📚 Hub Books: Онлайн-чтение книгРазная литератураСочинения. Том 2 - Гален Клавдий

Сочинения. Том 2 - Гален Клавдий

Шрифт:

-
+

Интервал:

-
+
1 ... 100 101 102 103 104 105 106 107 108 ... 216
Перейти на страницу:
καὶ ὅτι θώρακα µὲν καὶ πνεύµονα διὰ βηχῶν ἐκκαθαίρειν· γαστέρα δὲ καὶ στόµαχον δι’ ἐµέτων ἔντερα δὲ ταῖς κάτω διαχωρήσεσιν· ὥσπερ οὖν καὶ σπλῆνα καὶ νεφροὺς µὲν ταῖς δι’ οὔρων· µήτραν δὲ ταῖς διὰ τῶν καταµηνίων· ἐγκέφαλον δὲ καὶ µήνιγγας ταῖς δι’ ὑπερώας καὶ γαργαρεῶνος καὶ ῥινῶν καὶ ὤτων. ἀλλὰ καὶ ὅτι τοῖς µὲν ἐπιπολῆς µορίοις τοιοῦτον εἶδος χρὴ φαρµάκων προσφέρειν, οἵου δεῖται τὸ πάθος· τοῖς δ’ ἐν τῷ βάθει καὶ διὰ πολλῶν τῶν µεταξὺ µέλλουσιν ὁµιλήσειν ταῖς δυνάµεσιν αὐτῶν, οὐχ οἷον νῦν ἐστιν, ἀλλ’ οἷον ἔσεσθαι µέλλει παρὰ τῆς θέσεως τῶν µορίων ἐµάθοµεν. ὥστ’ εἴ τι τῶν ἔξωθεν ἐπιτιθεµένων εἴτε τῶν ἐσθιοµένων ἢ πινοµένων εἴη τὸ φάρµακον, οὐ τὴν παροῦσαν αὐτοῦ δύναµιν ἐπισκεπτέον, ἀλλ’ οἵαν ἕξει πλησιάζον τῷ πεπονθότι µορίῳ. ταῦτ’ ἄρα ταῖς τοῦ πνεύµονος φλεγµοναῖς, ὅσα προσφέρουσιν ἔξωθεν ἐπιπλάσµατα, τῷ θώρακι περιβάλλοντες ἰσχυρότερα πολὺ καὶ δριµύτερα τὴν φύσιν ἐστὶν ἢ εἰ αὐτῷ τῷ σπλάγχνῳ προσεφέρετο. διὰ πολλῶν γὰρ τῶν µεταξὺ σωµάτων τὸ ἐντυγχάνειν µέλλον τῷ πεπονθότι µορίῳ παροδεῦον πάντως ἂν ἐξελύθη τε καὶ ἠµαυρώθη τὴν δύναµιν, εἰ ἐξ ἀρχῆς ἦν ἀσθενές. τοσοῦτον οὖν αὐτοῖς ἐπικτήτου ἰσχύος διδόναι προσῆκεν, ὁπόσον ἡ ὁδὸς ἀφαιρεῖται· ὥστε ἶσον καθίστασθαι τὸ λειπόµενον τῷ διὰ τοῦ ψαύειν ὠφελοῦντι. ταῦτ’ ἄρα καὶ αὐτοῦ τοῦ θώρακος τοῖς µὲν ἐπιπολῆς φλεγµαίνουσιν ἱκανὰ, τὰ χαλᾷν µόνον δυνάµενα· τοῖς δ’ ἔνδον, ὥσπερ καὶ τῷ ὑµένι τῷ ὑπεζωκότι, δριµυτέρων δεῖ. καὶ περὶ σπληνὸς δὲ καὶ ἥπατος καὶ πάντων τῶν ἔνδον τοῦ περιτοναίου µορίων ὁ αὐτὸς λόγος. ἑλκοῦται γὰρ πολλάκις ὑπὸ τῶν ἐπιτιθεµένων φαρµάκων τὸ δέρµα, καί τοι πολὺ σκληρότερόν τε καὶ δυσπαθέστερον ὑπάρχον τῶν σπλάγχνων. καὶ εἰ δυνατὸν ἦν αὐτοῖς τοῖς σπλάγχνοις ἐπιβάλλειν, ὧν ἑκάστοτε δέονται, τοσούτῳ µαλακωτέρων φαρµάκων ἂν ἐδεήθησαν, ὅσῳ καὶ ἡ φύσις αὐτῶν ἐστιν εὐπαθεστέρα. καὶ µὲν δὴ καὶ ὅσα κελεύουσί τε ἐσθίειν καὶ πίνειν φάρµακα τοῖς τῶν σπλάγχνων παθήµασιν ἀρωγὰ, καὶ ταῦτα πολὺ δριµύτερά τε καὶ ἰσχυρότερά ἐστι ταῖς δυνάµεσιν ἢ οἵων δεῖται τὰ πάσχοντα µόρια, πλὴν τῶν γαστρὶ καὶ στοµάχῳ συµφερόντων· ταῦτα γὰρ µόνα τοιαῦτα