὐκ εὔρωστα, κατ’ ἀρχὰς µὲν ἁδρότερον, ἐγγὺς δὲ τῆς ἀκµῆς λεπτότερον, ἀκµαζόντων δ’ ἤδη λεπτότατον διαιτᾷν. εἶτ’ αὖθις ἁδροτέραν ἀεὶ καὶ µᾶλλον ὁµοίαν τὴν αὔξησιν ποιούµενον τῇ πρὸ τῆς ἀκµῆς µειώσει. αἵµατος δὲ ἀφαίρεσις διά τε τὸ µέγεθος τοῦ νοσήµατος καὶ οἷς πολὺ πλέον ἔρευθός ἐστι τοῦ κατὰ φύσιν καί τις ὄγκος ἀήθης ὅλου τοῦ σώµατος µετέωροί τε καὶ τεταµέναι φλέβες, τούτων ἀφαιρεῖν, ἢν µή σε τὰ τῆς δυνάµεως ἢ τὰ τῆς ἡλικίας ἤ τι τῶν ἄλλων ὧν κατ’ ἀρχὰς εἶπον ἀπείργει. ὑγραὶ δὲ δίαιται ὅτι τοῖς ὀξέσι πυρετοῖς ἅπασι συµφέρουσιν ὀρθῶς εἴρηται πάλαι. πτισάνης τε οὖν χυλὸν οἷς οὐκ ὀξύνεται διδόναι καὶ µελίκρατον οἷς οὐκ ἐκχολοῦται καὶ τὰ διὰ τοῦ χόνδρου ῥοφήµατα καὶ ἄρτον δι’ ὕδατος, ὅσα τ’ ἄλλα τῆς αὐτῆς ἢ παραπλησίας ἐστὶ δυνάµεως. τοῖς δ’ ἰσχυρῶς θερµοῖς καὶ καυσώδεσιν, ὅταν πρῶτον ἴδῃς τὰ τῆς πέψεως σηµεῖα,

1 ... 91 92 93 94 95 96 97 98 99 ... 216
Перейти на страницу:

Комментарии

Обратите внимание, что комментарий должен быть не короче 20 символов. Покажите уважение к себе и другим пользователям!

Никто еще не прокомментировал. Хотите быть первым, кто выскажется?