Сочинения. Том 4 - Гален Клавдий
Шрифт:
Интервал:
9.1.15. ταύτην τὴν ῥῆσιν ἐξηγησάµενος τελέως ἐν τῷ πρώτῳ τῶν εἰς τὸ κατ’ ἰητρεῖον ὑποµνηµάτων οὐδὲν ἔτι δέοµαι διέρχεσθαι νῦν, ἀλλ’ ἀρκέσει τὰ κεφάλαια µόνον αὐτῆς εἰπεῖν, ὅτι πρὸς τὴν τῶν ὁµοίων τε καὶ ἀνοµοίων ἀκριβῆ διάγνωσιν ἀφικνεῖσθαι χρὴ τὴν ἀρχὴν τῆς εὑρέσεως αὐτῶν ποιούµενον ἀπὸ τῶν φυσικῶν κριτηρίων, ἅπερ ἐστὶν αἴσθησίς τε καὶ γνώµη· καλεῖν δ’ ἔξεστί σοι, ὡς πολλάκις εἴρηταί µοι πολλαχόθι, καὶ διάνοιαν καὶ νοῦν καὶ λογισµὸν ἢ ὅπως ἄν τις ἐθέλῃ φυλάττων τὴν ἔννοιαν ὡς ῾Ιπποκράτης βούλεται.
9.1.16. ὡς γὰρ τῶν αἰσθητῶν αἴσθησίς ἐστι τὸ κριτήριον, οὕτω τῶν νοητῶν ἑτέρα τις δύναµις, ἣν ὅπως ἄν τις ὀνοµάζειν βούληται, συγχωροῦµεν αὐτῷ, µή πως ἡµῖν τὸ πάρεργον τοῦ ἔργου µεῖζον γένηται.
9.1.17. χρώµεθα γὰρ ὀνόµασι καὶ ὅλως τῇ πρὸς ἀλλήλους διαλέκτῳ χάριν τοῦ δηλῶσαι τὰς κατὰ τὴν ψυχὴν δόξας ἃς ἐκ τοῦ σκοπεῖσθαι τὴν τῶν πραγµάτων φύσιν ἐκτησάµεθα.
9.1.18. γελοῖον οὖν ἐστι καταλιπόντας τοῦτο περὶ τῶν ὀνοµάτων ἁµιλλᾶσθαι.
9.1.19. Πῶς δέ φησιν ὁ ῾Ιπποκράτης τὴν τῶν πραγµάτων εὑρίσκεσθαι φύσιν; ἐὰν ἀπὸ τῶν µεγίστων καὶ ῥῄστων ἀρξώµεθα· µεγίστων µὲν κατὰ τὴν χρείαν, ῥᾴστων δὲ κατὰ τὴν ἡµετέραν γνῶσιν.
9.1.20. ἡ γάρ τοι φύσις ἄµφω ταῦθ’ ἡµῖν ἔδωκεν, αὐτά τε τὰ κριτήρια καὶ τὸ πιστεύειν αὐτοῖς ἀδιδάκτως.
9.1.21. αὐτὰ µὲν οὖν τὰ κριτήρια τά τε ὄργανα τῶν αἰσθήσεών ἐστι καὶ αἱ χρώµεναι τοῖς ὀργάνοις δυνάµεις· ἡ δὲ πίστις αὐτῶν ἀδίδακτός τε καὶ φύσει οὐκ ἀνθρώποις µόνον, ἀλλὰ καὶ τοῖς ἄλλοις ζῴοις ὑπάρχουσα.
9.1.22. καὶ γὰρ ὁρῶντα τὰ προσιόντα καὶ ἀκούοντα ψόφου τινὸς ἢ φωνῆς ὑποφεύγει µὲν αὐτίκα µείζονος ὀφθέντος ζῴου, µένει δὲ κατὰ χώραν, ἐὰν ἐλάττονός τε καὶ ἀσθενεστέρου τοῦ προσιόντος αἰσθάνηται.
9.1.23. εἰ µὲν οὖν ἀπιστεῖ τις τοῖς δι’ αἰσθήσεως ἢ νοήσεως ἐναργῶς φαινοµένοις, οὐδ’ ἐπιχειρεῖν χρὴ συστάσει τέχνης οὐδεµιᾶς· εἰ δὲ φαίνεται τὰ τῶν τεχνῶν ἔργα τῷ βίῳ τῶν ἀνθρώπων χρήσιµα, πάντως που τοῖς φυσικοῖς κριτηρίοις οἱ πιστεύοντες ἄνθρωποι τὴν κρίσιν αὐτῶν ἐποιήσαντο.
9.1.24. καὶ ἡµεῖς εὐτυχέστεροι κατὰ τοσοῦτον ἐκείνων ἐσµέν, ὅτι τὰ χρήσιµα πολλῷ χρόνῳ µετὰ καµάτων τε καὶ φροντίδων εὑρεθέντα τοῖς πρὸ ἡµῶν αὐτοὶ µανθάνοµεν ὀλίγῳ χρόνῳ.
9.1.25. ἐὰν οὖν τῷ λοιπῷ τοῦ βίου µὴ κατὰ τὸ πάρεργον ἀσκῶµεν τὰς τέχνας, ἀλλὰ περὶ τὴν τῶν ὁµοίων τε καὶ ἀνοµοίων διάγνωσιν ἀεὶ φροντίζωµεν, οὐδὲν κωλύει τῶν ἔµπροσθεν ἡµᾶς γενέσθαι βελτίους.
9.1.26. πῶς οὖν γυµνασόµεθα καὶ ἀσκήσοµεν ἡµᾶς αὐτούς; ἀπὸ τῶν γνωσθῆναι ῥᾴστων ἀρξάµενοι, καθάπερ ὁ ῾Ιπποκράτης εἶπε.
9.1.27. ταῦτα γάρ ἐστι τὰ µεγάλην ἔχοντα τήν τε εἰς ὅλον τὸν βίον χρείαν καὶ τὴν πρὸς ἄλληλα διαφοράν.
9.2.1. ᾿Ερῶ δὲ καὶ παράδειγµά σοι παρ’ ἑκατέρου τῶν ἀνδρῶν ἕνεκα νοήσεως ἐναργεστέρας.
9.2.2. ὁ µὲν οὖν ῾Ιπποκράτης οὕτως φησὶν ἐν Προγνωστικῷ· “σκέπτεσθαι δὲ χρὴ ὧδε ἐν τοῖσιν ὀξέσι νοσήµασι· πρῶτον µὲν τὸ πρόσωπον τοῦ νοσέοντος εἰ ὅµοιόν ἐστι τοῖσι τῶν ὑγιαινόντων, µάλιστα δὲ εἰ αὐτὸ ἑαυτῷ· οὕτως γὰρ ἂν εἴη ἄριστον· τὸ δὲ ἐναντιώτατον τοῦ ὁµοίου δεινότατον· εἴη δ’ ἂν τὸ τοιοῦτον· ῥὶς ὀξεῖα, ὀφθαλµοὶ κοῖλοι,” καὶ τὰ ἄλλα τὰ ἐφεξῆς εἰρηµένα.
9.2.3. φαίνεται γὰρ ἐν τούτοις τὴν ἀρχὴν τῆς διαγνώσεως τῶν προγνωστικῶν χωρίων ἀπὸ τῶν ἐναντιωτάτων τοῖς κατὰ φύσιν ἔχουσι πεποιηµένος, ἅπερ καὶ µέγιστ’ ἐστὶ καὶ πᾶσι γνωσθῆναι ῥᾷστα.
9.2.4. ταῦτα δέ τις προµαθὼν δυνήσεται κατὰ βραχὺ µεταβαίνων ἐπὶ τὰ πλησίον ἀλλήλων ἀφικέσθαι ποτέ, καθάπερ ἐπεδείξαµεν ἐν τῷ Προγνωστικῷ πεποιηκότα τὸν ῾Ιπποκράτην.
9.2.5. ἀλλὰ καὶ ὁ Πλάτων οὕτως ἔγραψε περὶ αὐτῶν, ἡνίκα πεποίηκεν ἐν Πολιτείᾳ παρακαλούµενον Σωκράτην ὑπὸ Γλαύκωνός τε καὶ ᾿Αδειµάντου διελεῖν αὐτοῖς πάντα τὸν περὶ τῆς δικαιοσύνης λόγον.
9.2.6. ἐπειδὴ γὰρ ἠπίστατο δεησόµενος αὐτῶν εἰς τὸ δεῖξαι τὸ προτεθέν, ὡς οὐκ ἔστι µία τῆς ὅλης ἡµῶν ψυχῆς ἡ οὐσία, διὰ τοῦτο πρότερον ἐπὶ πόλεως ἀξιοῖ ποιήσασθαι τὸν λόγον.
9.2.7. ἔχει δ’ ἡ λέξις ὧδε· “εἶπον οὖν ὅπερ µοι ἔδοξεν, ὅτι τὸ ζήτηµα ᾧ ἐπιχειροῦµεν οὐ φαῦλον ἀλλ’ ὀξὺ βλέποντος, ὡς ἐµοὶ φαίνεται.
9.2.8. ἐπειδὴ οὖν ἡµεῖς οὐ δεινοί, δοκῶµοι, ἦν δ’ ἐγώ, τοιαύτην ποιήσασθαι ζήτησιν αὐτοῦ οἵανπερ ἂν εἰ προσέταξέ τις γράµµατα σµικρὰ πόρρωθεν ἀναγνῶναι µὴ πάνυ ὀξὺ βλέπουσιν, ἔπειτά τις ἐνενόησεν ὅτι τὰ αὐτὰ γράµµατα ἔστι που καὶ ἄλλοθι µείζω τε καὶ ἐν µείζονι· ἕρµαιον ἂν ἐφάνη, οἶµαι, ἐκεῖνα πρῶτον ἀναγνόντας οὕτως ἐπισκοπεῖν τὰ ἐλάττω, εἰ τὰ αὐτὰ ὄντα τυγχάνει.
9.2.9. —πάνυ µὲν οὖν, ἔφη ὁ ᾿Αδείµαντος· ἀλλὰ τί τοιοῦτον, ὦ Σώκρατες, ἐν τῇ περὶ δικαίου ζητήσει καθορᾷς;— ἐγώ σοι, ἔφην, ἐρῶ. δικαιοσύνη, φαµέν, ἔστιν ἑνὸς ἀνδρός, ἔστι δέ που πάλιν τῆς ὅλης πόλεως;
9.2.10. —πάνυ γε, ἦ δ’ ὅς.— οὐκοῦν µείζων πόλις ἑνὸς ἀνδρός; µείζων, ἔφη. ἴσως τοίνυν πλείων ἂν δικαιοσύνη ἐν τῷ µείζονι ἐνείη καὶ ῥᾴων καταµαθεῖν.
9.2.11. εἰ οὖν βούλεσθε, πρῶτον ἐν ταῖς πόλεσι ζητήσωµεν ποῖόν τί ἐστιν, ἔπειτα οὕτως ἐπισκεψώµεθα καὶ ἐν ἑνὶ ἑκάστῳ, τὴν τοῦ µείζονος ὁµοιότητα ἐν τῇ τοῦ ἐλάττονος ἰδέᾳ ἐπισκοποῦντες.”
9.2.12. Προγυµνάσας οὖν ἡµᾶς ἐπὶ πόλεως ὁ Πλάτων καὶ δείξας ὅτι ἄλλο µέν τι τὸ ἄρχον, ἄλλο δέ τι τὸ προπολεµοῦν καὶ τρίτον ἄλλο τὸ δηµιουργικὸν ἔθνος ἐν αὐτῇ, µεταβὰς τοὐντεῦθεν ἐπὶ τὴν ψυχὴν καὶ κατ’ αὐτὴν ἐπιδείκνυσιν ἓν µέν τι µέρος εἶναι τὸ ἄρχον, ὅταν εὖ ἔχῃ, ἕτερον δὲ τὸ ὑπηρετοῦν <ἐν> αὐτῇ, καθάπερ ἐν ταῖς πόλεσιν ὑπηρετεῖ τὸ στρατιωτικόν, τρίτον δὲ τὸ λοιπόν, ὃ τοῦ τρέφεσθαι τὸ σῶµα χάριν οἱ δηµιουργοῦντες ἡµᾶς προσέθεσαν, κἂν οἱ ἀγύµναστοι τοῦ διακρίνειν ἀπ’ ἀλλήλων τὰς ὁµοιότητας ἓν εἶναι νοµίζωσιν, οὐ τρία τὰ εἰρηµένα µόρια τῆς ψυχῆς.
9.2.13. ὅπως οὖν χρὴ γυµνάζεσθαι περὶ τὴν διάκρισιν αὐτῶν, ἐδίδαξεν ὁ Πλάτων ἐπί τε τῆς πόλεως διὰ πάσης σχεδόν τι τῆς Πολιτείας ἐπί τε τῆς ψυχῆς τὸ µὲν κυριώτατον, <τὸ> τῆς διανοίας, <διακρίνας> ἐν τῷ τετάρτῳ βιβλίῳ, τὸ δὲ ἑπόµενον αὐτῇ κατὰ τὰ ἄλλα.
9.2.14. καιρὸς οὖν ἤδη καὶ τῶν εἰρηµένων αὐτῷ κατὰ τὸν Φαῖδρον ἀκοῦσαι. “—ἡ ἀπάτη πότερον ἐν πολὺ διαφέρουσι γίγνεται µᾶλλον ἢ ὀλίγον;— ἐν τοῖς ὀλίγον. —ἀλλὰ µὴν κατὰ <σµικρὸν µετα>βαίνων µᾶλλον λήσεις ἐλθὼν ἐπὶ τὸ ἐναντίον ἢ κατὰ µέγα.
9.2.15. —πῶς δ’ οὔ;— δεῖ ἄρα τὸν µέλλοντα ἀπατήσειν µὲν ἄλλον, αὐτὸν δὲ µὴ ἀπατηθήσεσθαι τὴν ὁµοιότητα τῶν ὄντων καὶ ἀνοµοιότητα ἀκριβῶς διιδεῖν. —ἀνάγκη µὲν οὖν.— ἦ οὖν οἷός τ’ ἔσται ἀλήθειαν ἀγνοῶν ἑκάστου τὴν τοῦ ἀγνοουµένου ὁµοιότητα µικράν τε καὶ µεγάλην ἐν τοῖς ἄλλοις διαγιγνώσκειν; —ἀδύνατον.— οὐκοῦν τοῖς παρὰ τὰ ὄντα δοξάζουσι καὶ ἀπα-τωµένοις δῆλον ὡς τὸ πάθος
Поделиться книгой в соц сетях:
Обратите внимание, что комментарий должен быть не короче 20 символов. Покажите уважение к себе и другим пользователям!