📚 Hub Books: Онлайн-чтение книгРазная литератураСочинения. Том 2 - Гален Клавдий

Сочинения. Том 2 - Гален Клавдий

Шрифт:

-
+

Интервал:

-
+
1 ... 99 100 101 102 103 104 105 106 107 ... 216
Перейти на страницу:
µάλιστα µὲν οἱ µέλανες, εἰ δ’ ἀποροῦµεν αὐτῶν, λευκοί. φάρµακα δ’ ἐν τῷδε τῷ καιρῷ µάλιστα µὲν ἁρµόσει αὐτοῖς, τό τε τοῦ Πολυείδου καὶ Πασίωνος καὶ τὸ Μούσα καὶ τὸ ῎Ανδρωνος, ὅσα τ’ ἄλλα τούτοις ἔοικε. τοὺς δὲ τὰ ἐπιπολῆς µόνον ἑλκοῦντας ἕρπητας, εἰ µὴ πάνυ τι κεχρονικότες εἶεν, οὐδὲν χρὴ καταχρίειν τούτων, καίει γὰρ ἰσχυρῶς καὶ ξηραίνει σφοδρῶς, ἀλλ’ ἀρκεῖ τοῖς τοιούτοις ἕρπησιν, ὅσα κατὰ γλαυκίου δύναµίν ἐστι φάρµακα, λύεσθαι δὲ µάλιστα µὲν ὕδατι. µηδὲν δ’ ἀνύοντος αὐτοῦ καὶ ὄξους παραπλέκειν· εἰ δὲ καὶ στρύχνου δεύσειας χυλῷ ἢ ἀρνογλώσσου, µειζόνως ὠφελήσεις. ἐν δὲ τῷ καθόλου τοῦτό σε γιγνώσκειν χρὴ ἐπὶ παντὸς ἕλκους εἴτ’ αὐτοµάτως εἴτ’ ἀπὸ συµπτώµατος εἴτε καὶ τρωθεῖσιν εἴη γεγενηµένον, ὡς ξηραίνεσθαι µὲν ἀεὶ βούλεται, φαρµάκῳ δ’ ὡς ῾Ιπποκράτης φησὶ µὴ περισκελεῖ τουτέστι µὴ δάκνοντι, µηδ’ ἐρεθίζοντι σφοδρῶς, πλὴν εἰ µὴ κακόηθές τε καὶ µετὰ σήψεως εἴη. τὰ γὰρ τοιαῦτα δριµυτάτων δεῖται φαρµάκων καὶ πυρὶ τὴν δύναµιν ἐοικότων, οἷόν ἐστι τό τε µίσυ καὶ ἡ χαλκίτις καὶ ἀρσενικὸν καὶ τίτανος καὶ σανδαράχη· καὶ γὰρ οὖν καὶ καίει παραπλησίως τῷ πυρὶ τὰ τοιαῦτα φάρµακα· πολλάκις δὲ καὶ τούτων νικωµένων αὐτῷ τῷ πυρὶ χρώµεθα. ταῦτ’ ἆρα καὶ τοῖς καλουµένοις ἄνθραξι κατ’ αὐτῆς τῆς ἐσχάρας, ἔνθα µάλιστα σήπεται τὸ µορίον, ἡ τῶν τοιούτων φαρµάκων ἰδέα πρόσφορος, οὐ µὴν τῷ πέριξ χωρίῳ, λήσεις γὰρ αὐτὸς ἑλκώσας αὐτὰ εἰς µηδὲν δέον, ἀλλὰ τοῖς προειρηµένοις κυκλίσκοις χρηστέον, οἷος ὁ ᾿Ανδρώνιος. εἰ δέ ποτε ἔρευθος ἐπικρατοίη καὶ πολλὴ φλόγωσις, ἀνιέναι χρὴ γλυκεῖ τὸ φάρµακον ἢ ἀρνογλώσσου χυλῷ. εἰ δ’ ὄγκου µέγεθος ὑπάρχει, οἴνῳ µὲν στρυφνῷ τὸ πρῶτον, ἔπειτα δὲ καὶ ὄξει. κα-ταπλάττειν δὲ τῷ τῶν ὀρόβων ἀλεύρῳ δι’ ὀξυµέλιτος· καὶ πρὸ τούτων ἁπάντων εὐθὺς κατ’ ἀρχὰς ἀφαιρεῖν αἵµατος ἱκανὸν, ἤν γε µηδὲν κωλύῃ.

