📚 Hub Books: Онлайн-чтение книгРазная литератураСочинения. Том 2 - Гален Клавдий

Сочинения. Том 2 - Гален Клавдий

Шрифт:

-
+

Интервал:

-
+
1 ... 139 140 141 142 143 144 145 146 147 ... 216
Перейти на страницу:
тем злокачественней болезнь. На груди же мы часто ясно видели опухоль, подобную животному раку: как у этого животного ноги торчат во все стороны от тела, так и при этой болезни вены, выступающие во все стороны от неестественной опухоли, образуют фигуру, похожую на рака. Эту болезнь я часто вылечивал в самом ее начале, но если опухоль значительно увеличилась, то никто не вылечит ее без хирургической операции» (II, 12). Далее Гален описывает принцип удаления опухоли в границах здоровых тканей. Интересно, что по ходу изложения он неоднократно называет раковую опухоль «неестественной», тем самым отделяя рак и скирр от других заболеваний. Послеоперационное ведение, помимо ухода за раной, требует нормализации месячных, очищения организма и особой диеты, которую Гален подробно описывает во второй книге (II, 13).

Заканчивается трактат небольшим фрагментом, посвященным опухолям, вызванным увеличением желез, лечить которые следует с помощью лекарств, способных «выталкивать жидкость, высушивать и выводить гной».

В конце Гален не делает никакого специального заключения, суммирующего ранее изложенное, и завершает трактат-письмо вновь обращением к адресату — другу и ученику Главкону. Данное сочинение представляет собой обширное практическое наставление, или, говоря современным языком, методические указания. Этот стиль определяет преимущество текста, позволяющего нам лучше понять Галена как врача-практика.

ΠΕΡΙ ΙΑΤΡΙΚΗΣ ΕΜΠΕΙΡΙΑΣ[183]

