📚 Hub Books: Онлайн-чтение книгРазная литератураСочинения. Том 2 - Гален Клавдий

Сочинения. Том 2 - Гален Клавдий

Шрифт:

-
+

Интервал:

-
+
1 ... 98 99 100 101 102 103 104 105 106 ... 216
Перейти на страницу:
ἐν οἴνῳ καὶ ῥοῦ καὶ ἀλφίτων συγκειµένῳ· κάλλιστον γὰρ τοῦτό γ’ ἔν τε τοῖς τοιούτοις καὶ πάνθ’ ὅσων δεόµεθα δρᾷν δυνάµενον. ἀποκρούεται γὰρ τὸ ἐπιῤῥέον καὶ ξηραίνει τὸ περιεχόµενον καὶ ῥώννυσι τὰ πέριξ µόρια. καὶ ἄλλα δὲ µυρία φάρµακα κατὰ τὸν αὐτὸν τρόπον ἔνεστί σοι συντιθέναι. ὧν τὴν µέθοδον τῆς συνθέσεως ἐν τοῖς περὶ φαρµάκων µεµάθηκας. ὅθεν κᾀγὼ καθ’ ἕκαστον ἕν τί σοι παραγράψω καὶ ὑπόµνηµά τε ἅµα καὶ παράδειγµα τῆς τῶν ἄλλων δυνάµεως ἐσόµενον. εἰ µὲν δὴ µὴ σφοδρῶς ὀδυνῷντο, τοῖς τοιούτοις χρῆσθαι· σὺν ὀδύνῃ δὲ µείζονι τοῦ ῥεύµατος ἐµπεσόντος οὐ χρὴ µὲν οὐδ’ οὕτως οὐδ’ ὕδωρ θερµὸν οὔτ’ ἔλαιον οὔτε τὰ διὰ τῶν πυρίνων ἀλεύρων προσφέρειν καταπλάσµατα. πολέµια γὰρ ἅπαντα τὰ τοιαῦτα ταῖς ῥευµατικαῖς διαθέσεσι, κᾂν εἰ παραχρῆµα δόξειε ῥᾳστώνην τινὰ φέρειν. ἀρκεῖ δὲ τῶν τοιούτων τινὶ παραµυθήσασθαι τὸ σφοδρὸν τῆς ὀδύνης, ὅσα διὰ γλυκέος τε καὶ ῥοδίνου καὶ κηροῦ βραχέος ἐν ἀµφοῖν τετηκότος σύγκειται. χρὴ δὲ καὶ ταῦτ’ ἀναλαµβάνειν ἐρίοις ῥυπαροῖς, οἴσυπον ὡς πλεῖστον ἔχουσι καὶ θέρους µὲν ψυχρά· χειµῶνος δὲ χλιαρὰ προσφέρειν. οὕτω δὲ καὶ τὰ καταπλάσµατα δι’ ἀρνογλώσσου καὶ φακῆς καὶ ἄρτου καὶ ῥοδίνου. µικρὸν δ’ ὑπεράνω τῶν πεπονθότων χωρίων ἐπιτιθέναι σπόγγον οἴνῳ στρυφνῷ βεβρεγµένον ἢ ὕδατι ψυχρῷ· κάλλιον δ’ εἰ καὶ ὄξους ὀλίγον ἔχοι. καὶ εἰ µὲν ἐπὶ τοιούτοις ἀξιόλογός τις ὠφέλεια γένοιτο καὶ µηδαµοῦ πῦον ὑποφαίνοιτο, τοῖς πρὸς τὰ ῥεύµατα µαλθακοῖς ἐµπλάστροις δεῖ χρῆσθαι· κάλλιστα δ’ αὐτῶν, ὅσα ξηραίνειν τε ἅµα καὶ ἀπωθεῖσθαι δύναται τὸ ἐπιῤῥέον αἷµα χωρὶς ὀδύνης. ὥστε τά γε συντείνοντα σφοδρῶς καὶ διὰ τοῦτο ὀδυνῶντα πλεῖον ἀδικεῖ τοῖς ἀλγήµασιν ἢ ὠφελεῖ ξηραίνοντα. τοιοῦτον οὖν εἶναι χρὴ τὸ φάρµακον, οἷόν ἐστι τὸ σύνηθες ἡµῖν τὸ διὰ τῆς χαλκίτεως ἀνιέµενον ῥοδίνῳ. εἰ δὲ καὶ καθαρὸν ἔριον οἴνῳ στρυφνῷ βρέχων ἔξωθεν ἐπιβάλλοις αὐτῷ, πλέον ὀνήσεις. ὑποφαινοµένου δὲ κατὰ τὸ µόριον πύου, καταπλάττειν µὲν ἀναγκαῖον ἅπαξ ἢ δίς που. καὶ ἄµεινον εἰς τὰ παρόντα τὸ ἐκ τῶν κριθῶν ἄλευρον. παραπλέκειν δ’ ὁµοίως τι κᾀν τούτοις ἢ ὄξους ἢ οἴνου. καὶ διελόντα καὶ κενώσαντα τὸ πῦον φυλάττεσθαι µὲν τοῦ λοιποῦ προσφέρειν ἔλαιον ἢ ὕδωρ. καὶ εἰ ἀπονίψαι ποτὲ δέοι τὸ τραῦµα, µελικράτῳ τε ἢ ὀξυκράτῳ καὶ οἴνῳ καὶ οἰνοµέλιτι χρηστέον. ἐπιτιθέναι δ’, εἰ µὲν ἔτι φλεγµαίνοι, τὸ διὰ τῆς φακῆς κατάπλασµα. µὴ φλεγµαίνοντος δὲ τῶν τε ἄλλων φαρµάκων τι τῶν ἐµπλαστῶν, οἷς ἐπὶ ταῖς τοιαύταις τοµαῖς χρώµεθα καὶ οὐχ ἥκιστά γε τῷ διὰ τῆς χαλκίτεως. ἐπιτιθέναι δὲ κατ’ αὐτῶν ἔξωθεν σπόγγον ἢ ἔριον οἴνῳ βρέχοντας στρυφνῷ. µὴ παρόντος δὲ τοῦ στρυφνοῦ, τῷ ὕδατι µίξαντας ὄξους τοσοῦτον, ὡς πίνειν δύνασθαι, τούτῳ βρέχειν. ἐπιτήδειοι δ’ εἰς ταῦτα καὶ ὅσοι θαλάττης ἔχουσιν οἶνοι. καὶ αὐτὸς δ’ ἂν ἐπὶ τοῦ καιροῦ τεχνήσαιο, µιγνύων ἁλῶν τῷ παρόντι τῷ δὲ τραύµατι µηδὲν τῶν λιπαινόντων φαρµάκων προσφέρειν, οἷον τό τε Μακεδονικόν ἐστι καὶ τὸ τετραφάρµακον καλούµενον· ἀκριβῶς γὰρ δεῖται ξηραίνεσθαι. οὕτω µὲν ἰᾶσθαι δεῖ τὰς ἐπὶ ῥεύµατι φλεγµονάς.

