Сочинения. Том 2 - Гален Клавдий
Шрифт:
Интервал:
9. Τὸν µὲν οὖν ἀκριβῆ τριταῖον, ὡς ἂν ὑπὸ τῆς ξανθῆς χολῆς κινουµένης δυναστευόµενον, ὑγραίνειν τε καὶ ψύχειν εἰς τοσοῦτον, εἰς ὅσον ἂν οἷόν τε µάλιστα. τὰ γὰρ ἐναντία τῶν ἐναντίων ἰάµατά ἐστι, κολάζοντα µὲν τὸ ὑπερβάλλον, ἀντεισάγοντα δὲ τὸ λεῖπον. ὁ δὲ τῆς ξανθῆς χολῆς χυµὸς ἁπάντων τῶν ἐν τῷ σώµατι χυµῶν θερµότατος καὶ ξηρότατός ἐστι. προτρέπειν οὖν χρὴ τὸν µὲν εἰς τὴν γαστέρα συῤῥέοντα, κενοῦσθαι δι’ ἐµέτων· τὸν δὲ κάτω ὑπιόντα ὡσαύτως διὰ τῆς κάτω ἐκκρίσεως· τοῦτο µὲν δὴ καὶ αὐτόµατον ἐν τοῖς ἀκριβέσι γίνεται τριταίοις. καὶ τοῖς οὔροις δὲ καὶ τοῖς ἱδρῶσι ποδηγεῖν· ἀγαθὴ δὲ καὶ ἡ διὰ τῶν κάτω τῆς χολῆς κάθαρσις. ἀλλὰ τὴν µὲν γαστέρα µαλακοῖς κλύσµασι κενοῦν· τὰ οὖρα δὲ προτρέπειν σελίνου τε καὶ ἀνήθου τοῖς πόµασιν ἐναποβρέχοντα. καὶ ἤν σοι πέψεως σηµεῖα προφαίνηται, θαῤῥῶν ἤδη καὶ τοῦ ἀψινθίου διδόναι· τοῦτο µὲν δὴ καὶ ἄλλως µέγιστον ἴαµα τοῦ στοµάχου διὰ χολῆς δῆξιν καὶ µᾶλλον εἰ τῆς κόµης αὐτοῦ λαµβάνων ὅσον αὔταρκες ἐναποβρέχοις µελικράτῳ. λουτρὰ δὲ θερµὰ δι’ ὕδατος ποτίµου τὸ µέν τι κενοῖ τῆς χολῆς ἀπάγοντα, τὸ δέ τι καὶ τῇ ποιότητι µεγάλως ὀνίνησιν· ὑγραίνει γὰρ καὶ ψύχει κατὰ δύναµιν, ὅσα τοιαῦτα λουτρά. τὰ δὲ θαλάττια καὶ ἁλµώδη καὶ νιτρώδη καὶ θειώδη πλεῖον µὲν ἀπάγει τῆς χολῆς, πολὺ δ’ ἧττον ὠφελεῖ τῶν ποτίµων. ἄµεινον δ’ εἰπεῖν, οὐδ’ ὠφελεῖν αὐτὰ µειζόνως βλάπτοντα ταῖς ποιότησιν ἢ βοηθοῦντα ταῖς κενώσεσιν. ἀτὰρ οὖν καὶ οἶδά τινα κιβδήλῳ λογισµῷ τοιοῖσδε χρήσασθαι λουτροῖς ἀναπεισθέντα· εἶτα ξηρανθέντα τὴν ἕξιν τοῦ σώµατος; εἰς τοσοῦτόν τε διαφθαρέντα, ὥστε µαρανθεὶς ἀπέθανεν. ἐπέτεινε δὲ αὐτῷ καὶ ἡ ἄλλη πᾶσα δίαιτα πρὸς τὴν κένωσιν τῆς χολῆς. ἀεὶ δὲ χρὴ ποιότητας ἐναντίας τῇ κρατούσῃ παρὰ φύσιν ἀντεισάγειν· καὶ ὡς τὸ πολὺ βέλτιον τοῦτο τοῦ κενοῦν ὁπωσοῦν· ὅπερ οὔτ’ αὐτὸς ἐγίνωσκεν, οὔθ’ ἑτέρων ἐµάνθανε λεγόντων. ἔν τε οὖν τοῖς λουτροῖς οὗτος ὁ σκοπὸς γιγνέσθω, διαβρέξαι τε καὶ ὑγρᾶναι τὸ σῶµα· καὶ διὰ τοῦτο µήτε νίτρου µήθ’ ἁλῶν µήτε νάπυος προσπάττειν, οἷα δὴ τοὺς πλείστους ἐστὶν ἰδεῖν