📚 Hub Books: Онлайн-чтение книгРазная литератураСочинения. Том 2 - Гален Клавдий

Сочинения. Том 2 - Гален Клавдий

Шрифт:

-
+

Интервал:

-
+
1 ... 163 164 165 166 167 168 169 170 171 ... 216
Перейти на страницу:
τὰ µέν γε στόµατα τῶν πόρων οὐ στεγνοῦται µόνον, ἀλλὰ καὶ παντελῶς τυφλοῦται πολλάκις ἐν ταῖς τοιαύταις διαθέσεσιν. ἀτὰρ οὖν καὶ ἡ τῆς καθεκτικῆς ὀνοµαζοµένης δυνάµεως ἄµετρος κίνησις ἐσχάτως συνάγουσα καὶ σφίγγονσα τὰ στόµατα τῶν πόρων, αἰτία καὶ αὕτη ποτὲ γίγνεται στεγνώσεως, ὥσπερ γε καὶ τῆς µανώσεως ἐνίοτε µὲν ἡ τῆς ἀποκριτικῆς δυνάµεως ἄµετρος κίνησις αἰτία γίγνεται, πολλάκις δὲ καὶ ἡ τῆς καθεκτικῆς ἀῤῥωστία, καί τι φάρµακον, ἢ ὕδωρ ἀναστοµωτικὸν, ἢ πλάδος τις ἄµετρος αὐτοῖς τοῖς ὀργάνοις ἐγγενόµενος, ἢ ἡ τοῦ περιέχοντος ἡµᾶς κρᾶσις εἰς ὑγρότητά τε καὶ ἄµετρον θερµότητα µεθισταµένη. αὗται µὲν δὴ καὶ αἱ τῶν κατά τε τὰς κοιλίας καὶ τοὺς πόρους διαθέσεων αἰτίαι. καὶ δῆλον, ὡς ἐκ τῶν εἰρηµένων ἤδη πρόδηλον, ὁποίας τινὰς εἶναι βούλονται τὰς αἰτίας τῶν ἐν τοῖς ὁµοιοµερέσι σώµασι νοσηµάτων, ὅσοι συγκεῖσθαι νοµίζουσιν ἐξ ὄγκων καὶ πόρων αὐτά. ἐµοὶ δὲ περιττὸν ἐδόκει µνηµονεύειν καὶ τούτων ἰδίᾳ, ψευδοῦς ὅλης τῆς ὑποθέσεως αὐτῶν οὔσης. ἀλλ’ ἐπὶ τὸ προκείµενον ἐπανέλθωµεν, εἴπωµέν τε τῶν ὑπολοίπων νοσηµάτων τὰς αἰτίας, ἀπὸ τοῦ κατὰ τὴν διάπλασιν αὖθις ὑπαρξάµενοι γένους. ὑπελείπετο δὲ ἐν αὐτῷ διττὴ νοσηµάτων γένεσις, ἤτοι τραχυνοµένων παρὰ φύσιν, ἢ λειαινοµένων τῶν ὀργάνων. τραχύνεται δὴ τὰ πρότερον λεῖα, καὶ λεῖα γίγνεται τὰ πρότερον τραχέα, τὰ µὲν ὑπὸ δριµύτητος χυµῶν ἢ φαρµάκων ῥυπτόµενα, τὰ δ’ ὑπὸ λιπαρᾶς ὑγρότητος ἢ γλίσχρου χυµοῦ τεγγόµενα. καὶ µάλιστα ἐν ὀστοῖς ἐναργῶς φαίνεται ταῦτα γινόµενα, ποτὲ µὲν ὑπ’ αὐτῶν τῶν ἰατρῶν οὐ δεόντως ἰωµένων, ἔστιν ὅτε δὲ κᾀξ αὐτῆς τῶν ἐν τοῖς ζώοις ὑγρῶν ὁρµᾶται τῆς φύσεως. ὀφθαλµοῖς δὲ καὶ φάρυγγι τραχύτητες οὐκ ἐκ τούτων µόνον, ἀλλὰ καὶ ἐξ ἀτµῶν δριµέων, ἢ κονιορτοῦ καὶ καπνοῦ προσγίνονται, καθάπερ, οἶµαι, καὶ στοµάχῳ καὶ γαστρὶ καὶ ἐντέροις ἔκ τε τῶν ἐν αὐτῷ τῷ σώµατι γεννωµένων περιττωµάτων κᾀκ τῆς τῶν ἐσθιοµένων τε καὶ πινοµένων ποιότητος, ἐν οἷς ἐστι καὶ τὰ δηλητήρια. πρόδηλον δ’ ὡς ἕκαστον τῶν τραχυνόντων αἰτίων σφοδρότερον γενόµενον ἕλκωσιν µέν τινα ἢ διάβρωσιν ἐν τοῖς σαρκώδεσι µορίοις, ἐν τοῖς ὀστοῖς δὲ τερηδόνας ἀπεργάζεται. αὗται µὲν οὖν αἱ τοῦ πρώτου γένους τῶν νοσηµάτων τοῦ παρὰ τὴν διάπλασιν αἰτίαι.