Πολλῶν γὰρ ἔτι δέονται οἱ ἐµπειρικοὶ πρὸς ὃ βούλονται, κἂν ταῦτ’ αὐτοῖς συγχωρήσωµεν. εἰ γὰρ µὴ ἴσα δείξαιµι τὰ λειπόµενα τοῖς εἰρηµένοις ἀτόποις, οὐδὲν οὐδ’ ἐκείνων ὄφελος εἶναί µοι βούλοµαι. σὺ µὲν οὖν εὖ οἶδ’ ὅτι τεθαύµακας οὐ µὰ Δία ἡµῶν, ἀλλὰ τῆς τῶν ἐµπειρικῶν εὐηθείας, εἰ τοσάδε καὶ ἐπὶ τοσοῖσδε συγχωρηθέντα λαβόντες οὐδὲν δή τι πλέον ἔχουσι, ἀλλ’ ἕτερα τῶν προτέρων αὐτοὺς οὐκ ἐλάττω διαδέχεται σφάλµατα. παντελὴς γὰρ ἄγνοια καὶ ὑπερβάλλουσά τις ἀναίδεια καὶ σχεδὸν ὑπὲρ τὰ βοσκήµατα ἡ ἀναισθησία, εἰ µήτε ἀπὸ τίνος ἄρξονται ἔχοντες µηδ’ εἰ τοῦτ’ αὐτοῖς τις δοίη πλειστάκις ὡσαύτως ἰδεῖν τι δυνάµενοι µηδὲ τοσαύτας µυριάδας τὰς ἐν τοῖς νοσοῦσιν ἑτερότητας ἰδεῖν ἢ µνηµονεῦσαι ἢ ἀπογράψασθαι δυνατόν — ἢ τίς ἂν ἔτι βιβλιοθήκη τὴν τοσαύτην ἱστορίαν χωρήσειε, τίς δ’ ἂν ψυχὴ τὴν τοσούτων καταδέξαιτο µνήµην—ὅµως οὐδ’ οὕτως αἰσθάνονται ὅτι διαπαίζοντες αὐτοῖς ταῦτα συγχωροῦµεν, ἀλλ’ ὡς ἐπὶ βεβαίοις ὑπάρχουσιν ἔτι φιλοτιµοῦνται περὶ τῶν ἑξῆς. ἐγὼ τοίνυν οὐ δι’ ἐκείνους—περιττὸν γὰρ λίθοις διαλέγεσθαι—ἀλλ’ ἕνεκα τοῦ τελειῶσαι τὸν λόγον ἐναργῶς ἐπιδείξω ὅτι κἂν πλειστάκις ὡσαύτως ὁρᾶσθαί τι συγχωρηθῇ[ναι], οὐδὲν ἐκ τούτου θεώρηµα τεχνικὸν συστήσονται. καὶ µή τις δόξῃ µε τοῦ Πλάτωνος χρήσεσθαι λόγῳ, ὡς εἴ τις µὲν τῶν ἐπιτηδεύσεων τὴν φύσιν γιγνώσκει τῆς ὕλης, περὶ ἣν καταγίνεται, αὕτη µὲν τέχνη ἐστίν, εἰ δὲ µή, τριβὴ µέν τις καὶ ἐµπειρία, τέχνη δ’ οὔ. “ἐγὼ µὲν γάρ,” φησίν, “οὐ καλῶ τέχνην ὃ ἂν ᾖ ἄλογον πρᾶγµα.” οὐ χρῶµαι δ’ αὐτῷ οὐχ ὅτι οὐκ ἔστιν ἀληθής—µαινοίµην γὰρ ἂν εἰ τοῦτο λέγοιµι—ἀλλ’ ὅτι ἡ ἀναισχυντία τῶν ἐµπειρικῶν καὶ τοῦτο προσίεται, καὶ οὐδὲν αὐτοῖς µέλειν ἐροῦσιν, εἰ τούτου γε ἕνεκα µὴ τέχνην αὐτῶν τὸ ἐπιτήδευµα καλοῖµεν, ἀλλ’ ἄλλο τι. τίνες οὖν εἰσιν οἱ ἐµοὶ λόγοι; πρῶτος µὲν οὗ καὶ παρ’ αὐτῶν ἐκείνων συγκεχώρηται τὰ λήµµατα. ἡ γὰρ τῶν πλειστάκις ὡσαύτως ἑωραµένων τήρησις καλεῖται µὲν οἶµαι παρ’ αὐτῶν ἐµπειρία· σύγκειται δ’ ἐκ πολλῶν τῶν καθάπαξ· ἄτεχνον δὲ τὸ καθάπαξ αὐτοί φασιν· εἴη <ἄρ’> ἂν τὸ πλειστάκις ἐκ πολλῶν ἀτέχνων συγκείµενον. καὶ ὧδ’ ἂν ὁ λόγος ἐρωτηθείη· εἰ τὸ καθάπαξ ἄτεχνον, τὸ δὲ πλειστάκις ἐκ πολλῶν τῶν καθάπαξ σύγκειται, ἄτεχνον τὸ πλειστάκις. ἀλλὰ µὴν τὸ καθάπαξ ἄτεχνον· καὶ τὸ πλειστάκις <ἄρα>. ἀλλ’ ἴσως οὐδ’ ὃ λέγοµεν εἰδέναι φήσουσι. φεύγειν γὰρ ὁµολογήσουσι τά τε ἄλλα µαθήµατα καὶ διαλεκτικήν. εἰ βούλει τοίνυν, τοῦτον µὲν ἡµῖν αὐτοῖς εἰρηµένον τὸν λόγον ἐῶµεν, ἐκείνους δ’ ἐρωτήσωµεν ἕτερόν τινα τοιοῦτον. ἆρά γε, ὦ ἐµπειρικοί, τὸ πλειστάκις ὁποσάκις ἐστίν, εἰπεῖν ἔχετε ἡµῖν; βουλόµεθα γὰρ δὴ καὶ αὐτοὶ γνῶναι παραπλησίως ὑµῖν διὰ τηρήσεως. ἵν’ οὖν µὴ ἀµετρίᾳ τοῦ δέοντος ἁµαρτάνωµεν ἢ πρὸ τῆς ἱκανῆς αὐτοῦ θέας ἥκειν ἐπὶ τὸ τέλος ἤδη νοµίζοντες