διδόασιν, οἵων χρῄζει τὰ πάθη· τὰ δ’ ἄλλα πάντα δριµύτερα καὶ ἰσχυρότερα ταῖς δυνάµεσίν ἐστι· καὶ µάλισθ’ ὅσα νεφρῶν ἢ πνεύµονος ἕνεκα δίδονται. σκοπεῖν οὖν ὅσον ἀριθµὸν µορίων διεξέρχεται, τὸ µέλλον εἰς πνεύµονα φέρεσθαι. πρῶτον µὲν στόµα καὶ φάρυγγα καὶ στόµαχον· ἔπειτα δ’ αὐτὴν τὴν γαστέρα καί τινα τῶν λεπτῶν ἐντέρων· εἶτα τὰς ἐν τῷ µεσεντερίῳ φλέβας· εἶτα τὰς ἐν τοῖς σιµοῖς τοῦ ἥπατος· ἐξ ὧν εἰς τὰς ἐν τοῖς κυρτοῖς µεταληφθὲν, ἐντεῦθεν εἰς τὴν κοίλην φλέβα ἔρχεται, µεθ’ ἣν εἰς καρδίαν· ἔπειθ’ οὕτως εἰς πνεύµονα. καὶ οὐκ ἔστιν εἰπεῖν, ὡς οὐ καθ’ ἕκαστον τούτων τῶν µορίων, χυµοῖς τέ τισιν ἀναµίγνυται καί τινα µεταβολὴν καὶ ἀλλοίωσιν οἰκείαν τῇ φύσει τοῦ σπλάγχνου δέχεται. ὥστε τὸ καταλειπόµενον αὐτοῦ τῆς δυνάµεως παντελῶς ἐστι µικρὸν καὶ ἀµυδρὸν ἢ ὅσον αὔταρκες εἰς τὴν ὠφέλειαν τοῦ πεπονθότος. ἡ µὲν οὖν παρὰ τῆς θέσεως τῶν µορίων ἔνδειξις εἰς τοσοῦτον ἄρα τὴν θεραπείαν ὑπαλλάττει· ἡ δὲ παρὰ τῆς δυνάµεως εἰς ὅσον νῦν ἐρῶ. ἐπειδὴ τῶν µορίων τοῦ σώµατος τὰ µὲν ἐπιῤῥύτοις διοικεῖται δυνάµεσι, τὰ δὲ καὶ συµφύτοις· τούτων δ’ αὐτῶν τὰ µὲν ἑαυτοῖς µόνοις, τὰ δὲ καὶ ἄλλοις ἀρχαὶ δυνάµεών εἰσι· καὶ τῶν µὲν ἴδιον τοὖργόν ἐστι, τῶν δὲ κοινὸν, ἀναγκαῖον ὑπαλλάττεσθαι τὸ τῆς θεραπείας εἶδος ἐν ἑκάστῃ τῶν εἰρηµένων διαφορῶν. πολλὰ γὰρ τῶν προειρηµένων βοηθηµάτων λύει µὲν τὰ πάθη, βλάπτει δὲ τὰς συµφύτους τῶν µορίων δυνάµεις, ὧν δὲ ἡ βλάβη παντὶ τῷ σώµατι διαφέρει, διττῶς τούτου γιγνοµένου, παρ’ ὅσον ἤτοι δυνάµεώς ἐστιν ἀρχὴ τὸ σπλάγχνον, ἅπασι τοῖς µέρεσι κοινὴ ἢ τοὖργον αὐτοῦ παντὶ τῷ σώµατι χρήσιµον. ἧπαρ µὲν γὰρ καὶ καρδία καὶ ἐγκέφαλος καὶ ὄρχεις ἀρχαὶ δυνάµεών εἰσι κοιναὶ ὅλῳ τῷ σώµατι. γαστρὶ δὲ καὶ µήτρᾳ ἔµφυτοι µὲν αἱ δυνάµεις καὶ οὐδενὸς ἄλλου κοιναί. τό γε µὴν ἔργον τὸ µὲν τῆς γαστρὸς ἅπαντι τῷ σώµατι χρήσιµον· τὸ δὲ τῶν µητρῶν οὐκέτι. βλάπτει δὲ πολλάκις ἡ τοῦ πάθους ἴασις τὴν δύναµιν τοῦ µέρους· τά τε γὰρ ἀµέτρως χαλῶντα λύει τὸν τόνον, ὥστε καὶ τὴν δύναµιν τοῦ µέρους· τὰ δ’ ὑπερβαλλόντως ψύχοντα σβέννυσι τὸ ἔµφυτον θερµὸν, ὃ τάχα µὲν, ὥς τισιν ἔδοξε τῶν ἀρίστων ἰατρῶν τε καὶ φιλοσόφων, ἡ οὐσία τῶν δυνάµεών ἐστιν, εἰ δὲ µὴ, ἀλλὰ τό γε πρῶτόν τε καὶ ἀναγκαιότατον αὐτῶν ὄργανον. ἤδη δὲ καὶ ποιότητές τινες ἄτοποι καταλυτικαὶ τῶν δυνάµεών εἰσιν. οὐδὲν οὖν τούτων χρὴ παρέρχεσθαι κατὰ τὰς ἰάσεις, ἵνα µή ποτε