λυµαινοµένους τοῖς ἀῤῥώστοις, ἀλλ’ ὅτι µάλιστα θερµὸν ἔλαιον περιχέοντας ἐµβιβάζειν τε τῷ ὕδατι καὶ διαβρέχεσθαι, καὶ εἴ γ’ ἐθέλοιεν νήχεσθαι ἐν αὐτῷ, συγχωρεῖν αὐτοῖς εἰς ὅσον δύνανται. τοὺς δὲ φιλολουτροῦντας, οὐδ’ εἰ δὶς τῆς ἡµέρας λούειν ἐθέλοις, ἁµαρτάνοις· ἀλλ’ ἐν καιρῷ µάλιστά σοι τοῦτο µνηµονευέσθω. εἰ δὲ καὶ πέψεως τῆς νόσου σηµεῖα φαίνοιτο, κᾂν εἰ πλεονάκις λούοις, οὐκ ἂν ἁµάρτοις. οἴνου δὲ πρὶν µὲν πέττεσθαι τὸ νόσηµα παντάπασιν εἴργειν, ἀρξαµένου δὲ πέττεσθαι, λεπτὸν καὶ ὑδαρῆ καὶ ὀλίγον τὴν πρώτην διδόναι· πλησίον δ’ ἤδη τοῦ λύεσθαι γενοµένου πλείονα. σιτία δὲ ὅσα ὑγραίνει τε καὶ ψύχει, πάντα χρήσι-µα τριταίοις ἀκριβέσι. τὸ δὲ ποσὸν ἐν αὐτοῖς τοσοῦτον ὅσον πλεῖστον καλῶς πέψαι δύνανται. λαχάνων µὲν ἀτράφαξίς τε καὶ βλίτον καὶ λάπαθον καὶ µαλάχη καὶ θριδακίνη καὶ κολοκύνθη. τῶν δ’ ἄλλων ὅ τε πτισάνης χυλὸς καὶ τὰ διὰ τοῦ χόνδρου ῥοφήµατα, καὶ ἰχθύων οἱ πετραῖοι, καὶ τῶν πτηνῶν τὰ µαλακόσαρκα, καὶ τῶν µὴ τοιούτων τὰ πτερά. καὶ µὲν δὴ καὶ ἀλεκτρυόνων τοὺς ὄρχεις διδόναι καὶ τῶν συῶν τοὺς πόδας τε καὶ τοὺς ἐγκεφάλους· τῶν µικροτέρων δὲ εἰ καὶ τὰς σάρκας δοίης τακερὰς, οὐδὲν βλάψειας. ἀλλὰ καὶ ὠὰ συγχωρεῖν ῥοφεῖν καὶ µάλιστα τὰς λεκίθους· ῥᾷον γὰρ αὗται πέπτονται τοῦ λευκοῦ. καὶ τῶν ὀπωρῶν δέ γε συγχωρεῖν γεύεσθαι, τῶν γε µὴ παντάπασι δυσπέπτων. ἀπέχειν δὲ µέλιτός τε καὶ νάπυος καὶ ταρίχου καὶ τῶν δριµέων ἁπάντων καὶ οἴνων δὲ τῶν παλαιῶν ἱκανῶς καὶ ὅσοι θερµοὶ φύσει. αὕτη µὲν οὖν ἡ δίαιτα τῶν πολλῶν ἐστόχασταί σοι. ὅσοι δὲ µὴ τρυφῶσι, διαιτητέον ἐστὶ ὡς οἶσθα κᾀµὲ διαιτηθέντα ποτὲ ἐν ἀκριβεῖ τριταίῳ πυρετῷ κατὰ τὸν ῾Ιπποκράτειον λόγον ἐν χυλῷ πτισάνης ἄχρι κρίσεως. ταῦτα µὲν ἐν τοῖς ἀκριβέσι τριταίοις.
10. ᾿Εν δὲ τοῖς µὴ ἀκριβέσι προνοεῖσθαι χρὴ µάλιστα καθ’ ὅσον οἷόν τε µήτ’ αὐξῆσαι τὸ νόσηµα µήτε καταβαλεῖν τοῦ νοσοῦντος τὴν δύναµιν ἐν χρόνῳ πλείονι ταλαιπωρεῖσθαι µέλλουσαν. ἔστι µὲν οὖν χαλεπὸν
Поделиться книгой в соц сетях:
Обратите внимание, что комментарий должен быть не короче 20 символов. Покажите уважение к себе и другим пользователям!