τύχοιεν οὖσαι καπνώδεις ἀθροισθεῖσαι, πυρετὸν ἐγέννησαν. τὸ δὲ δὴ πέµπτον εἶδος τῆς ἀναπτοµένης ἀµέτρως θερµότητος ἐδεσµάτων εἰσὶ ποιότητες δριµεῖαι καὶ θερµαὶ, σκορόδων τε καὶ πράσων καὶ κροµµύων καὶ ὅσα ἄλλα τοιαῦτα. καὶ γὰρ οὖν καὶ ἡ τούτων χρῆσις ἀµετροτέρα γιγνοµένη πυρετὸν ἤγειρεν ἐνίοτε. καὶ µὲν δὴ καὶ ποµάτων θερµῶν, οἷον οἴνου τε παλαιοῦ καὶ δριµέος προσενεχθέντος πλείονος ἀσθενεῖ σώµατι καὶ φαρµάκων δριµέων ἀλεξητηρίων τε καὶ δηλητηρίων, ἐπύρεξαν ἄνθρωποι. τί οὖν δή, φασιν, οὐ διὰ παντὸς ἐφ’ ἑκάστῳ τῶν εἰρηµένων αἰτίων ἀνάπτεται πυρετός; ὅτι καὶ τὸ ποσὸν τῆς δρώσης αἰτίας ἄνισόν ἐστι, καὶ ἡ συστᾶσα διάθεσις ἀπ’ αὐτῆς ἐν τῷ σώµατι παµπόλλην ἐν τῷ µᾶλλόν τε καὶ ἧττον ἔχει τὴν διαφορὰν, αὐτό τε τὸ σύµπαν τοῦ ζώου σῶµα πάµπολυ διενήνοχεν ἕτερον ἑτέρου πρὸς τὸ ῥᾳδίως ἢ µόγις ἐξίστασθαι τοῦ κατὰ φύσιν. ὡς οὖν οὐκ ἀπορεῖς διὰ τί πᾶσα κίνησις οὐκ ἐργάζεται κόπον, ἀλλ’ ἐναργές ἐστί σοι τό γε τοσοῦτον, ὡς εἰ µὴ πλείων εἴη καὶ ἰσχυροτέρα τῆς τῶν ἄρθρων τε καὶ µυῶν φύσεως, οὐκ ἄν ποτε κοπώσειεν αὐτὰ, κατὰ τὸν αὐτὸν ἐχρῆν σε τρόπον ἐννοεῖν, ὡς οὐδ’ ἡ κοπώδης αὕτη διάθεσις, εἰ µὴ µέγεθός τε καὶ χρόνον ἀξιόλογον σχοίη, οὐκ ἂν τὸ πᾶν ἑαυτῇ σῶµα συγκακῶσαι δυνήσεται. ἢ κίνησις µὲν ὀλίγη κόπον οὐχ οἵα τέ ἐστιν ἐργάζεσθαι, µικρὸς δὲ κόπος ἀνάψει πάντως πυρετόν; ἢ κίνησις µὲν ἐν τῷ πρός τι τὸ δρᾷν ἕξει, κόπος δ’ οὐχ ἕξει; καὶ µὲν ὅτι γε τὰ µὲν τῶν ἀθλητῶν σώµατα πολυχρονίων τε ἅµα καὶ σφοδροτάτων ἀνέχεται κινήσεων ἄνευ τοῦ κοπωθῆναι, τὰ δ’ ἡµῶν τῶν ἰδιωτῶν, εἰ πλείω βραχὺ παρὰ τὰ καθεστῶτα πονήσαιµεν, εὐθὺς ἀγανακτεῖ, πάντες ἤδη τοῦτό γε καὶ οἱ σκαιότατοι γινώσκουσιν. οὔκουν θαυµαστὸν οὐδὲν, εἰ κοπωθείς τις οὐδ’ ὅλως ἐπύρεξεν. ἢ γὰρ µικρὸς ὁ κόπος, ἢ ὀλιγοχρόνιος, ἢ τῆς τοῦ σώµατος εἴη καὶ µὴ σφοδρὸν καὶ τῆς τοῦ γυµναζοµένου φύσεως ἀσθενέστερον, οὐκ ἄν ποτε κόπον ἐργάσεται, κόπος δ’ ἀνάψει πυρετὸν, κᾂν βραχὺς, κᾂν ὀλιγοχρόνιος ᾖ, κᾂν τῆς τοῦ πάσχοντος σώµατος ἰσχύος ἀσθενέστερος. ἀλλὰ τοῦτό γε κᾀπὶ τοῦ πάντων δραστικωτάτου πυρὸς ἰδεῖν ἔστιν, ὡς οὔτε τοὺς κατεψυγµένους ἐκθερµαίνει χωρὶς χρόνου καὶ ῥώµης· ἥκοντες γὰρ ἐκ κρύους ἐνίοτε διὰ µεγίστης φλογὸς τὰς χεῖρας διαφέροµεν ἀλύπως· οὔτε µὴν πᾶσαν ὕλην ἑτοίµως ἐξάπτει. κάλαµοι µὲν γὰρ οἱ ξηροὶ κατὰ τὴν πρώτην εὐθὺς ὁµιλίαν ἀνάπτονται, ξύλα δ’ ὑγρὰ καὶ χλωρὰ χρόνου τε δεῖται µακροῦ καὶ φλογὸς ἰσχυρᾶς, ἵν’ ἐξαφθῇ. πῶς οὖν ἐπὶ τοῦ πυρὸς οὐδὲν τούτων θαυµάζων ἐπὶ τοῦ κόπου θαυµάζεις, εἰ καὶ µεγέθους δεῖται καὶ χρόνου καὶ τοῦ σώµατος ἐπιτηδείως ἔχοντος ἐξάπτεσθαι; ἄµεινον δ’ ἦν σε µὴ τοῦτο θαυµάζειν, ἀλλ’ ἐπισκέψασθαι ποῖον ζώου σῶµα ῥᾳδίως ἐκθερµαίνεσθαι πέφυκε καὶ ποῖον δυσχερῶς. ἀλλὰ τοῦτο µὲν ἐφεξῆς ἀκούσῃ. ἐν δέ γε τῷ παρόντι µηδὲν εἶναί σοι φαινέσθω θαυµαστὸν, εἰ καὶ χρόνου δεῖται καὶ µεγέθους τὸ µέλλον ποιήσειν ὁπωσοῦν, καὶ προσέτι τοῦ πλησιάζοντος ἐπιτηδείου παθεῖν. οὐδὲ γὰρ τὸ πῦρ οἷόν τ’ ἐστὶ χωρὶς τούτων καίειν, οὐδὲ τὸ ξίφος τέµνειν, οὐδ’ ἄλλο τι τῶν δραστικωτάτων οὐδὲν οὔτ’ εἰς ἰσχυρότερον ἑαυτοῦ δρᾷν πέφυκεν οὔτ’ ἄνευ χρόνου τινὸς ἀξιολόγου. τῆς µὲν οὖν λυχνιαίας φλογὸς οὐκ ἂν ἀθρόως οὐδὲ τοὔλαιον καταχέαις, µή τοί γε δὴ τὸ ὕδωρ, καὶ τῷ ξίφει τέµνειν οὐκ ἂν οὐδὲ τοὺς λίθους ἐπιχειρίσειας, µὴ ὅτι γε ἀδάµαντα, κόπον δὲ καὶ θάλψιν καὶ ψύξιν καὶ τὰ ἄλλα τὰ τοιαῦτα πυρετὸν ἀξιώσεις ἀνάπτειν ἀεὶ, κ¿ν µικρὸν, κ¿ν ὀλιγοχρόνιον, κ¿ν ἀνεπιτήδειον ἔχῃ τὸ σύµπαν σῶµα πρὸς τὸ θερµαίνεσθαι, ἢ οὔ; τὸ µὲν γὰρ ἤδη θερµὸν ἑτοιµότερον ὑπερθερµανθῆναι, καθάπερ οὖν τὸ ψυχρὸν ὑπερψυχθῆναι, τὸ δ’ ἐναντίως ἔχον ἀνεπιτήδειον. οὕτω µὲν οὖν ἀναίσθητός τε καὶ ἀµαθὴς ἡ τῶν τοιαῦτα ζητούντων ἀπορία· τοὺς δὲ µηδὲν ἀποφαινοµένους ἑτοίµως τε καὶ προπετῶς ὑπὸ µηδενὸς τῶν εἰρηµένων µηδέποτε γίγνεσθαι πυρετὸν, ἢ τῆς ἀναισθησίας ἐλεεῖσθαι προσῆκεν, ἢ τῆς φιλονεικίας µισεῖσθαι. λέλυται γοῦν καὶ τὰ τούτων σοφίσµατα δι’ ἑτέρου γράµµατος ὑπὲρ τῶν προκαταρκτικῶν αἰτίων ἰδίᾳ γεγραµµένου. καὶ νῦν οὐκ ἀντιλέγειν τοῖς ἡµαρτηµένοις καιρὸς, ἀλλὰ τἀληθῆ διδάσκειν πρόκειται. πάλιν οὖν ἐπανελθόντες ἐχώµεθα τῶν προκειµένων. ἦν δὲ, οἶµαι, προκείµενον ἑκάστου τῶν ἁπλῶν νοσηµάτων εἰπεῖν τὰς προηγουµένας αἰτίας ἄχρι καὶ τῶν προκαταρκτικῶν. οὐδὲν γὰρ χεῖρον τοῖς οὕτω διαστειλαµένοις τὰς προσηγορίας τοῦ σαφοῦς ἕνεκα ἀκολουθῆσαι. τὰς µὲν δὴ κατ’ αὐτὸ τὸ ζῶον εἴτ’ οὖν διαθέσεις, εἴτε καὶ κινήσεις παρὰ φύσιν, αἰτίας ὀνοµάζουσι προηγουµένας νοσηµάτων, τὰ δ’ ἔξωθεν προσπίπτοντα καὶ ἀλλοιοῦντα καὶ µεταβάλλοντα µεγάλως τὸ σῶµα προκατάρχοντά τε καὶ προκαταρκτικὰ καλοῦσιν αἴτια.
