📚 Hub Books: Онлайн-чтение книгРазная литератураСочинения. Том 2 - Гален Клавдий

Сочинения. Том 2 - Гален Клавдий

Шрифт:

-
+

Интервал:

-
+
1 ... 142 143 144 145 146 147 148 149 150 ... 216
Перейти на страницу:
οὕτως ἂν ἤδη τὸν ἀριθµὸν ἁπάντων τῶν ἁπλῶν νοσηµάτων εὑρηκότες εἴηµεν. ἀρχὴ δὲ κᾀνταῦθα ὁµολογουµένη, σύµµετρον µὲν εἶναι τὸ κατὰ φύσιν οὐκ ἐν ζώῳ µόνον, ἀλλὰ καὶ ἐν φυτῷ καὶ σπέρµατι καὶ ὀργάνῳ παντὶ, τὸ δὲ αὖ παρὰ φύσιν ἄµετρον. εἴη ἂν οὖν ἡ µὲν ὑγεία συµµετρία τις, ἡ δὲ νόσος ἀµετρία. τίνων οὖν ἡ νόσος ἀµετρία, σκεπτέον ἐφεξῆς. ἢ δηλονότι, ὧνπερ ἡ ὑγεία συµµετρία, τούτων ἡ νόσος ἀµετρία; εἰ µὲν οὖν ἐν πόρων συµµετρίᾳ τὸ ὑγιαίνειν ἐστὶν, ἐν πόρων ἀµετρίᾳ γενήσεται καὶ τὸ νοσεῖν· εἰ δ’ ἐν εὐκρασίᾳ θερµοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ τὸ ὑγιαίνειν ἐστὶν, ἐν τῇ τούτων δυσκρασίᾳ καὶ τὸ νοσεῖν ἐξ ἀνάγκης συµβήσεται. κατὰ ταὐτὰ δὲ, κᾂν ἐν ἄλλῳ τινὶ γένει συµµέτρῳ τὸ ὑγιαίνειν ὑπάρχῃ, δῆλον ὡς καὶ τὸ νοσεῖν ἐν τῷ κατ’ ἐκεῖνο τὸ γένος ἀµέτρῳ συστήσεται. πάλιν δὲ δὴ τὸ αὐτὸ τοῦτ’ ἐπισκεψώµεθα λογικώτερον. ἁπλοῦν εἴ τι σῶµα καὶ ἀκριβῶς ἐστιν ἓν, οὐκ ἄν ποτε δέξαιτο τὸ µᾶλλόν τε καὶ ἧττον, οὐδ’ ἂν εἴη τι κατ’ ἐκεῖνο τὸ γένος ἕτερον ἑτέρου βέλτιόν τε καὶ χεῖρον· εἰ δ’ ἐκ πλειόνων συγκέοιτο, πολλοὶ µὲν ἂν οὕτω γε τρόποι τῆς συνθέσεως ἐν αὐτῷ γίνοιντο βελτίους τε καὶ χείρους· εἴη δ’ ἂν οὕτω καὶ αὐτὰ τὰ συντιθέµενα κρείττω τε καὶ φαυλότερα· τὸ δ’ ἄριστα συγκείµενον ἁπάντων ἄριστον ἂν εἴη τῶν ὁµογενῶν. ἆρ’ οὖν ἐν τοῖς τῶν ζώων σώµασι τὸ µᾶλλόν τε καὶ ἧττόν ἐστιν, ὡς τὸ µὲν ἄκρως εὐεκτικὸν εἰπεῖν, τὸ δ’ ἁπλῶς εὐεκτικὸν, οὐ µὴν ἄκρως, καὶ τουτὶ µὲν ὑγιεινὸν, οὐ µὴν εὐεκτοῦν, ἕτερον δέ τι δυσαρεστούµενον, ἄλλο δὲ ἤδη νοσοῦν, καὶ τούτου τὸ µὲν ἐπιεικῶς, τὸ δὲ ὀλεθρίως, καὶ τὸ µὲν µετρίως, τὸ δὲ σφοδρῶς; ἢ πάντες ὁµοίως διακείµεθα νοσοῦντές τε καὶ ὑγιαίνοντες; οὐκ ἔστιν εἰπεῖν. οὐκ οὖν ἕν ἐστι τὸ τῶν ζώων σῶµα, καθάπερ ἢ ἄτοµος ἡ ᾿Επικούρειος, ἢ τῶν ἀνάρµων τι τῶν ᾿Ασκληπιάδου· σύνθετον ἄρα πάντως. ἀλλ’ εἰ µὲν ἐξ ἀτόµων, ἢ ἀνάρµων, ἢ ὅλως ἐξ ἀπαθῶν τινων σύγκειται, τὸ µᾶλλόν τε καὶ ἧττον ἐν τῷ ποιῷ τῆς συνθέσεως ἕξει δίκην οἰκίας ἐξ ἀπαθῶν µὲν λίθων συγκειµένης, οὐ µὴν ἐν τῇ συνθέσει γε πάντῃ κατορθουµένης. εἰ δὲ εἶεν οἷοί τε πάσχειν τι καὶ οἱ λίθοι, πολυειδέστερον ἂν οὕτω γε τὸ µᾶλλόν τε καὶ ἧττον ὑπάρχοι κατὰ τὴν οἰκίαν. εἰ δὲ καὶ αὐτὰ τὰ στοιχεῖα τῶν ἡµετέρων σωµάτων ἀλλοιοῦσθαί τε καὶ πάσχειν πέφυκεν, οὐ µόνον ἂν ἐν τῇ συνθέσει τε καὶ οἷον διαπλάσει τῶν µορίων, ἀλλὰ καὶ δι’ ὅλων ἑαυτῶν τὸ µᾶλλόν τε καὶ ἧττον ἐπιδέχοιτ’ ἄν. καὶ δὴ καὶ νοσήσει δηλονότι δι’ ὅλων ἑαυτῶν εἴδη τοσαῦτα νοσηµάτων ἁπλᾶ τε καὶ πρῶτα καὶ οἷον στοιχεῖα τῶν ἄλλων, ὅσαπερ ἂν ᾖ τὰ συντιθέντα. τοῦτο δὲ τὸ δι’ ὅλων οὐκ ἐν τοῖς ἀπαθέσιν ἐστὶ στοιχείοις· οὐ γὰρ ἐνδέχεται παθεῖν τι τὴν ἄτοµον αὐτὴν, ἀλλ’ ἐν τῇ συνθέσει τε καὶ διαπλάσει τὸ πάθηµα.

3. Σύνθεσις δὲ καὶ διάπλασις ἐν τοῖς τῶν ζώων σώµασιν ὑπάρχει τριττή· πρώτη µὲν ἡ τῶν ὁµοιοµερῶν ὀνοµαζοµένων, ἀρτηριῶν, καὶ φλεβῶν, καὶ νεύρων, καὶ ὀστῶν, καὶ χόνδρων, καὶ συνδέσµων, ὑµένων τε καὶ σαρκῶν· δευτέρα δὲ ἡ τῶν ὀργανικῶν, ἐγκεφάλου τε καὶ καρδίας, καὶ πνεύµονος, καὶ ἥπατος, καὶ κοιλίας, καὶ σπληνὸς, καὶ ὀφθαλµῶν, καὶ νεφρῶν· τρίτη δὲ ἡ τοῦ σύµπαντος σώµατος. ἕκαστον γὰρ τῶν ὀργανικῶν τούτων µορίων ἔκ τινων ἑτέρων ἁπλῶν ὡς πρὸς τὴν αἴσθησιν σύγκειται, κᾀκείνων ἕκαστον ἐκ τῶν πρώτων στοιχείων. σαρκὸς οὖν αὐτῆς, ᾗ σὰρξ, ἐν τῇ συνθέσει µόνῃ τῶν πρώτων στοιχείων, ᾗ µέντοι µόριον ὀργάνου, παρά τε τὴν διάπλα-σιν καὶ τὸ µέγεθος· καὶ γὰρ οὖν καὶ αὐτῶν τῶν ὀργάνων ἐν τούτοις αἱ διαφοραί. πόσα τοίνυν ἐστὶ καὶ τίνα κατὰ τὴν πρώτην ὑπόθεσιν τὰ σύµπαντα νοσήµατα τῶν ὁµοιοµερῶν σωµάτων, διελθόντες, ἑξῆς ἐπὶ τὴν ἑτέραν µεταβησόµεθα, τὴν ἀλλοιοῦσθαί τε καὶ τρέπεσθαι τὴν οὐσίαν ὅλην δι’ ὅλης ἑαυτῆς ὑποτιθεµένην.

