📚 Hub Books: Онлайн-чтение книгРазная литератураСочинения. Том 2 - Гален Клавдий

Сочинения. Том 2 - Гален Клавдий

Шрифт:

-
+

Интервал:

-
+
1 ... 161 162 163 164 165 166 167 168 169 ... 216
Перейти на страницу:
τῶν ζώων σώµατα, καὶ νῆξις ἐν ὕδατι νιτρώδει τε καὶ θειώδει καὶ στυπτηριώδει καὶ ἀσφαλτώδει καί τινος ἑτέρου τοιαύτης ποιότητος µετέχοντι. καὶ µέν γε καὶ ὅσα τῶν φαρµάκων ξηρὰ τὴν δύναµίν ἐστιν, εἴτ’ ἔσωθεν, εἴτ’ ἔξωθεν προσφέροιτο, ξηραίνει καὶ ταῦτα. εἴρηται δὲ ὑπὲρ αὐτῶν ἐπιπλέον ἐν τοῖς περὶ φαρµάκων.

5. Αὗται µὲν καὶ αἱ τῶν ξηρῶν νοσηµάτων αἰτίαι. τῶν δ’ ὑγρῶν αἱ ἐναντίαι σύµπασαι, ἐδεσµάτων µὲν ὑγροτέρων τὴν δύναµιν ἀφθονία, καὶ πλείω τὰ πώµατα, καὶ σύµπασα ἡ ἁβροτέρα δίαιτα, καὶ ἡ θυµηδία, καὶ λουτρὰ γλυκέων ὑδάτων πολλὰ, καὶ µᾶλλον µετὰ τροφήν. οὕτω δὲ καὶ ἀργὸς ὁ σύµπας βίος, καὶ ἄπονος, ὄµβροι τε πολλοὶ, καὶ ἡ πᾶσα κατάστασις ὑγρὰ, καὶ φάρµακα ταὐτὸ τοῦτο δρᾷν δυνάµενα.