3. Τὰς δ’ ἐπί τινι τῶν ἄλλων αἰτίων ὑγραίνειν τε καὶ θερµαίνειν οὐδὲν κωλύει. καὶ εἰ ἐκπυῆσαι βουληθείης αὐτὰς, καταπλάττειν ἀλεύρῳ πυρίνῳ δι’ ἐλαίου τε καὶ ὕδατος ἡψηµένῳ. καὶ εἴποτε καὶ ἀποσχάζειν δεήσειεν, οὐδὲ τοῦτο χρὴ δεδιέναι. τὰς δ’ ἐπὶ τοῖς ῥεύµασιν εἰ ἀποσχάσαις, µέγα τι κακὸν ἐργάσῃ καὶ µάλιστ’ εἰ κατ’ ἀρχάς. ὅσαι γὰρ αὐτῶν χρόνου πλείονος οὖσαι µετά τε τὴν τοῦ παντὸς σώµατος κένωσιν καὶ τὴν ἄλλην τὴν προσήκουσαν ἴασιν σκληρότητάς τινας ἢ µελανότητας ἐν τοῖς µέρεσιν ὑπολειποµένας ἔχουσι, τούτων ἀπάγειν τοῦ αἵµατος οὐδὲν ἄτοπον· οὔτε γὰρ φλεγµονὰς τάς γε τοιαύτας ἔτι νοµιστέον· ὥσπερ οὐδὲ ἐρυσίπελας ἔτι τὸ ἤδη πελιδνόν. καὶ γὰρ οὖν καὶ τοῦτο κατὰ τὰς ἀρχὰς µὲν ψύχειν χρὴ καὶ µάλισθ’ ὅταν ἄνευ φανερᾶς γένηται προφάσεως. ἡνίκα δ’ ἤδη τὸ ζέον ἄπεστιν αὐτοῦ, καὶ σχάσαι συµφέρει καὶ καταπλάσαι θερµῷ τῷ κριθίνῳ καὶ κηρωτὴν καὶ ἄλλο τι φάρµακον ἐντιθέναι τῶν διαφορούντων. οὐ µὴν ἀπό γε φλεβὸς αἷµα τῶν γε τοιούτων κενοῦν ἀναγκαῖον, ἀλλ’ αἱ διὰ τῆς κοιλίας ὑποκαθάρσεις ἀρκοῦσι. διδόναι δὲ φάρµακον, ὃ χολὴν ξανθὴν ἄγει. µικροῦ δ’ ὄντος τοῦ παθήµατος οὐδὲ τοῦτ’ ἀναγκαῖον, ἀλλ’ ἀρκεῖ κλύσαι δριµεῖ. τὰ δ’ ἐφ’ ἕλκεσιν ἐρυσιπέλατα καὶ ὅσα οὕτω φανερὰς ἔχει τὰς αἰτίας, οὐδ’ εἰ παραχρῆµα βούλοιο καταπλάττειν ἀλεύρῳ κριθίνῳ καὶ µάλιστα καὶ προαποσχάσας, οὐδὲν βλάψεις. τὰς δὲ φλεγµονὰς τὰς ἐρυσιπελατώδεις καὶ τὰ φλεγµονώδη τῶν ἐρυσιπελάτων ἰᾶσθαι, µικτὴν µὲν ὡς οἷόν τε ποιούµενον τὴν ἐπιµέλειαν, ἐναντιούµενον δ’ ἀεὶ τῷ µᾶλλον κρατοῦντι. καὶ βουβώνων δὲ καὶ φυµάτων καὶ φυγέθλων παραπλησίαν ταῖς ἐν τοῖς ἄλλοις µέρεσι γιγνοµέναις ὁµοίαις διαθέσεσι τὴν ἐπιµέλειαν ποιεῖσθαι, πλὴν ὅσα δριµυτέρων φαρµάκων ἐπὶ τοῖς αὐτοῖς παθήµασιν ἀνέχεσθαι πεφύκασιν, ὡς ἀδένες. τοὺς δ’ ἕρπητας τὰ µὲν περὶ τὴν τοῦ σώµατος ὅλου κένωσιν ὁµοίως τοῖς ἐρυσιπέλασιν ἰᾶσθαι προσήκει· τὰ δὲ περὶ τὴν αὐτοῦ τοῦ πεπονθότος µέρους οὐκ ἔθ’ ὁµοίως. ἅπαντες γὰρ οἱ ἀναβιβρωσκόµενοι ψύχεσθαι µὲν ἐθέλουσιν, ὡσαύτως τοῖς ἄλλοις ἕρπησί τε καὶ ἐρυσιπέλασιν· οὐ µὴν ὅσα γε σὺν τῷ ψύχειν καὶ ὑγραίνειν φάρµακα πέφυκε, ταῦτά γ’ ἔτι φέρουσιν, ἀλλὰ µόνον τῶν ψυχόντων προσίενται τὰ ξηραίνειν µάλιστα δυνάµενα. µὴ τοίνυν µήτε θριδακίνην αὐτοῖς µήτε πολύγονον µήτε τὸν ἀπὸ τῶν τελµάτων φακὸν ἢ τὸν ἕλειον λωτὸν ἢ ἀνθύλλιον ἢ ψύλλιον ἢ ἀνδράχνην ἢ σέριν ἢ ἀείζωον ἤ τι τῶν οὕτως ὑγραίνειν τε καὶ ψύχειν δυναµένων προσφέρειν, ἃ τοῖς ἐρυσιπέλασιν ἦν οἰκεῖα. ἀλλὰ µήτε σπόγγῳ ποτὲ θαῤῥήσῃς ὕδατι ψυχρῷ βεβρεγµένῳ µήτε στρύχνῳ, καίτοι καὶ τοῦτο ξηραίνειν τε καὶ ψύχειν πέφυκεν, ἀλλὰ µετρίως. οἳ δ’ ἄρα σφοδροτέρας ἢ κατὰ τὸν στρύχνον δέονται ξηρότητος. ἐπιπλάττειν οὖν αὐτοῖς χρὴ κατ’ ἀρχὰς µὲν ἕλικας ἀµπέλου καὶ βάτου καὶ κυνοσβάτου καὶ ἀρνογλώσσου. µετὰ δὲ ταῦτα τήν τε φακῆν µιγνύειν δεῖ καὶ µελιτός ποτε καὶ ἀλφίτων καὶ τὸ προγεγραµµένον πρὸς τὰς ἐκ ῥεύµατος φλεγµονὰς κατάπλασµα, περιελὼν αὐτοῦ τὸ ἀείζωον. αὐτὰ δὲ τὰ ἡλκωµένα κατάχριε φαρµάκοις τοῖς πρὸς ἕρπητας ἐπιγεγραµµένοις ἐν ταῖς φαρµακίτισι βίβλοις. πολλὰ δ’ ἐστὶ ταῦτα παρὰ πᾶσι καὶ εἰς κυκλίσκους ἀναπλάττεται τὰ πλεῖστα καὶ δεῖται χρωµένους ἀνίεσθαι γλυκεῖ. µὴ παρόντος δὲ γλυκέος, οἴνῳ λεπτῷ τε καὶ λευκῷ καὶ ὑποστύφοντι, οἷος ὅ τε Φαλερῖνος καὶ ὁ Μασσαλιώτης καὶ ὁ Σαβῖνος καὶ ᾿Αδριανὸς καὶ ᾿Αρσύϊνος, µηδέπω µηδὲν ἐν τῇ γεύσει δριµὺ διὰ παλαιότητα κεκτηµένοι. καὶ ὀξυκράτῳ δ’ ὑδαρεῖ ποτε χρησάµενος ἀντὶ τούτων οὐδὲν ἧττον ἂν ἔχοις. ἤδη δὲ καὶ χρονιζοµένων τῶν ἑλκῶν µήτε γλυκεῖ λύειν τοὺς κυκλίσκους µήτε ὑδαρὲς ἔτι τὸ ὀξύκρατον ἔστω. καὶ τῶν οἴνων δ’ ὅσοι στύφουσιν ἱκανῶς ἀγαθοί·

1 ... 98 99 100 101 102 103 104 105 106 ... 216
Перейти на страницу:

Комментарии

Обратите внимание, что комментарий должен быть не короче 20 символов. Покажите уважение к себе и другим пользователям!

Никто еще не прокомментировал. Хотите быть первым, кто выскажется?