4. ῎Εστι δὲ δύο τὰ πρῶτα πάθη, τὸ µὲν εὐρύτης τις πόρων, τὸ δὲ στέγνωσις. ἀπαθῶν γὰρ ὑποκειµένων τῶν πρώτων στοιχείων, ἐν τῇ συνθέσει µόνῃ τὰ παθήµατα· συνθέσεως δὲ πάσης αἱ προειρηµέναι διαφοραί. ὥστ’ ἀναγκαῖον ἐῤῥῶσθαι µὲν ἕκαστον τῶν ὁµοιοµερῶν, ὁπόταν ἡ συµµετρία τῶν πόρων αὐτοῦ φυλάττηται, διαφθειροµένης δὲ ταύτης ἐξίστασθαι τοῦ κατὰ φύσιν. ἀλλ’ ἐπειδὴ συµµετρίας ἁπάσης ἡ διαφορὰ διττὴ, (τὸ µὲν γὰρ ὑπερβολὴ, τὸ δὲ ἔλλειψις,) δῆλον, ὡς καὶ τὰ πρῶτα νοσήµατα τῶν ἁπλῶν σωµάτων ἔσται διττὰ, τὸ µὲν εὐρύτης τις πόρων, τὸ δὲ στέγνωσις. καὶ ὀστοῦν δὴ καὶ σὰρξ καὶ τῶν ἄλλων ἕκαστον τῶν ἁπλῶν σωµάτων πρὸς τὴν αἴσθησιν, εἰ µὲν στεγνότερον ἢ µανότερον εἴη τοῦ συµµέτρου, κακῶς διακεῖσθαι φήσοµεν, εἰ δ’ ἐν τῷ µέσῳ τῆς ὑπερβολῆς ἑκατέρας, ὡς ἂν µάλιστα συµφέρῃ ταῖς χρείαις αὐτῶν, ἄκρως ὑγιαίνειν ἐροῦµεν τηνικαῦτα· τὰ δὲ ἐφ’ ἑκάτερα τῆς ἀκριβοῦς συµµετρίας βραχείας ἐκτροπὰς οὐδέπω µὲν εἶναι νόσους, ἔστ’ ἂν µηδέπω βλάβην αἰσθητὴν ἐνεργείας τινὸς ἀπεργάζωνται· πολὺ δ’ ἐν ταύταις ὑπάρχειν τὸ µᾶλλόν τε καὶ ἧττον, ὡς ἂν ἱκανὸν ἐχούσης διάστηµα τῆς νοσώδους ἀµετρίας παρὰ τὴν ἀκριβῶς ὑγιεινὴν συµµετρίαν· ἐν τούτῳ δὴ παντὶ τῷ πλάτει τὰς τῶν ὑγιαινόντων συνίστασθαι διαφοράς· ἐν δὲ τῷ µετὰ τοῦτο, τῷ τῆς αἰσθητῆς ἀµετρίας, τὰς νόσους, ἄχρις ἂν ἐπ’ ἐκείνην ἀφίκωνται τὴν ἀµετρίαν, ἥτις ἤδη φθορὰν ἐργάζεται τοῦ µορίου. οὐ γὰρ δὴ µέχρι γε παντὸς στεγνοῦσθαί τε καὶ µανοῦσθαι τὰ τῶν ζώων σώµατα πέφυκεν, ἀλλ’ ἔστι τις κᾀνταῦθα ὅρος, οὗ περαιτέρω προελθεῖν αὐτοῖς ἄνευ διαλύσεώς τε καὶ φθορᾶς ἀδύνατον. ἡ µὲν δὴ τῶν ἀπαθῶν στοιχείων ὑπόθεσις ὧδε ἔχει. Τῶν δὲ πάσχειν ὑποτιθεµένων αὐτὰ, καὶ µέντοι καὶ δρᾷν εἰς ἄλληλα, καὶ κεράννυσθαι δι’ ὅλων, ὅσαπερ ἂν ὑπόθηταί τις εἶναι τὰ πρῶτα στοιχεῖα, τοσαῦτα ἐξ ἀνάγκης ἐρεῖ καὶ τὰ πρῶτα νοσήµατα. φέρε γὰρ εἶναι τὰ πρῶτα στοιχεῖα τέτταρα, τὸ θερµὸν, καὶ τὸ ψυχρὸν, καὶ τὸ ξηρὸν, καὶ τὸ ὑγρὸν, ἐκ τούτων δὲ κεραννυµένων ἀλλήλοις συµµέτρως µὲν ὑγιαίνειν τὸ ζῶον, ἀµέτρως δὲ νοσεῖν. ἔσται δὴ καὶ τὰ πρῶτα νοσήµατα τέτταρα, τό θ’ ὑπὲρ τὴν κατὰ φύσιν συµµετρίαν πρῶτον θερµὸν, καὶ δεύτερον τὸ ψυχρὸν, καὶ τρίτον τὸ ὑγρὸν, καὶ τέταρτον τὸ ξηρόν. αὗται µὲν καὶ αἱ κατὰ τὴν δευτέραν ὑπόθεσιν νόσοι τῶν ὁµοιοµερῶν ὀνοµαζοµένων σωµάτων, ἃ δὴ καὶ τελέως ἁπλᾶ φαίνεται. Τὰ δὲ τῶν συνθέτων ἐν ἡµῖν ὀργάνων νοσήµατα κοινὰ τῶν ὑποθέσεων ἑκατέρων ἐστίν. ἐπέλθωµεν οὖν καὶ ταῦτα διὰ βραχέων, αὐτὸ τοῦτο πρῶτον ἐπιδεικνύντες, ὅπως ἐστὶ κοινά. δεοµένου δὴ παντὸς τοῦ πρὸς αἴσθησιν συνθέτου σώµατος, ὃ δὴ καὶ ἀνοµοιοµερὲς ὀνοµάζουσιν,

1 ... 142 143 144 145 146 147 148 149 150 ... 216
Перейти на страницу:

Комментарии

Обратите внимание, что комментарий должен быть не короче 20 символов. Покажите уважение к себе и другим пользователям!

Никто еще не прокомментировал. Хотите быть первым, кто выскажется?