📚 Hub Books: Онлайн-чтение книгРазная литератураСочинения. Том 2 - Гален Клавдий

Сочинения. Том 2 - Гален Клавдий

Шрифт:

-
+

Интервал:

-
+
1 ... 96 97 98 99 100 101 102 103 104 ... 216
Перейти на страницу:
γὰρ αὐτῶν ἅπαξ που καὶ δὶς εὐθὺς ἐκρήγνυται. µὴ καταπλαγῇς δ’ ἐν τούτοις, ἢν παραφρονοῦντα τὸν ἄνθρωπον καὶ ἀναπηδῶντα θεάσαιο. καὶ γὰρ καὶ ταῦτα τῆς ἄνω φορᾶς τῶν χυµῶν γνωρίσµατα. καθάπερ ἥ τε δύσπνοια καὶ τὸ ὑποχόνδριον ἀνασπώµενον, ὅ τε τράχηλος ἅµα τῇ κεφαλῇ βαρυνόµενος· ἀλλά σοι σὺν τούτοις ἕν τι σηµεῖον ἔστω καὶ ἡ παραφροσύνη. καὶ ταῦτα µὲν οὖν ἱκανὰ γνωρίσµατα. προσέρχεται δ’ αὐτοῖς πολλάκις ἥ τε τοῦ νοσοῦντος ἡλικία τε καὶ φύσις βεβαιοῦσα τὴν ἐλπίδα καὶ προσέτι τοῦ ἔτους ὁ καιρὸς, ἥ τε παροῦσα κατάστασις. εἰ γὰρ µειράκιον εἴη τὸ νοσοῦν ἢ ἄλλως φύσει θερµὸν ἢ πολύαιµον, ἔτι µᾶλλον ἐλπίσεις. εἰ δὲ καὶ πρόσθεν αὐτῷ πολλάκις αἷµα διὰ ῥινῶν ἐπεφάνη, νοσοῦντί τε καὶ ὑγιαίνοντι, τοῦτο µὲν καὶ µόνον ἱκανὸν αἱµοῤῥαγίας ἐλπίδα παρασχεῖν. εἰ δὲ καὶ τὸν καιρὸν τοῦ ἔτους ὁρῴης θέρος, ἢ οὐ θέρος µὲν, ἄλλως δὲ θερµὴν τὴν παροῦσαν κατάστασιν, ἆρ’ οὐκ ἄν τινα καὶ παρὰ τούτων ἔνδειξιν λάβοις; εἰ δὲ καὶ πολλοὶ κατ’ ἐκεῖνον τὸν καιρὸν αἱµοῤῥαγίας εἶεν κεκριµένοι, καὶ τοῦτ’ ἂν αὐξήσειέ σου τὴν ἐλπίδα, καὶ εἰ πληθωρικὸν εἴη τὸ σῶµα καὶ εἰ συνηθῶν ἐκκρίσεων ἐπίσχεσις. ἐµοὶ µὲν οὐδ’ ὅλως χαλεπὸν εἶναι δοκεῖ, τοσαῦτα καὶ τοιαῦτα γνωρίσµατα µελλούσης αἱµοῤῥαγίας ἔχοντα δύνασθαι προγινώσκειν, ἀλλ’ ἄτοπόν τε καὶ δεινῶς ἀµαθὲς τὸ µὴ προγνῶναι. τῇ δ’ ὀλιγωρίᾳ τῶν νῦν ἰατρῶν θαυµάζεται τὰ µὴ θαυµαστά. καὶ γὰρ εἴτ’ ἐξ ἀριστεροῦ µυκτῆρος εἴτ’ ἐκ δεξιοῦ ῥυήσεται τὸ αἷµα, χαλεπὸν µὲν οὐδὲν ἐκ τῶν εἰρηµένων προγινώσκειν, τοῖς πολλοῖς δὲ τῶν ἰατρῶν οὐ µόνον χαλεπὸν, ἀλλ’ οὐδὲ δυνατὸν ὅλως εἶναι δοκεῖ· καί τοι καὶ ταύτας καὶ τὰς ἄλλας ἐκκρίσεις ἁπάσας ἔνεστι προγνῶναι, δύο ταῦτα σκοπουµένῳ· τό τε ὅθεν ἡ ὁρµὴ τῆς φύσεως καὶ τὸ ποῦ. καὶ γὰρ συνεργήσοµεν ταῖς ἐλλείψεσι καὶ κωλύσοµεν τὰς ἀµέτρους γινοµένας φορὰς, εἰ ταῦτα γινώσκοι-µεν· οἷον αὐτίκα τὰς ἀπὸ σπληνὸς αἱµοῤῥαγίας αἱ κατὰ τὸ ἀκριβέστερον ὑποχόνδριον ὑποτιθέµεναι µεγάλαι σικύαι ῥᾳδίως ἀντισπῶσι, τὰς δ’ ἀπὸ τοῦ ἥπατος αἱ κατὰ τὸ δεξιόν. κᾀπὶ τῶν ἄλλων ὁ αὐτὸς λόγος. ἐξ ἑνὸς γὰρ περὶ πάντων δυνήσῃ συλλογίζεσθαι τό γε καθόλου σκοπούµενος. ὥστε κᾀγὼ τῇδε καταπαύσω τὸν παρόντα λόγον. ἐφεξῆς δὲ περί τε τῶν ἐπὶ ταῖς φλεγµοναῖς ἀναπτοµένων πυρετῶν δίειµί σοι καὶ τῶν ἄλλων παθῶν, ὅσα καθ’ ἕκαστον τῶν τοῦ σώµατος µορίων συνίσταται. φλεγµονὰς δ’ οἱ µὲν παλαιοὶ τὰς οἷον φλογώσεις ὠνόµαζον· οἱ δὲ νεώτεροι οὐ πάσας οὔτε γὰρ τὸν ἕρπητα οὔτε τὸ ἐρυσίπελας οὔτ’ ἄλλο οὐδὲν τῶν τοιούτων ταῖς φλεγµοναῖς συναριθµοῦσιν, ἀλλ’ ἑνὶ µόνῳ τῶν θερµῶν παθηµάτων ἐπιφέρουσι τοῦτο τὸ ὄνοµα, τὸ µετ’ οἰδήµατος σκληροῦ καὶ ὀδύνης σφυγµατώδους. οὐ µὴν τούτῳ γε µόνῳ πυρετοὺς καὶ πόνους ἑποµένους ὁρῶµεν, ἀλλ’ ἅπασιν ἁπλῶς τοῖς θερµοῖς καὶ οἷον ζέουσι πάθεσι. περί τε οὖν τούτων καὶ τῶν ἄλλων ὅσα τοιαῦτα νοσήµατα τὸν ἑξῆς ποιησόµεθα λόγον.