λάθωµεν ἡµᾶς αὐτοὺς εἰπόντας τὸ µὲν πάθος ἐθεραπεύθη, ὁ δὲ ἄνθρωπος ἀπέθανεν· ὅπερ ὁσηµέραι γιγνόµενον ὁρᾷς ὑπὸ τῶν πλείστων, ὅσοι τήν τε ἄλογον τριβὴν πρεσβεύουσι καὶ τὴν ἅπασι τοῖς τῆς τέχνης καλοῖς λυµηναµένην αἵρεσιν µεθοδικὴν, ἥ τινας λόγους µεταδιώκει δογµατικοὺς µὲν, ἀλλὰ καὶ πολλῶν ἁµαρτηµάτων ἀνάπλεως. ἐν τῇ παρὰ τῆς δυνάµεως ἐνδείξει τῶν µορίων εἴη δ’ ἂν καὶ τὸ δυσαίσθητον ἢ εὐαίσθητον ὑπάρχειν αὐτό. τὰ γὰρ εὐαίσθητα δριµέων οὐκ ἀνέχεται φαρµάκων, ὥσπερ οὐδὲ χυµῶν. ἐν γοῦν τῷ στόµατι τῆς κοιλίας δριµέος τινὸς χυµοῦ περιεχοµένου συγκόπτονται πολλάκις· εἰ δὲ τὰ µετριώτατα πάσχοιεν, ἀλύουσί τε καὶ ναυτιῶσι, ποτὲ µὲν ἐµοῦντες τὸν λυποῦντα χυµὸν, ἔσθ’ ὅτε δὲ µάτην σπαραττόµενοι· καὶ γίνεται τοῦτο κατ’ ἐκείνας µάλιστα τὰς διαθέσεις, ἐν αἷς εἰς τὸ στόµα τῆς γαστρὸς ὁ µοχθηρὸς ἀναπίνεται χυµός. ὁµοίως δὲ καὶ τοῖς ὀφθαλµοῖς ἐπιῤῥέων ὁ τοιοῦτος χυµὸς ὀδυνηρότατός ἐστι καὶ φλυκταίνας ἑλκώδεις τε καὶ δυσιάτους ἐργάζεται. ὡσαύτως οὖν οὐδὲ τῆς τῶν δριµέων φαρµάκων ὁµιλίας ὀφθαλµὸς ἀνέχεται διὰ τὴν εὐαισθησίαν, ὥσπερ οὐδὲ τὸ στόµα τῆς γαστρός. οὐ µὴν οὐδ’ ἐπικειµένου τινὸς ἔξωθεν βαρύνοντος, ἀνέχεται ταῦτα τὰ µόρια· καὶ µᾶλλόν γε τῆς γαστρὸς ὁ ὀφθαλµός· ὅπου γ’ ἐνίοτε καὶ πρὸς τῶν ἐπιχριοµένων φαρµάκων βαρύνεται. τὰ δ’ ἀναισθητότερα µόρια καὶ καταπλασµάτων ἀνέχεται βαρέων καὶ φαρµάκων δακνόντων. εἰ γοῦν πέµπτην τις ἐθέλοι πρὸς ταῖς εἰρηµέναις τέτταρσι τὴν ἀπὸ τῆς εὐαισθησίας ἔνδειξιν ἀριθµεῖν, εἴτ’ οὖν περιλαβεῖν τὴν κατὰ δύναµιν, οὐδὲν ὡς πρὸς τὸ καλῶς ἰᾶσθαι διαφέρει. τούτων οὖν ἀεὶ χρὴ µεµνῆσθαι τῶν ἐνδείξεων ἐπὶ παντὸς µορίου πάσχοντος ὁτιοῦν πάθος. ἥ τε γὰρ κρᾶσις αὐτοῦ καὶ ἡ διάπλασις ἥ τε θέσις καὶ ἡ δύναµις ὑπαλλάξει τὰς κατὰ µέρος ἡµῶν ἐνεργείας φυλαττοµένου τοῦ κοινοῦ σκοποῦ· τοῦτον γὰρ ἔφαµεν ἐκ τοῦ πάθους ἀεὶ δεῖν λαµβάνεσθαι. τὰ µὲν οὖν κατὰ ψιλὴν καὶ µόνην δυσκρασίαν γιγνόµενα νοσήµατα διὰ τῶν ἐναντίων ποιοτήτων θεραπεύεται· θερµὴ µὲν δυσκρασία διὰ τῶν ψυχόντων, εἴτ’ οὖν πρώτως εἴτε καὶ κατὰ συµβεβηκὸς εἴη ταῦτα ψύχοντα·
1 ... 100 101 102 103 104 105 106 107 108 ... 216
Перейти на страницу:

Комментарии

Обратите внимание, что комментарий должен быть не короче 20 символов. Покажите уважение к себе и другим пользователям!

Никто еще не прокомментировал. Хотите быть первым, кто выскажется?