6. Πρόδηλον δ’ ὅτι καὶ τὰ τῶν συνθέτων νοσηµάτων αἴτια σύνθετα πάντως ἐστίν. εἰ γὰρ ἅµα θερµὴ καὶ ξηρὰ συνέλθοι ποτὲ αἰτία, θερµὸν καὶ ξηρὸν ἀνάγκη γενέσθαι τὸ νόσηµα, καὶ εἰ θερµὴ καὶ ὑγρὰ, θερµὸν καὶ ὑγρόν· οὕτω δὲ κᾀπὶ τῶν λοιπῶν δυοῖν συζυγιῶν, ὑγρᾶς καὶ ψυχρᾶς καὶ ξηρᾶς καὶ ψυχρᾶς. ὅπερ δ’ ἀναγκαῖόν ἐστιν ἐν τῷ λόγῳ προσθεῖναί τε καὶ διορίσασθαι, τοῦτο ἤδη λεγέσθω, τὸ πολλάκις µὲν ὑπὸ πάντων τῶν αἰτίων ὁµοειδῶν ἀλλήλοις ὄντων ἀλλοιοῦσθαι τὸ σῶµα, πολλάκις δὲ ἐναντίων ταῖς δυνάµεσιν ὑπαρχόντων, ποτὲ µὲν τὰ πλείω κρατεῖν ἐξ αὐτῶν, ἢ τὰ πολυχρονιώτερα, ποτὲ δὲ τὰ ἰσχυρότερα, ποτὲ δὲ τὴν ἀπ’ ἀµφοτέρων βλάβην ὁµοίως ἀναδέχεσθαι τὸ σῶµα. καί τι δόξειεν ἂν εἶναι τοῦτό γε ἀδύνατον ἅµα θερµότερόν τε καὶ ψυχρότερον ἀποτελεῖσθαι τοῦ κατὰ φύσιν ἓν καὶ ταὐτὸν σῶµα, καὶ ὑγρότερον αὖ καὶ ξηρότερον, ἀλλὰ καὶ γίνεται τοῦτο. καὶ δεόντως ἀνώµαλος ὀνοµάζεται δυσκρασία, καὶ ἡµῖν ἰδίᾳ περὶ αὐτῆς ἐν ἑτέρῳ γράµµατι λέλεκται τὰ εἰκότα, καὶ οὐ χρὴ νῦν ἔτι µηκύνειν ὑπὲρ αὐτῶν, ἀλλ’ ἐπὶ τὰ λοιπὰ γένη τῶν νοσηµάτων ἰτέον ἤδη τὰς αἰτίας αὐτῶν σκεψοµένους. ἀναµνησθῆναι δὲ πάλιν κᾀνταῦθα προσήκει τῶν εἰρηµένων ἐν τῷ περὶ τῆς τῶν νοσηµάτων διαφορᾶς, ὡς ἐνίοτε µὲν αὐταῖς µόναις ταῖς τέτταρσι ποιότησιν ἐξίσταται τοῦ κατὰ φύσιν ἔχειν τὰ σώµατα, µηδεµιᾶς ἔξωθεν αὐτοῖς ἐπιῤῥυείσης ἑτέρας οὐσίας, ἐνίοτε δὲ ἐµπίπλαται ῥεύµατος ὑγροῦ µὲν πάντως τὴν ἰδέαν, οὐχ ὑγροῦ δὲ τὴν δύναµιν. εἴρηται µὲν οὖν καὶ τοῖς παλαιοῖς ἰατροῖς τε καὶ φιλοσόφοις ὑπὲρ τῆς τῶν τοιούτων ὑγρῶν δυνάµεως· ἀποδέδεικται δὲ καὶ ἡµῖν ἐν ἄλλοις τέ τισι καὶ ἐν τοῖς περὶ φαρµάκων ὑποµνήµασιν. ὅσον δ’ ἐξ αὐτῶν εἰς τὰ παρόντα χρήσιµον, εἰρήσεται καὶ νῦν, ὡς ἡ µὲν ξανθὴ χολὴ θερµὴ καὶ ξηρὰ τὴν δύναµίν ἐστιν, ἡ δὲ µέλαινα ξηρὰ καὶ ψυχρά· ὑγρὸν δὲ καὶ θερµὸν τὸ αἷµα· καὶ ψυχρὸν καὶ ὑγρὸν τὸ φλέγµα· καὶ ὡς ἐνίοτε µὲν εἰλικρινὴς ἐπιῤῥεῖ τούτων ἕκαστος τῶν χυµῶν, ἐνίοτε δ’ ἀλλήλοις ἐπιµίγνυνται· καὶ ὡς αἱ τῶν οἰδούντων τε καὶ σκιῤῥουµένων καὶ φλεγµαινόντων µορίων διαθέσεις ἐντεῦθεν ἐπὶ πλεῖστον ποικίλλονται. καὶ γὰρ οὖν καὶ ἄνθρακες καὶ καρκῖνοι καὶ ἕρπητες ἐρυσιπέλατά τε καὶ γάγγραιναι καὶ φύγεθλα καὶ φαγέδαιναι καὶ σατυριάσεις ἐκ τούτου τοῦ γένους εἰσί. καὶ µὴν καὶ ἄλφοι καὶ ἀθερώµατα καὶ ἀχῶρες καὶ µελικηρίδες καὶ γαγγλία καὶ στεατώµατα ῥευµάτων εἰσὶν ἔγγονα νοσήµατα. διαφέρει δ’ ἀλλήλων ταῦτα καὶ ἄλλα σύµπαντα τὰ προειρηµένα τῷ τὰ µὲν ἐκ φλέγµατος γίγνεσθαι µόνου, τὰ δὲ ἐξ αἵµατος, τὰ δὲ ἐκ τῆς ξανθῆς χολῆς, τὰ δὲ ἐκ τῆς µελαίνης, τὰ δὲ ἐξ ἄλλου τινὸς χυµοῦ οὐ τελέως παρὰ φύσιν. ἀλλὰ καὶ οὗτος ὅστις ἂν ᾖ, πάντως ἔκ τινος τῶν προειρηµένων ἐστὶ γενῶν· οὐ γὰρ ἐνδέχεται µὴ οὐχὶ θερµὸν εἶναι καὶ ξηρὸν αὐτὸν, ἢ θερµὸν καὶ ὑγρὸν, ἢ ψυχρὸν καὶ ξηρὸν, ἢ ψυχρὸν καὶ ὑγρὸν, ἀλλ’ ὅσον ἐπὶ πλεῖστον ἥκει πάχους καὶ ψύξεως, ἐκπίπτει µὲν τοῦ κατὰ φύσιν φλέγµατος τῆς ἰδέας, ἕτερος δὲ εἶναι δοκεῖ χυµὸς ὅλῳ τῷ γένει παρὰ φύσιν. οὐ µὴν οὕτως γε ἔχει τἀληθές. ὅστις ἂν γὰρ ὑγρὸς ᾖ καὶ ψυχρὸς τὴν δύναµιν, ἐν τῷ τοῦ φλέγµατος γένει περιέχεται. κατὰ δὲ τὰ αὐτὰ καὶ ὅστις ἂν ᾖ ξηρὸς καὶ θερµὸς, ὁµογενής ἐστι τῇ ξανθῇ χολῇ. λέλεκται δὲ καὶ περὶ τούτων ἐπὶ πλέον ἑτέρωθι. καὶ νῦν οὐ χρὴ µηκύνειν ὑπὲρ αὐτῶν, εἰρήσεται γὰρ οὖν καὶ αὖθις ἐπὶ πλέον ὑπὲρ ἁπάντων τούτων ἐν τοῖς τῆς θεραπευτικῆς µεθόδου γράµµασιν· ὃ δ’ ἐστὶν οἰκεῖον τῆς ἐνεστώσης διεξόδου, πάλιν ἐπανίωµεν. ἅπαντα γὰρ τὰ τοιαῦτα νοσήµατα τῆς φύσεως ἀποτιθεµένης ἑκάστοτε τὸ περιττὸν εἰς ἀκυρώτερα µόρια γίγνεται. τοῦτο µὲν δὴ καὶ ἄλλοις ἔµπροσθεν εἴρηται πολλοῖς·ὅστις δὲ ὁ τρόπος ἐστὶ τῆς ἀποθέσεως, οὐκ ἔτ’ εἴρηται· λογισµὸν γάρ τινα καὶ νοῦν τῇ φύσει δώσοµεν, ἐὰν ἁπλῶς αὐτὴν ἀποτίθεσθαι φῶµεν ἐκ κυρίων µορίων εἰς ἄκυρα πᾶν ὁτιοῦν ὑπάρχον µὴ χρηστόν. ἀλλ’ ὅτι µὲν ἐν τοῖς νοσήµασιν αἱ ἀγαθαὶ κρίσεις ὑπό τινος τοιαύτης γίγνονται δυνάµεως ἐναργῶς φαίνεται· τίς δὲ ὁ τρόπος ἐστὶν αὐταῖς τῆς γενέσεως οὐκ ἀκριβῶς οἱ πρὸ ἡµῶν ἐξηγήσαντο, διότι µηδὲ τὰς φυσικὰς δυνάµεις, ὑπὲρ ὧν ἡµεῖς ἐν ἑτέροις ὑποµνήµασι διήλθοµεν, ἀκριβῶς ἠδυνήθησαν ἀποδεῖξαι πόσαι τέ εἰσι καὶ τίνες ὁποῖόν τέ τί ἐστι τὸ ἑκάστου αὐτῶν ἔργον. ἀλλὰ νῦν γε χαλεπὸν οὐδέν ἐστι περὶ τούτων ἁπάντων διελθεῖν, ὑποθέσεσιν εἰς αὐτὰ χρησάµενον τοῖς δι’ ἐκείνων ἀποδεδειγµένοις. οὐσῶν δὲ τεττάρων δυνάµεων, ὧν ἅπαν µετέχει µόριον καὶ ζώου καὶ φυτοῦ, καὶ τῆς µὲν ἑλκούσης τὸ οἰκεῖον, τῆς δὲ ἀλλοιούσης, τῆς δὲ ἀποκρινούσης τὸ περιττὸν, ὄντος δὲ τοῦ περιττοῦ διττοῦ κατὰ γένος· ἢ γὰρ τῷ ποσῷ περιττόν ἐστιν ἢ τῷ ποιῷ· καὶ τοίνυν καὶ τῶν τοῦ σώµατος µορίων οὐκ ἴσην ἁπάντων ἐχόντων τὴν ῥώµην, ἀλλὰ τῶν κυριωτέρων εὐθὺς ἐξ ἀρχῆς ὑπὸ τῆς φύσεως ῥωµαλεωτέρων ἀποτελεσθέντων, εὔλογον ἐν τοῖς ἀκαθάρτοις τε καὶ περιττωµατικοῖς σώµασιν ἐπιῤῥεῖν τι τοῖς ἀκυρωτέροις µορίοις. ἅτε γὰρ ἐξ ἁπάντων τῶν ἰσχυροτέρων µορίων ἐλαυνόµενον τὸ περίττωµα, καὶ µηδαµόθι στῆναι δυνάµενον, εἰς τὸ πάντων ἀσθενέστατον ἀφικνεῖται µόριον. ἄλλο δὲ δι’ ἄλλο τοιοῦτόν ἐστιν, ἢ εὐθὺς ἐν τῇ πρώτῃ συµπήξει τοῦ ζώου πληµµεληθὲν, ἢ ἐξ ὑστέρου βλαβὲν, ἢ καὶ φύσει δεόµενον εἶναι τοιοῦτον, ὥσπερ καὶ τὸ δέρµα. τοῦτο γὰρ ἅτε µηδεµιᾶς ἐνεργείας ἕνεκεν, ἀλλὰ χρείας µόνης γεγενηµένον, ἀσθενέστερον εἶναι προσήκει τῶν ἐνεργούντων. ἔστι γὰρ οἷον σκέπασµά τι καὶ περίβληµα τοῦ ζώου σύµφυτον, οὔτ’ οὖν πέψιν, οὔτε ἀνάδοσιν τροφῆς, οὔτ’ ἐξαιµάτωσιν, οὔτε σφυγµὸν, οὔτε ἀναπνοὴν, οὔτε κίνησιν καθ’ ὁρµὴν, οὔθ’ ὅλως ἐνέργειάν τινα τῷ ζώῳ παρεχόµενον. ἅµα δὲ καὶ πάντων ἔξωθεν κείµενον εὐλόγως ἐκδέχεται τὰ τοῦ σώµατος ὅλου περιττώµατα. πολλὰ µὲν γὰρ εὐθὺς ἐξ ἀρχῆς ἡ φύσις ἐτεχνήσατο τῶν περιττωµάτων καθάρσεως ἕνεκεν ὄργανα, καὶ πρός γε τὴν ὑγείαν ἀρκεῖ µόνα

1 ... 161 162 163 164 165 166 167 168 169 ... 216
Перейти на страницу:

Комментарии

Обратите внимание, что комментарий должен быть не короче 20 символов. Покажите уважение к себе и другим пользователям!

Никто еще не прокомментировал. Хотите быть первым, кто выскажется?