ΓΑΛΗΝΟΥ ΤΩΝ ΠΡΟΣ ΓΛΑΥΚΩΝΑ ΘΕΡΑΠΕΥΤΙΚΩΝ ΒΙΒΛΙΟΝ Β[160]

1. Περὶ δὲ τῶν καθ’ ἕκαστον µέρος τοῦ σώµατος παθῶν, ὦ Γλαύκων, ἑξῆς ἐροῦµεν ἀπὸ φλεγµονῆς ἀρξάµενοι. καὶ γὰρ πλειστάκις αὕτη γίνεται καὶ πλείστας ἔχει διαφοράς· καὶ πάσαις αὐταῖς πυρετοὶ πυφύκασιν ἕπεσθαι. κοινὸν µὲν οὖν ἁπάσαις ἡ ἄµετρός ἐστι θερµασία καὶ οἷον φλόγωσις, ὅθεν περ καὶ τὸ τῆς φλεγµονῆς ὄνοµα κατ’ αὐτῶν ἐπιφέρειν ἔθος ἦν τοῖς παλαιοῖς. ἰδίαν δὲ καθ’ ἑκάστην εὕροις ἄν τινα διαφορὰν, ἐξ ἧς τό τε εἶδος αὐτῆς γνωριεῖς καὶ τῆς προσηκούσης εὐπορήσεις ἰάσε-ως. ἑτέρως µὲν γὰρ ἕρπητας, ἑτέρως δ’ ἐρυσιπέλατα, ἑτέρως δὲ φύγεθλα καὶ τἄλλα τῶν φλεγµονῶν εἴδη θεραπεύσεις. ὥστε πάλιν ἡγεῖται κᾀνταῦθα διαγινώσκειν ὀρθῶς τὰ πάθη δύνασθαι. καί σοι πειράσοµαι τοῦτο πρῶτον γράψαι, διελόµενος ἐξ ἀρχῆς περὶ τῶν κατὰ τὰς φλεγµονὰς πάσας διαφορῶν. πρώτη µὲν οὖν διαφορὰ φλεγµονῆς ἐστι, καθ’ ἣν τὴν µὲν αὐτῆς ὑγρὰν, τὴν δὲ ξηρὰν εἶναι συµβέβηκεν. ὑγρὰν µὲν ἥτις ἂν ἐκ ῥεύµατος θερµοῦ τὸ µόριον καταλαµβάνοντος γίγνηται· ξηρὰν δ’ ὅταν µηδενὸς ἐπιῤῥυέντος τὴν σύµφυτον θερµασίαν ἐκπυρωθῆναι συµβῇ. τοῦτο δὲ µέχρι µέν τινος οἷον πυρετός ἐστι τοῦ µορίου· ἐπειδὰν δὲ εἰς ἄµετρον ἤδη θερµότητα καὶ ξηρότητα προήκῃ, φθορὰ καὶ νέκρωσις παντελὴς γίγνεται, ὅθεν οὐδ’ εἰς πλείω τέµνεσθαι πέφυκεν, ὥσπερ ἡ ἑτέρα διαφορὰ καθ’ ἣν ἐπιῤῥεῖν τινας χυµοὺς ἐλέγοµεν τῷ µέρει. πολλὰ γὰρ τὰ ταύτης εἴδη· αἵµατος µὲν γὰρ ἐπιῤῥυέντος ἕτερον· χολῆς δὲ ξανθῆς ἕτερον· ἀµφοῖν δ’ ἅµα τρίτον ἄλλο. καὶ µὲν δὴ καὶ καθ’ ἕκαστον αὐτῶν ἢ σεσηπός ἐστιν ἤδη τὸ ἐπιῤῥέον ἢ ἐν τῷ µορίῳ σφηνούµενον σήπεται· καὶ ἤτοι παχὺ τὴν σύστασιν ἢ λεπτὸν ἢ χρηστὸν ἢ δριµύ. αἵµατος µὲν οὖν χρηστοῦ καὶ συµµέτρου τῷ πάχει ῥυέντος εἴς τι µόριον ἀθρόως καὶ διὰ τὸ πλῆθος σφηνωθέντος, ὀδύνη σφοδρὰ καταλαµβάνει τὸν ἄνθρωπον, ἤν γε µὴ παντελῶς δυσαίσθητον ᾖ τὸ µόριον· καὶ σφυγµὸς ἀνιαρὸς ἐν τῷ βάθει καὶ τείνεσθαι πάντῃ νοµίζει καὶ θλᾶσθαι τὸ µόριον καὶ θερµασίας αἰσθάνεσθαι πλείονος, ὡς διακαίεσθαι δοκεῖν καὶ ἀναψύχεσθαι ποθεῖν· καὶ ἔρευθος ἐπανθεῖ τοιοῦτον, οἷον τοῖς λελουµένοις ἢ παρὰ τῷ πυρὶ θαλφθεῖσιν ἤ πως ἄλλως θερµανθεῖσι. τοῦτο τὸ πάθος τὴν τοῦ γένους ὅλου προσηγορίαν ἀπηνέγκατο καὶ καλεῖται φλεγµονὴ, ἄλλοις παραπλησίως πολλοῖς εἴδεσι λαµβάνουσι τὸ τοῦ γένους ἐπιφερόµενον ὄνοµα. καὶ γίνεται συνεχῶς ἐπὶ πάσῃ σχεδὸν προφάσει· καὶ γὰρ καὶ τρώσεσι καὶ σπάσµασι καὶ θλάσµασι καὶ ῥήγµασι καὶ τοῖς ἐκ τῶν γυµνασίων καµάτοις, ἐξαρθρήµασί τε καὶ κατάγµασι καὶ τοῖς αὐτοµάτοις ἕλκεσιν ἐπιγίγνεται· καὶ χωρὶς δὲ τούτων ἁπάντων, ὅταν εἰς ἄµετρον χυµῶν πλησµονὴν αἱ φλέβες ἀφίκωνται, τότε τὸ περιττὸν ἀποχέουσιν εἴς τι χωρίον, ὃ ἂν ἐπιτηδειότατον ᾖ τηνικαῦτα δέξασθαι· πάντως δὲ τοῦτο τῶν ἄλλων ἢ ἀῤῥωστότερόν ἐστιν ἢ µανώτερον ἢ ἕλκειν ἑτοιµότερον ἢ ἀκινητότερον, ἐξ ἡστινοσοῦν αἰτίας, εἰς ταύτας ἀχθὲν τὰς διαθέσεις. οὐ γὰρ τοῦτό γε νῦν πρόκειται λέγειν. χολὴ δὲ ξανθὴ ἡνίκα µὲν τὴν ἑαυτῆς φύσιν σώζουσα σὺν τῷ αἵµατι φέρεται πανταχόσε τοῦ σώµατος, ἴκτερος τὸ πάθος καλεῖται. µόνης δ’ ἀποκριθείσης καὶ κατά τι µόριον ἱσταµένης, ἕρπης ὀνοµάζεται· εἰ µὲν δὴ παχεῖα τὴν σύστασιν εἴη, πᾶν ἑλκοῖ µέχρι τῆς ὑποκειµένης σαρκὸς τὸ δέρµα, καὶ καλεῖ τούτους ῾Ιπποκράτης ἕρπητας ἐσθιοµένους. εἰ δὲ λεπτοτέρα εἴη, τὸ ἐπιπολῆς µόνον ὥσπερ ἐπικαίει καὶ τοῦτο τὸ εἶδος ἀπηνέγκατο τὴν τοῦ γένους προσηγορίαν, ἁπλῶς τε καὶ χωρὶς προσθήκης ἕρπης ὀνοµασθέν. τῶν γὰρ ἄλλων δυοῖν εἰδῶν τὸ µὲν ἤδη προειρηµένον ἐσθιόµενος ἕρπης ὀνοµάζεται, θάτερον δὲ τὸ λοιπὸν κεγχρίας, ὅτι καὶ τούτῳ συµβέβηκε, φλυκταίνας µικρὰς καὶ πολλὰς ἐπιπολῆς τοῦ δέρµατος ἐπεγείρειν, κέγχροις ἐοικυίας. γίνεται δ’ ὁ τοιοῦτος ἕρπης ὑπὸ χολῆς µὲν καὶ αὐτὸς, ἀλλ’ ἧττον δριµείας καὶ θερµῆς ἢ οἱ πρόσθεν.

1 ... 96 97 98 99 100 101 102 103 104 ... 216
Перейти на страницу:

Комментарии

Обратите внимание, что комментарий должен быть не короче 20 символов. Покажите уважение к себе и другим пользователям!

Никто еще не прокомментировал. Хотите быть первым, кто выскажется?