📚 Hub Books: Онлайн-чтение книгРазная литератураСочинения. Том 2 - Гален Клавдий

Сочинения. Том 2 - Гален Клавдий

Шрифт:

-
+

Интервал:

-
+
1 ... 143 144 145 146 147 148 149 150 151 ... 216
Перейти на страницу:
εἰ µέλλοι καλῶς ἐνεργήσειν, οὔτ’ ἐξ οἵων ἔτυχε συγκεῖσθαι µορίων τῶν ἁπλῶν, οὔτ’ ἐξ ἀριθµοῦ τινος ἢ µεγέθους οὐ προσήκοντος, οὔθ’ ὃν ἔτυχε τρόπον συνθέσεως ὑπάρχειν, ἐν τέσσαρσι τούτοις γένεσι τὰ τῶν ὀργάνων ἁπάντων ἔσται νοσήµατα. διαφοραὶ δὲ καθ’ ἕκαστον γένος αἵδε. κατὰ µὲν τὸ πρῶτον ῥηθὲν, ὅταν ἡ προσήκουσα µορφὴ τοῦ µορίου διαφθείρηται, ἢ σχῆµα µὴ δέον, ἢ κοιλότητα λαβόντος, ἢ πόρον, ἤ τι τούτων ἀπολέσαντος, ὧν εἶναι δέον. ἐκ τούτου τοῦ γένους ἐστὶ καὶ ἡ τραχύτης αὐτοῦ καὶ ἡ λειότης οὐ προσηκόντως ὑπαλλαττόµεναι. ἐν δὲ τῷ δευτέρῳ γένει, τῷ κατὰ τὸν ἀριθµὸν τῶν ἁπλῶν καὶ πρώτων µορίων, διττὴ νοσηµάτων ἔσται διαφορὰ, ἢ ἐλλείποντός τινος ὧν εἶναι δέον, ἢ πλεονάζοντος ὧν οὐκ εἶναι δέον. καὶ µὲν δὴ κᾀν τῷ τρίτῳ γένει, τῷ κατὰ τὸ µέγεθος, ὁµοίως διττὴ νοσηµάτων ἔσται διαφορά. µεῖζον γὰρ εἴ τι γένοιτο, δεόµενον ἔλαττον ὑπάρχειν, ἢ αὖθις ἔλαττον ἀποτελεσθείη, µεῖζον εἶναι δεόµενον, οὐκ ὀρθῶς ἂν ἔχοι τὸ σύµπαν ὄργανον. ἐν δὲ δὴ τῷ λοιπῷ γένει τῶν νοσηµάτων, τῷ κατὰ τὴν σύνθεσιν, ἤτοι τῆς κατὰ φύσιν ἐξαλ-λαττοµένης θέσεως, ἢ τῆς πρὸς ἄλληλα τῶν µορίων κοινωνίας, αἱ διαφοραὶ συστήσονται. ὥσπερ δ’ ἐκ τῶν ἁπλῶν σωµάτων ἕκαστον τῶν πρώτων ὀργάνων ἢ κατορθοῦται συντιθέµενον ἢ διαµαρτάνεται, καὶ ἐκ τούτων αὐτῶν τό θ’ ὑγιαίνειν ὑπάρχει καὶ τὸ νοσεῖν, οὕτω πάλιν ἐξ αὐτῶν τούτων τῶν ὀργάνων τῶν πρώτων τὰ δεύτερα συνίσταται. µῦς µὲν γὰρ καὶ φλὲψ καὶ ἀρτηρία τῶν πρώτων ὀργάνων, δάκτυλος δὲ τῶν δευτέρων, καὶ τούτου µᾶλλον ἔτι ποὺς καὶ ποδὸς τὸ σκέλος. καθόλου γὰρ, ὅσα µὲν ἐκ τῶν ὁµοιοµερῶν συνελθόντων ἐγένετο µιᾶς ἐνεργείας ἕνεκεν, ἐν τοῖς πρώτοις ὀργάνοις ἀριθµηθήσεται, τὰ δ’ ἐκ τούτων πάλιν συντιθέµενα, κᾂν ὅτι µάλιστα µίαν ἐργάζηται τοῦ παντὸς ὀργάνου τὴν ἐνέργειαν, ἐν τοῖς δευτέροις τετάξεται. τὰ δὲ αὐτὰ ταῦτα καὶ τούτων τῶν ὀργάνων ἔσται νοσήµατα τοῖς ἐπὶ τῶν πρώτων εἰρηµένοις. ἀλλὰ περὶ µὲν τῶν ὀργάνων τῆς διαφορᾶς ἐν ἑτέρῳ διῄρηται λόγῳ, τίνα µὲν ἀκριβῶς ἐστι τὰ πρῶτα, τίνα δ’ ἐπ’ αὐτοῖς δεύτερά τε καὶ τρίτα καὶ τέταρτα τίθεσθαι προσῆκεν. ἔνια γὰρ ἐπαµφοτερίζει τοῖς γνωρίσµασιν, ὡς καὶ πρῶτα δοκεῖν εἶναι καὶ δεύτερα. δεῖται δὲ οὐδὲ ὅ γε παρὼν λόγος τῆς τοιαύτης ἀκριβολογίας· εἰς ἓν δὲ τοῦτ’ ἀποβλέπειν ἀξιῶ, εἴθ’ ἁπλοῦν ἐστιν ὡς πρὸς τὴν αἴσθησιν, εἴτε σύνθετον τὸ µόριον. τοῦ µὲν γὰρ ἁπλοῦ τὰ πρῶτα ῥηθέντα νοσήµατα τῇ διαφορᾷ τῶν φυσικῶν στοιχείων εἰσὶ διωρισµένα, τοῦ συνθέτου δὲ τὰ δεύτερα, κοινὰ τῶν ὑποθέσεων ὑπάρχοντα. γένος δ’ οὐδέν ἐστι νοσήµατος οὔτε ἐν τοῖς ἁπλοῖς σώµασιν οὔτ’ ἐν τοῖς συνθέτοις ἴδιον ἑκατέρων· ἡ γὰρ τῆς διαιρέσεως µέθοδος ἐνδείκνυται τὸ ἀδύνατον· ἀλλ’ ἓν ἔτι ἐστὶ κοινὸν ἁπάντων τῶν σωµάτων καὶ τῶν συνθέτων, εἴτ’ οὖν τῶν πρώτων ὀργάνων, εἴτε καὶ τῶν δευτέρων, εἴτε καὶ τῶν τρίτων ὑπάρχει τὸ νῦν λεχθησόµενον. µέθοδος δὲ καὶ τούτου τῆς εὑρέσεως τὸ κοινῇ πᾶσι τοῖς εἰρηµένοις ὑπάρχον µορίοις. εἰ γὰρ ὑπάρχει τι κοινὸν αὐτοῖς ἐν τῷ κατὰ φύσιν ἔχειν, ὡς ἐνέργειαν ἢ χρείαν τινὰ τῷ ζώῳ παρεχόµενον, πάντως δήπου καὶ διαφθειροµένου τούτου κοινὸν αὐτοῖς τι καὶ νόσηµα συστήσεται. τί δὲ τοῦτ’ ἔστι τὸ πᾶσιν ὑπάρχον κοινόν; ἕνωσις τῶν ἰδίων µορίων, ἧς ἕκαστον µεταλαβὸν ἓν εἶναι λέγεται καὶ µίαν ἐνέργειαν ἢ χρείαν ἀποτελεῖν. εἰ δὲ καὶ ἥδε λύοιτο κατά τι, νόσος καὶ τοῦτ’ ἔστι τοῦ µέρους. οἷον δέ τι καθ’ ἕκαστον τῶν µορίων ἡ νόσος ἥδε κέκτηται τοὔνοµα, µικρὸν ὕστερον ἐροῦµεν, ὅταν καὶ τὰς τῶν εἰρηµένων γενῶν διαφορὰς εἰς τὰ κατὰ µέρος εἴδη διελώµεθα.