3. Τοῦ µὲν δὴ θερµοῦ νοσήµατος ἐν τῷ καθόλου τὰς αἰτίας εἴποµεν, ἐπὶ δὲ τὸ ψυχρὸν ἤδη µεταβῶµεν. εἰσὶ δὲ καὶ αἱ τοῦδε πλείους τὸν ἀριθµὸν αἰτίαι, οἷον ὁµιλίαι τῶν ψυχόντων, καὶ τῶν ἐσθιοµένων καὶ πινοµένων τό τε ποσὸν καὶ τὸ ποιὸν, καὶ στέγνωσίς τε καὶ µάνωσις, κᾀπὶ τούτοις ἀργία τε καὶ κίνησις ἄµετρος. αὗται γὰρ οὖν δὴ καὶ αὐτὸ τὸ πῦρ σβεννύουσιν αἱ προφάσεις. ἄνθρακι µὲν γὰρ σµικρῷ χιόνα πολλὴν, ἢ κρύσταλλον ἐπιθεὶς, ἢ ὕδωρ ψυχρὸν ἐπιχέας, σβέσεις παραχρῆµα. κᾂν εἰ τὸ περιέχον εἴη ἄκρως ψυχρὸν, οἷον µάλιστα περὶ τὸν ῎Ιστρον χειµῶνος, οὐ µόνον λύχνον ὑπαίθριον ὄψει σβεννύµενον εὐθὺς, ἀλλὰ καὶ πᾶν ἄλλο ὀλίγον πῦρ. οὕτω µὲν ὑπὸ τῆς τῶν ἄγαν ψυχρῶν ὁµιλίας νικᾶται τὸ πῦρ· ὑπὸ δὲ τῆς τῶν τρέφειν αὐτὸ φύσιν ἐχόντων ὑπερβολῆς, ἢ ἐνδείας, ἢ µὴ προσηκούσης ποιότητος ὡδί πως βλάπτεται. ξύλα µὲν ἀθρόα καὶ πολλὰ σωρεύσας ἐπὶ σµικρᾶς φλογὸς ἀποπνίξεις αὐτὴν ὑπερβολῇ ποσότητος ἀµέτρου, µὴ παρέχων δὲ ὅλως ἢ παντάπασιν ὀλίγα, µαραινοµένην ὄψει δι’ ἔνδειαν, ἢ ὀλιγότητα τροφῆς. οὕτω δέ που καὶ τὴν λυχνιαίαν φλόγα θεώµεθα µειουµένην τε καὶ κινδυνεύουσαν σβεσθῆναι ταῖς ἀµετρίαις τῆς οἰκείας τροφῆς. εἴτε γὰρ µὴ παρέχῃς αὐτῇ τοὔλαιον δαψιλὲς, εἴτε ἀθρόως µὲν ἄφθονον αὐτῇ τὴν ὕλην, ἀλλ’ ἤτοι µηδ’ ὅλως καίεσθαι πεφυκυῖαν, ἢ σὺν πολλῷ καµάτῳ, καὶ ταύτην εὐθέως ἐλάττονα ποιήσεις τὴν φλόγα, καθάπερ εἰ καὶ τοὔλαιον ἀναµίξας ὕδατι καταχέεις τοῦ πυρός. καὶ µὲν δὴ καὶ στεγνώσας τὸ περιέχον τὴν φλόγα καὶ µανώσας ἀµέτρως, ὄψει καὶ οὕτως ἐλάττονά τε γιγνοµένην ἐν τάχει καὶ κινδυνεύουσαν σβεσθῆναι. στεγνοῦται µὲν οὖν εἰ σικύαν ἰατρικὴν, ἢ πνιγέαν περιθείης, ἤ τι τοιοῦτον ἕτερον· οὕτω δὲ καὶ τῶν καµίνων εἰ τὰς ὀπὰς ἐµφράξαις. εἰ δὲ ἐν ἡλίῳ πολλῷ καὶ θερινῷ καὶ προσηλίῳ χωρίῳ καταθείης, ἢ µείζονα παραθείης ἑτέραν φλόγα, θεάσῃ καὶ τότε τὴν ἐλάττω µαραινοµένην ἐκ τοῦ µανοῦσθαί τε καὶ δια-φορεῖσθαι σφοδρῶς ὑπὸ τῆς ἔξωθεν φλογὸς ἰσχυροτέρας ὑπαρχούσης. ὅτι δὲ καὶ ῥιπίζων αὐτὴν, ὅπερ ἐστὶ κινῶν,
Обратите внимание, что комментарий должен быть не короче 20 символов. Покажите уважение к себе и другим пользователям!