ὄγκον εἰς τὰς ἐντὸς ἀποχέουσα κοιλότητας, ἐµφράττει τοὺς πόρους, ἑτέρους ὄντας τούτους ἐκείνων τῶν πόρων, ὧν οἱ τῆς προτέρας αἱρέσεως ἡγεµόνες ὑπετίθεντο κατὰ τὴν τῶν πρώτων καὶ ἀπαθῶν στοιχείων σύνοδον γίνεσθαι. τοὺς γὰρ τῶν ἐντέρων, καὶ φλεβῶν, καὶ ἀρτηριῶν, καὶ πάντων τῶν τοιούτων ὀργάνων πόρους, τούτους δὴ τοὺς µεγάλους τε καὶ σαφεῖς ἅπαντες ἐναργῶς ὁρῶµεν. εἰ δὲ καὶ διαλανθάνοι ποτὲ τὴν αἴσθησιν ὑπὸ σµικρότητος ὁ τοιοῦτος πόρος, οὐδ’ οὗτος ἐκ ταὐτοῦ γένους ἐστὶν ἐκείνοις τοῖς πόροις, οὓς ἡ προτέρα τῶν αἱρέσεων ὑπετίθετο. κατὰ δὴ τὰς τοιαύτας ἁπάσας διαθέσεις, ἐν αἷς, τῶν σωµάτων αὐτῶν εἰς ὄγκον τινὰ ἀρθέντων, ἀποκλείεσθαί τε καὶ στενοχωρεῖσθαι τοὺς πόρους συµβαίνει, ποτὲ µὲν ἓν ἔσται νόσηµα µόνον, ἡ ἔµφραξις ἡ τὴν ἐνέργειαν βλάπτουσα, ποτὲ δὲ καὶ τοῦτο µὲν, ἀλλὰ καὶ ἡ τῶν σωµάτων διάθεσις ἡ τὴν ἔµφραξιν ἐργασαµένη. µηδεµίαν οὖν ἔχοντος ἰδίαν ἐνέργειαν τοῦ τὸν ὄγκον κεκτηµένου σώµατος, ἓν µὲν τὸ νόσηµα ἔσται τὸ κατὰ τὴν ἔµφραξιν, αἰτία δὲ αὐτοῦ καὶ οὐκ ἔτι νόσηµά ἐστιν ἡ τοῦ τὸν ὄγκον ἔχοντος σώµατος διάθεσις. εἰ µὲν γὰρ ὁ χιτὼν τῆς ἐν τοῖς σιµοῖς τοῦ ἥπατος, εἰ τύχοι, φλεβὸς ὁτιοῦν τοιοῦτον παθὼν ἐστεγνώθη τὸν πόρον, ἐξ οὗ µεταλαµβάνει τὸ αἷµα τὰ ἐν τοῖς κυρτοῖς τοῦ ἥπατος ἀγγεῖα, δύο ἂν οὕτως εἴη νοσήµατα, τό τε τῆς φλεβὸς αὐτῆς, ἣ πέπονθε, καὶ ἡ κατὰ τὸν πόρον ἔµφραξις. ἐµποδίζει γοῦν ἡ µὲν τῆς φλεβὸς διάθεσις αἵµατος χρηστοῦ γένεσιν, ἡ δὲ ἔµφραξις ἀνάδοσιν· ἐνέργεια δ’ ἑκατέρου τούτων ἀναγκαία τῷ ζώῳ. δῆλον γὰρ, ὡς αἱ διαθέσεις αἱ βλάπτουσαι τὰς ἐνεργείας πρώτως αὗται λέγοιντ’ ἂν εἶναι νοσήµατα. τῆς µέντοι φλεβὸς αὐτῆς µηδὲν πεπονθυίας, εἰ διὰ γλίσχρους τινὰς ἢ παχεῖς χυµοὺς σφη-νωθέντας ἐν τοῖς πόροις ἡ ἀνάδοσις βλάπτοιτο, µόνον ἂν τοῦτ’ εἴη νόσηµα κατὰ τὸ σπλάγχνον ἡ ἔµφραξις. οὕτω δὲ καὶ κατὰ τὸ ἔντερον εἰ µὲν ἔµφραξις εἴη µόνον, ἓν ἔσται καὶ τὸ νόσηµα· φλεγµαίνοντος δὲ αὐτοῦ καὶ διὰ τοῦτο ἀποκλείοντος τὴν ἐντὸς εὐρυχωρίαν καὶ κωλύοντος ἰέναι κάτω τὰ περιττώµατα, δύο ἂν εἴη καὶ τὰ νοσήµατα. πολλάκις µὲν γὰρ ὑπὸ νοσήµατος γίγνεται