4. Τοιαῦται µέν τινες αἱ τῶν τοιούτων παθῶν ἰάσεις κατὰ γένος· ἐξαλλάττονται δὲ παρὰ τὰς τῶν πεπονθότων ὀργάνων φύσεις. τέτταρες δὲ ἀπὸ τούτων ἐνδείξεις εἰσὶν, ἐκ τῆς κράσεως αὐτῶν, ἐκ τῆς διαπλάσεως, ἐκ τῆς θέσεως, ἐκ τῆς δυνάµεως. ἐκ µὲν τῆς κράσεως, εἰ τὰ µὲν αὐτῶν ξηρότερα φύσει, τὰ δ’ ὑγρότερα, τὰ δὲ ψυχρότερα, τὰ δὲ θερµότερα γέγονε· καὶ κατὰ συζυγίαν ἢ ὑγρότερα καὶ θερµότερα ἢ ὑγρότερα καὶ ψυχρότερα ἢ ξηρότερα καὶ θερµότερα ἢ ξηρότερα καὶ ψυχρότερα ἢ κατὰ πᾶν εὔκρατα. καὶ χρὴ σκοπὸν εἶναί σοι ἐν ταῖς θεραπείαις τὴν φύσιν τοῦ µορίου. τὸ γὰρ µέχρι πόσου ψυκτέον ἢ ξηραντέον αὕτη διδάσκει. τὰ γὰρ σαρκώδη φλεγµαίνοντα βραχέως δεῖται ξηραίνεσθαι· καὶ µὲν δὴ καὶ ὅσα φλεβώδη, κᾂν ᾖ µᾶλλον τῶν σαρκωδῶν ξηρότερα, ἀλλ’ οὐδ’ αὐτά γε ἱκανῶς. ὅσα δ’ ἀρτηριώδη τὴν φύσιν ἐστὶ µόρια, µᾶλλον ἔτι τῶν φλεβωδῶν καὶ τούτων ἔτι µᾶλλον τὰ νευρώδη, καὶ πολὺ δὴ µᾶλλον τούτων ὅσα χονδρώδη καὶ ὀστώδη. πρὶν γὰρ εἰς τὴν οἰκείαν ἐπανέλθοι φύσιν τὸ µέρος, οὐδέπω τέλος ἡγητέον ἔχειν τὴν ἴασιν. ἐπανάγει δ’ εἰς τὴν ξηροτέραν µὲν κρᾶσιν, ὅσα φύσει ξηρότατα· εἰς δὲ τὴν ψυχροτέραν ὅσα ψυχρότατα. καὶ κατὰ τὰς ἄλλας δὲ δύο ποιότητας ὁµοίως· εἰς δὲ τὸ µέτριον ἐν ἑκάστῃ τὰ µέτρια. οὕτω µὲν αἱ κράσεις τῶν µορίων ποικίλλουσι τὰς τῶν παθῶν θεραπείας. αἱ δὲ διαπλάσεις ὡδί· τὰ µὲν γὰρ ἔνδον αὐτῶν εὐρύτητας ἔχει, τὰ δ’ ἔξωθεν, τὰ δ’ ἑκατέρωθεν, τὰ δ’ οὐδετέρωθεν· οἷον τῶν µὲν ἁπλῶν αἱ ἀρτηρίαι καὶ αἱ φλέβες καὶ νεῦρα· αἱ µὲν ἐν τοῖς κώλοις ἔνδον αὐτῶν· αἱ δ’ ἐντὸς περιτοναίου καθ’ ἑκάτερα· νεῦρα δὲ τὰ µὲν ἐν τοῖς κώλοις, κατ’ οὐδέτερον· ὅσα δ’ ἐντὸς περιτοναίου, κατὰ θάτερον. τοῖς δὲ σπλάγχνοις σχεδὸν ἅπασιν ἔνδοθέν τε καὶ ἔξωθέν εἰσιν εὐρυχωρίαι µεγάλαι, καὶ προσέτι καὶ ἡ σὰρξ αὐτὴ ἡ µὲν τοῦ πνεύµονος µανή· ἔµπαλιν δ’ ἡ τῶν νεφρῶν πυκνοτάτη· καὶ µετὰ ταύτην ἡ τοῦ ἥπατος. ἡ δὲ τοῦ σπληνὸς εἰς ὅσον πυκνοτέρα τῆς τοῦ πνεύµονος, εἰς τοσοῦτον µανωτέρα τῆς τοῦ ἥπατος. ἐν ἅπασιν οὖν τούτοις ὅσα µὲν οὐδετέρωθεν ἔχει κοιλότητας ἐκδεχοµένας τὸ περιττὸν τοῦ ῥεύµατος, ἰσχυρῶς δεῖται ξηραίνεσθαι, κᾂν µὴ πάνυ ξηρὰ τὴν φύσιν ᾖ, καθάπερ τὰ νεῦρα καὶ µάλιστα τὰ ἐν τοῖς κώλοις. ὅσα δ’ ἔξω τε καὶ εἴσω δύναται χαλάσαι τι τῆς φλεγµονῆς, οὐδὲν δεῖται τά γε τοιαῦτα τῶν ἱκανῶς ξηραινόντων καὶ µάλιστ’ εἰ χαύνην ἔχοι τὴν σάρκα, καθάπερ ὁ πνεύµων. ἡ δ’ ἀπὸ τῆς θέσεως ἔνδειξις οὐδ’ αὐτὴ παροπτέα· δι’ ὧν τε γὰρ χρὴ κενοῦν καὶ ὅπως καὶ ὅθεν, αὐτὴ µάλιστα διδάσκει. τῶν µὲν οὖν ἔτι ἐπιῤῥεόντων ἡ ἀντίσπασις, οὕτω γὰρ ὁ ῾Ιπποκράτης ὀνοµάζει, τῶν δ’ ἤδη κατειληφότων τὸ µόριον ῥευµάτων, ἡ παροχέτευσις ἴαµα. ἄµφω δὲ τὰ εἴδη τῆς κενώσεως διὰ τῶν κοινῶν ποιεῖσθαι κελεύει φλεβῶν. οἷον τὰς ἐπὶ µητρῶν ἀντισπάσεις, εἰ τὴν ἐν ἀγκῶνι τέµνοις φλέβα ἢ παρὰ τοὺς τιτθοὺς σικύας προσβάλλοις ἢ εἰ τὰς χεῖρας θερµαίνοις τε καὶ ἀνατρίψαις καὶ διαδήσαις. παροχετεύσεις δὲ τὰς ἐν ἰγνύαις ἢ σφυροῖς διαιρῶν καὶ σικύας µηροῖς προσβάλλων καὶ θερµαίνων καὶ ἀνατρίβων καὶ διαδῶν τὰ σκέλη. καὶ εἰ µὲν ἡ δεξιὰ µήτρα πεπόνθοι, ἐκ δεξιᾶς χειρὸς καὶ σκέλους ἀπάγων τὸ αἷµα. τῆς δ’ ἀριστερᾶς πεπονθυίας ἐκ τῶν ἐν ἐκείνῃ κατ’ εὐθὺ κώλων. τὸ γὰρ καθ’ ἵξιν ὑπ’ αὐτοῦ λεγόµενον αὐτὸ τοῦτ’ ἔστι τὸ κατ’ ἰσότητα. τέµνειν δὲ τὰς ἔνδον φλέβας τοῦ ῾Ιπποκράτους· αὗται γὰρ ἐγγυτέρω τε τῶν πεπονθότων µορίων καὶ µᾶλλον κατ’ εὐθύ. καὶ γὰρ εἰ σπληνὸς φλεγµαίνοντος κενοῦν αἵµατος ἐθέλοις, τῆς ἀριστερᾶς χειρὸς τὰς ἔνδον φλέβας τέµνειν, καὶ εἰ ἥπατος, τῆς δεξιᾶς ὡσαύτως. εἰ δέ τι τῶν ἄνωθεν εἴη φλεγµαῖνον, ὡς ἐν συνάγχαις τε καὶ ὀφθαλµίαις καὶ ὅσα περὶ κεφαλὴν, τὰς ἔξωθέν τε καὶ κατ’ εὐθύ· τῶν κώλων δ’ αὐτῶν πεπονθότων ἀπὸ τῶν ὁµοζύγων ἡ κένωσις, εἴτε ἀντισπᾷν εἴτε παροχετεύειν ἐθέλοις, πλὴν εἰ µὴ χρόνιον εἴη τὸ πάθηµα. τηνικαῦτα γὰρ ἀπ’ αὐτοῦ τοῦ πεπονθότος. οὕτως οὖν κᾀπὶ τῶν συναγχικῶν τὰς ὑπὸ τὴν γλῶσσαν φλέβας τέµνοµεν, ὅταν ἡµῖν τὸ µὲν ὅλον ἤδη σῶµα κενὸν ᾖ, χρονίζῃ δὲ τὸ πάθος. οὕτω δὲ καὶ σπληνὶ καὶ ἥπατι σικύας προσβάλλοµεν. οὕτω δὲ καὶ ἄλλο τι καὶ ἄλλο µέρος πεπονθὸς ἀποσχάζοµεν, οὐκ ἐπιῤῥεόντων ἔτι τῶν χυµῶν· ἐρεθιεῖς γὰρ αὐτοὺς ἐν τῷδε µᾶλλον καὶ διπλάσιον ἐργάσῃ τὸ κακόν. ἀλλ’ ὅταν ἤδη τὸ µὲν ὅλον ἀπέριττον ᾖ σῶµα, µηδὲν δ’ ἐπιῤῥέῃ νῦν, ἴσχηται δέ τι τοῦ παλαιοῦ ῥεύµατος ἐν τῷ µορίῳ. καὶ µὴν καὶ ὅτι τὰ µὲν ἐν τοῖς κυρτοῖς τοῦ ἥπατος ἐπ’ οὖρα χρὴ προτρέπειν, τὰ δ’ ἐν τοῖς σιµοῖς ἐπὶ τὴν κάτω διαχώρησιν, ἡ θέσις ἐδίδαξε τοῦ σπλάγχνου.

1 ... 99 100 101 102 103 104 105 106 107 ... 216
Перейти на страницу:

Комментарии

Обратите внимание, что комментарий должен быть не короче 20 символов. Покажите уважение к себе и другим пользователям!

Никто еще не прокомментировал. Хотите быть первым, кто выскажется?