ἢ περαιτέρω τοῦ προσήκοντος ἐκτεινόµενοι <τὴν τήρησιν> ἀγνωσίᾳ τοῦ µέτρου, δεόµεθα ὑµῶν καὶ ἡµῖν δεῖξαι τὸ µέτρον, ἵνα καὶ αὐτοί τι µάθωµεν ἐκ τηρήσεως. “ὦ µωρέ” φησὶ γελάσας, “τὸ ἓν αἰτεῖς ἓν οὐκ ἔστιν ἁπάντων µέτρον, ἀλλὰ καθ’ ἕκαστον ἄλλο. σὺ δ’ ὅµοιον ἐπύθου ὡς εἰ καὶ σκυτοτόµον τις ἀξιοῖ διδάξαι αὐτὸν τὸν καλάποδα τίς ποτέ ἐστιν ᾧ πάντας ὑποδεῖ. οὔτε γὰρ ἐκεῖ τῶν ποδῶν ἓν µέτρον· ἄνισοι γάρ· οὔτ’ ἐνθάδε τῶν πραγµάτων· διάφορα γάρ.” ἐγὼ δ’ ἀσµενίζω καὶ δέχοµαι τὴν ἀπόκρισιν καὶ ἀγαπῶ πολὺ µᾶλλον ἢ εἰ ἓν ὑπέσχετό µοι πάντων ἐρεῖν. τότε µὲν γὰρ κἂν ὑπώπτευον, εἰ παρὰ πολὺ τῶν πραγµάτων διαφερόντων ἓν ἐπάξειν ἐπηγγέλλετο µέτρον, νυνὶ δὲ εἰ καθ’ ἕκαστον ἴδιόν τι δείξειέ µοι, πάνυ τεύξεσθαι τοῦ ἀληθοῦς ἤλπικα. καὶ δὴ οὖν ἀπὸ τῶν ἁπλουστέρων ἀρξάµενος πυνθάνοµαι, ὁποσάκις ἂν εἴη µοι θεασαµένῳ τὸν µηνιγγότρωτον ἀκριβῶς εἰδέναι, πότερον διὰ παντὸς ἢ ὡς <ἐπὶ> τὸ πολὺ ἢ σπανίως ἢ ἀµφιδόξως τεθνήξεται, ἀλλ’ οὐδεὶς αὐτῶν τὸ µέτρον οὔτε νῦν ἡµῖν ἀπεκρίνατο οὔτε ἐν τοῖς βιβλίοις ἔγραψε. µήποτ’ οὖν οὐδ’ ἔχουσί τι καθ’ ἕκαστον ὡρισµένον; ὅτι µὲν οὖν καὶ ἤδη αὐτῶν ἔρρει τὰ πράγµατα, παντὶ δῆλον. ἀλλ’ ἐφεξῆς ἂν εἴη, καθάπερ ἀρχῆθεν αὐτοῖς διελέχθηµεν προσεπαίσαµεν, εὐγνωµόνως ἔτι καὶ νῦν ἡµᾶς ἐπισκέψασθαι κατὰ µόνας, πότερον ἐκείνοις µὲν ἀγνοεῖται τὸ <τοῦ> πλειστάκις µέτρον, ἔστι δ’ ἐν τῇ φύσει τῶν πραγµάτων, ἢ οὐδ’ ὅλως συστῆναι δυνατὸν ὑπάρχειν τι µέτρον ἐπὶ τοῦ πλειστάκις, <ὃ δ>ὴ αὐτὸ ποιήσει πρότερον οὐκ ὂν τεχνικὸν νυνὶ τεχνικὸν εἶναι. ἐγὼ µὲν οὖν ἐπεσκεψάµην αὐτὸ πολλάκις. ἢ οὐκ ἂν αὐτοσχεδίως… τὸν ζ′ ἔτι θεάσασθαι περιµενεῖς καὶ τὸν η′ καὶ ὅλως πάνυ πολλοὺς ἐφεξῆς. τί ποτ’ οὖν ἔτι συκοφαντήσεις καὶ ἀσύστατον ἐρεῖς τὴν ἐµπειρίαν καὶ τὸ πλειστάκις ἀπεριόριστον καὶ ὕποπτον ἀποφανεῖς οἷ[ς] στήσεται, λέγων οὐχ εὑρίσκειν οἴει τε µᾶλλον ἡµᾶς ἢ σαυτὸν καταβάλλειν; ἐµοὶ µὲν γὰρ δοκεῖ σαυτὸν µᾶλλον. ὄντοιν γὰρ δυοῖν, ἑνὸς µὲν τοῦ διὰ µόνης εὑρίσκεσθαί τι τηρήσεως—ὅπερ ἐγώ τε βούλοµαι καὶ ὑµεῖς ἄκοντες µὲν καθοµολογεῖτε ἀλλ’ ὅµως—, δευτέρου δὲ τοῦ πῶς—ὃ ἐγὼ µὲν οὔτε δυνατὸν οὔτε χρήσιµον εἶναί φηµι, σὸν δὲ λοιπὸν εἴη ἂν ἔργον τοῦτο εὑρεῖν, ἄπορον αὐτὸ ἀποφαίνων τῷ σοφίσµατι σαυτὸν <µὲν> καταβαλεῖς, ἡµᾶς δὲ οὐδὲν ἀδικήσεις. οὐ γὰρ περὶ τοῦ πῶς ἕκαστον γίνεται τεχνικὸν ὁ ἀγὼν ἡµῖν ἐστιν, ἀλλ’ ὅτι γίνεται µόνον, ὅπερ ἐναργῶς ἔχοµεν ὁµολογούµενον. σὺ δὲ ὁ τὰς αἰτίας πο-λυπραγµονῶν δίκαιος εἶ καὶ τὸ πῶς ἐκδιδάσκειν.

1 ... 139 140 141 142 143 144 145 146 147 ... 216
Перейти на страницу:

Комментарии

Обратите внимание, что комментарий должен быть не короче 20 символов. Покажите уважение к себе и другим пользователям!

Никто еще не прокомментировал. Хотите быть первым, кто выскажется?