νόσηµα, καθάπερ ἐπί τε τῶν προειρηµένων ἔχει, κᾀπειδὰν ἐπὶ φλεγµοναῖς, ἢ ἐρυσιπέλασιν, ἢ ἕρπησιν, ἢ ἄνθραξιν, ἤ τινι τοιούτῳ ἐπιγένηται πυρετός. ἐνίοτε δὲ τὸ µὲν ἀποτελούµενον ἐνεργείας ἐστὶ βλάβη, καὶ χρὴ καλεῖν αὐτὸ πάθηµά τε καὶ σύµπτωµα, τὸ δ’ αἴτιον αὐτοῦ δηλονότι νόσηµα, καθάπερ ἡ µὲν ἔµφραξις τοῦ µηκέτι ἀναδίδοσθαι τὴν τροφὴν, ἡ κατάψυξις δὲ τῆς δυσαισθησίας αἴτιον ὑπάρχει, νόσηµα οὖσα συµπτώµατος. ὅταν δ’ αὐτὴ µὲν ἡ διάθεσις ἐνέργειαν βλάπτῃ πρώτως, τὸ δ’ αἴτιον αὐτῆς µὴ βλάπτῃ πρώτως, τὴν µὲν διάθεσιν νόσηµα, τὸ δ’ ἐργαζόµενον αὐτὴν αἰτίαν ὀνοµάζειν χρὴ νοσήµατος, ὥσπερ ἐπί τε τῶν γλίσχρων ἔχει χυµῶν καὶ τῆς ἐµφράξεως· αὐτὴ µὲν γὰρ ἡ ἔµφραξις τὸ νόσηµά ἐστιν, οἱ χυµοὶ δὲ αἴτιοι τοῦ νοσήµατος. ἅπαντ’ οὖν ὅσα περὶ τὰς κοιλότητας γίνεται νοσήµατα, ποτὲ µὲν ἐµφραττοµένων ποτὲ δὲ ἀµέτρως εὐρυνοµένων, ὑπὸ τὸ τῆς διαπλάσεως τοῦ µέρους ἀναχθήσεται γένος· ἐµποδίζεται γάρ πως ἐν τούτοις ἅπασιν ἡ φυσικὴ διάπλασις. ἀλλὰ µὲν δὴ καὶ λειότης καὶ τραχύτης οὐδ’ αὗται µαταίως ὑπὸ τῆς φύσεως ἐγένοντο διαπλαττούσης τὰ µόρια. συστήσεται γοῦν κᾀνταῦθα νοσήµατα κατὰ πάντα τὰ µόρια, τοῦ µὲν φύσει λείου τραχυνθέντος, τοῦ δ’ αὖ τραχέος λείου γενοµένου. φανερώτατα δ’ αὐτῶν τοῖς ἰατροῖς ἐστι τά τ’ ἐν τοῖς ὀστοῖς γινόµενα τραχυνοµένοις τε καὶ λειαινοµένοις, αἵ τε τῆς φάρυγγος τραχύτητες ἐργαζόµεναι βῆχας. χρὴ δὲ κᾀνταῦθα γινώσκειν, ὡς ἐνίοτε τὸ σχῆµα τοῦ µορίου βλαβὲν ἐκάκωσεν ἅµα ἑαυτῷ τινα πόρον, οἷόν τι κᾀπὶ τῆς ῥινὸς φαίνεται γιγνόµενον, ἐπειδὰν ὑπὸ πληγῆς βιαίου ποτὲ σιµωθεῖσα στεγνωθῇ τὸν ἐντὸς πόρον εἰς τοσοῦτον, ὡς ἤτοι µηδ’ ὅλως ἢ µόγις ἀναπνεῖν δι’ αὐτοῦ. δῆλον οὖν, ὡς ἐν ταῖς τοιαύταις διαθέσεσιν ἡ µὲν στενοχωρία τοῦ πόρου τὸ νόσηµά ἐστι (πρώτως γὰρ αὕτη τὴν τῆς ἀναπνοῆς ἐνέργειαν ἐµποδίζει), προηγουµένη δ’ αὐτῆς αἰτία τῆς ῥινὸς ἡ σιµότης, βλάβη τοῦ κατὰ φύσιν ἐν αὐτῇ σχήµατος ὑπάρχουσα. κατὰ µὲν δὴ τὸ τῆς διαπλάσεως γένος τὸ ἐξιστάµενον τοῦ κατὰ φύσιν εἰς τοσοῦτον, ὡς ἐνέργειαν ἤδη βλάπτειν, αἱ προειρηµέναι διαφοραὶ τῶν νοσηµάτων γενήσονται.