5. Καὶ δὴ ποιῶµεν ἤδη τοῦτο πάλιν ἀπὸ τῆς προτέρας ὑποθέσεως ἀρξάµενοι. δύο οὖν ἐν ταύτῃ τῶν ὁµοιοµερῶν σωµάτων ὑπῆρχε νοσήµατα ἐν πόρων ἀµετρίᾳ συνιστάµενα, τὸ µὲν εὐρύτης τις αὐτῶν οὖσα, τὸ δὲ στέγνωσις. ἑκατέρου δὲ τούτων ἡ διαφορὰ διττή. στεγνώσεως µὲν οὖν συνίζησίς τε τοῦ σώµατος εἰς ἑαυτὸ πανταχόθεν, καὶ αὐτῶν τῶν πόρων ἔµφραξις· εὐρύτητος δὲ τοῦ µὲν σώµατος εἰς πᾶν µέρος ἔκτασις, αὐτῶν δὲ τῶν πόρων οἷον ἀναπέτειά τις οὖσα ἐκπτώσει τῶν στοιχείων, ἃ δὴ καὶ κυρίως σώµατα προσαγορεύεσθαι φασὶν ἁπλᾶ τε καὶ πρῶτα ὑπάρχοντα· τὰ γὰρ ἐκ τούτων συντιθέµενα συγκρίµατα καλοῦσιν. ἐπὶ δὲ τῆς δευτέρας ὑποθέσεως ἡ διαφορὰ τῶν νοσηµάτων διττὴ τυγχάνει, ποτὲ µὲν δὴ ταῖς ποιότησι µόναις ἀλλοιουµένων τῶν ὁµοιοµερῶν σωµάτων, ἔστιν ὅτε δὲ ῥυείσης εἰς αὐτά τινος οὐσίας τὰς εἰρηµένας ἐχούσης ποιότητας. ὁ µὲν δὴ δεύτερος τρόπος, ὄγκον περὶ τοῖς σώµασιν ἐργαζόµενος, ὑπ’ οὐδενὸς ἀγνοεῖται τῶν ἰατρῶν. ἐρυσιπέλατα γὰρ, καὶ φλεγµοναὶ, καὶ οἰδήµατα, καὶ φύµατα, καὶ φύγεθλα, καὶ χοιράδες, ἐλεφαντιάσεις τε καὶ ψῶραι, καὶ λέπραι, καὶ ἀλφοὶ, καὶ σκίῤῥοι τούτου τοῦ γένους εἰσὶν, οὐδένα λαθεῖν δυνάµενα. τὰ δ’ ἐν τῇ τῶν ποιοτήτων αὐτῶν µόνῃ δυσκρασίᾳ συνιστάµενα νοσήµατα δυσφωρατότερα, πλὴν εἰ µὴ µεγάλη ποθ’ ἡ τοῦ µέρους εἰς τὸ παρὰ φύσιν ἐκτροπὴ γένοιτο. τηνικαῦτα γὰρ ἅπασιν ἤδη γνωρίζεται ῥᾳδίως, ἐπὶ µὲν ὅλου τοῦ σώµατος ὀνοµαζοµένη πυρετὸς, ἐπειδὰν τὸ θερµὸν κρατῇ, καὶ κατὰ τὰ µόρια δ’ ἐναργῶς ἐνίοτε φαινοµένη. καὶ γὰρ καὶ σκέλη τοῖς πλείω περιπατήσασιν ἀήθως, καὶ χεῖρες, εἴ τις ταύταις πονήσειεν ἐπιπλέον, ἢ ἐρέσσων, ἢ σκάπτων, ἤ τι τοιοῦτον διαπραττόµενος, ἐναργῶς φαίνονται θερµότεραι καὶ αὐτοῖς τοῖς κάµνουσι, καὶ τοῖς ἔξωθεν ἁπτοµένοις αὐτῶν. ἐὰν µέντοι τις ὄγκος µέγας προσγένηται τοῖς µορίοις, ἐπιῤῥυείσης τινὸς οὐσίας αὐτοῖς θερµῆς, ἐκ τῆς δευτέρας ἔσται διαφορᾶς τῶν νοσηµάτων. ἐκ δὲ τῆς πρώτης ταῦτά τε πάντα τὰ νῦν εἰρηµένα καὶ ἢ καθ’ ἓν ὁτιοῦν µέρος, ἢ τὸ σῶµα τοῦ ζώου σύµπαν, ἢ ἐξ ἐγκαύσεως ἡλίου, ἢ παρὰ πυρὶ θάλψεως ὑπολειποµένη συνίσταται διάθεσις, οἷαι καὶ αἱ τυφώδεις καὶ πυρετώδεις ὀνοµαζόµεναι. τοῦ δὲ ἐναντίου τῷ θερµῷ νοσήµατος τοῦ ψυχροῦ περὶ µὲν τοῖς ἄκροις ἐναργῶς ἡ διάθεσις συνίσταται πολλάκις οὕτως, ὥστε καὶ ἀποπεσεῖν αὐτὰ νεκρωθέντα, περὶ δὲ τῷ σύµπαντι σώµατι, οἵα τοῖς ὁδοιπορήσασιν ἐν κρύει καρτερῷ γίνεται. πολλοὶ γὰρ τούτων, οἱ µὲν ἐν αὐταῖς ταῖς ὁδοῖς ἀπέθανον, οἱ δὲ εἰς πανδοχεῖον, πρὶν ἢ οἴκαδε παραγενέσθαι φθάσαντες, ἡµιθνῆτές τε καὶ κατεψυγµένοι φαίνονται. γίγνεται δὲ καὶ τοῖς ἀποπληκτικοῖς, καὶ τοῖς ἐπιληπτικοῖς, καὶ τοῖς τροµώδεσι, καὶ τοῖς σπασµώδεσιν ἡ τοιαύτη πολλάκις διάθεσις. καὶ τῶν ὑπὸ κρύους ἐν ὁδοῖς ἀποθανόντων οἱ µὲν ἐµπροσθοτόνοις, οἱ δὲ ὀπισθοτόνοις, οἱ δὲ τετάνοις, οἱ δὲ ταῖς καλουµέναις πήξεσιν ἑάλωσαν, οἱ δὲ ἀποπληξίᾳ τι παραπλήσιον ἔπαθον. ἐν δὴ τοῖς τοιούτοις ἅπασιν, ἐν οἷς ἐπιγίγνεταί τι σύµπτωµα, περιέλκει τὴν διάνοιαν τῶν πολλῶν ἐφ’ αὑτὸ, ὡς τὸ µὲν σύµπτωµα νόσηµα νοµίζεσθαι, τὸ νόσηµα δ’ αὐτὸ τὴν αἰτίαν τοῦ συµπτώµατος. ὅσοις µέντοι

1 ... 143 144 145 146 147 148 149 150 151 ... 216
Перейти на страницу:

Комментарии

Обратите внимание, что комментарий должен быть не короче 20 символов. Покажите уважение к себе и другим пользователям!

Никто еще не прокомментировал. Хотите быть первым, кто выскажется?