8. Κατὰ δὲ τὸν ἀριθµὸν τῶν ἁπλῶν µορίων, ἐξ ὧν ἕκαστον τῶν ὀργάνων συνίσταται, διτταὶ µὲν αἱ πρῶται διαφοραὶ τῶν νοσηµάτων γενήσονται, ἢ ἐλλείποντός τινος µέρους, ἢ περιττεύοντος· ἐν ἑκατέρᾳ δ’ αὐτῶν ἕτεραι. τῶν µὲν γὰρ περιττευόντων τὰ µὲν ἐκ τοῦ γένους ἐστὶ τῶν κατὰ φύσιν, ὡς εἰ καί τῳ γένοιτο ἕκτος δάκτυλος, ἢ ἐν ὀφθαλµῷ πτερύγιον, ἢ ἐν ῥινὶ βλάστηµα σαρκὸς, ἢ κατ’ ἄλλον τινὰ πόρον ὁτιοῦν τοιοῦτον ἕτερον. ἔσται δὴ καὶ τούτων αὐτῶν τὰ µὲν νοσήµατα, καθάπερ τὸ πτερύγιον (ἐµποδίζει γὰρ, ὅταν ἱκανῶς αὐξηθῇ, τὴν ὄψιν, ἐπισκοτοῦν τῇ κόρῃ), τὰ δ’ αἴτια τῶν νοσηµάτων, ὡς τὰ βλαστήµατα τοὺς πόρους ἐµφράττοντα. πρώτως γὰρ νόσηµα ἡ ἔµφραξίς ἐστιν, ὅτι καὶ πρώτως βλάπτει τὴν ἐνέργειαν. ἔνια δ’ ὅλῳ τῷ γένει παρὰ φύσιν ἐστὶν, ὡς ἕλµινθές τε καὶ ἀσκαρίδες, καὶ ὁ ἐν τῇ κύστει λίθος, καὶ τὸ χαλάζιον ἐν ὀφθαλµῷ, καὶ τὸ ὑπόχυµα, καὶ τὸ πύον, ἀκροχορδόνες τε καὶ µελικηρίδες καὶ ἀθερώµατα καὶ στεατώµατα, καὶ ἄλφοι, καὶ λέπραι, καὶ λεῦκαι, καὶ πῶροι, καὶ τὰ ἐν τοῖς ἀποστήµασιν εὑρισκόµενα ἅπαντα. ὅτι δὲ καὶ τούτων ὅσα µὲν ἐνέργειαν ἐµποδίζει πρώτως, νοσήµατα ἐροῦµεν, ὥσπερ τὸ ὑπόχυµα, τὰ δὲ µὴ τοιαῦτα νοσηµάτων αἴτια, πρόδηλον παντί. τῶν δ’ ἐλλειπόντων µορίων τὰ µὲν ὅλα τελέως ἀπόλωλε, τὰ δὲ οἷον ἐξ ἡµίσεως ἀποκέκοπταί τε καὶ κεκολόβωται. κατὰ µὲν δὴ τὴν πρώτην γένεσιν ὡς πάµπολλα γίγνεται τοιαῦτα, πρόδηλον παντί. µετὰ δὲ τὴν ἀποκύησιν ἐξαιρεῖται µὲν ὅλα πολλάκις ὀστᾶ κατά τε τοὺς δακτύλους καὶ τὰ κῶλα καὶ τὴν κεφαλὴν καὶ τὰς πλευράς· ἀφαιρεῖται δὲ καὶ δάκτυλος ἐνίοτε καὶ ποὺς καὶ ἄκρα χεὶρ καὶ κνήµη καὶ πῆχυς· ἐξαιροῦνται δὲ καὶ φλέβες κιρσώδεις καὶ ἀδένες σκιῤῥωθέντες καὶ ὀδόντες τρηθέντες καὶ µὲν δὴ καὶ γαργαρεὼν ἀφαιρεῖται καὶ ἐπίπλοον καὶ πόσθη καὶ αὐτοῦ τι τοῦ αἰδοίου, καὶ πολλάκις γε καὶ σύµπαν αἰδοῖον, ὥσπερ γε καὶ οἱ ὄρχεις. ἐνδακὼν δέ τις ἔναγχος ἐπὶ σπασµῷ µεγάλῳ τοῦ παντὸς σώµατος ἀπέτραγε τῆς γλώττης τὸ πρόσθει, εἶτ’ ἐσώθη µὲν ἐκ τοῦ σπασµοῦ, διαλέγεσθαι δὲ ὁµοίως οὐκ ἠδύνατο. τούτου τοῦ γένους ἐστὶ καὶ τὰ κολοβώµατα καλούµενα χειλῶν καὶ ῥινῶν καὶ ὤτων, καὶ ὅσα ἑτέρων σαρκωδῶν µορίων ἢ ἀποσπασθέντα σφοδρῶς, ἢ διασαπέντα τελέως ἐξετµήθη. κατὰ πάσας γὰρ τὰς τοιαύτας περιστάσεις ὁ κατὰ φύσιν ἀριθµὸς οὐ συµπεπλήρωται τῶν µορίων, ἢ ἑνὸς ἢ δυοῖν ἢ καὶ
Обратите внимание, что комментарий должен быть не короче 20 символов. Покажите уважение к себе и другим пользователям!