8. Τοῦ δευτέρου δ’ αὖ τοῦ παρὰ τὸν ἀριθµὸν, εἰ µὲν ἀπόλοιτό τι τῶν κατὰ φύσιν, ἤτοι τοµή τις, ἢ καῦσις, ἢ σῆψις, ἢ ψύξις ἰσχυρὰ προηγεῖται. τὰ µὲν οὖν τῆς ψύξεως αἴτια προείρηται. σήπεται δὲ τὰ µὲν ὑπὸ τῶν σήπειν πεφυκότων φαρµάκων, ἢ τῶν ἐν αὐτοῖς τοῖς ζώοις γεννωµένων περιττωµάτων, τὰ δ’ ὑπὸ τοῦ µὴ διαπνεῖσθαι·προείρηται δὲ καὶ τὰ τοῦ µὴ διαπνεῖσθαι προηγούµενα. εἰ δὲ τῶν οὐκ ὄντων τι κατὰ φύσιν ἐπιγίγνοιτο, νόσος µὲν καὶ τοῦτ’ ἐστὶ παρὰ τὸν ἀριθµὸν τῶν µορίων. ἀλλ’ εἰ µὲν τῆς κατὰ φύσιν ἰδέας ἔχοιτο τὸ ἐπιγιγνόµενον, ὕλης χρηστῆς πλῆθος αἴτιον· εἰ δὲ τῆς παρὰ φύσιν, εἴη ἂν καὶ ἡ τῆς ὕλης ποιότης παρὰ φύσιν. ἔῤῥωται δ’ ἐν ἀµφοῖν ἡ δύναµις, ἢ οὐκ ἂν οὔτε διέπλαττε τὸ χρηστὸν οὔτ’ ἀπέτριβε τὸ µοχθηρόν. διαπλάττει µὲν οὖν ἐν ταῖς κυήσεσιν, ἐπειδὰν ἑξαδάκτυλον ἤ τι τοιοῦτον ἕτερον ἀπεργάσηται· κᾀν τοῖς ἤδη τελείοις, ἐπειδὰν ἐπιτρέφῃ σάρκας ἰσχυρὰς τοῖς ἡλκωµένοις µορίοις, ὡς πτερύγιον τοῖς ὀφθαλµοῖς. ἀποτίθεται δὲ τὸ περιττὸν ἐν γαγγλίοις τε καὶ µελικηρίσι καὶ στεατώµασι καὶ ἀθερώµασι καὶ τοῖς τοιούτοις ἅπασι.

9. Καὶ µὲν δὴ καὶ τὸ µέγεθος τῶν µορίων αὐξάνεται µὲν ὑπό τε πλήθους ὕλης χρηστῆς καὶ δυνάµεως ἐῤῥωµένης, µειοῦται δὲ ὑπὸ τῶν ἐναντίων, κᾀπειδὰν ἤτοι τοµή τις, ἢ καῦσις, ἢ σῆψις, ἢ νέκρωσις ἐκ καταψύξεως ἀµέτρου διαφθείρῃ τινὸς ὀργάνου µόριον, ὡς εἶναι τὸ λειπόµενον αὐτοῦ κολοβόν.

10. Τὰ δ’ ἐν τῷ τῆς θέσεως γένει νοσήµατα τινὰ µὲν ἐξαιφνιδίους τε καὶ σφοδρὰς ἔχει προηγουµένας κινήσεις, τινὰ δὲ δι’ ἀµετρίαν τῆς ἐν τοῖς ἄρθροις ὑγρότητος γίγνεται, τεγγούσης µὲν τοὺς συνδέσµους καὶ χαλώσης, ὀλισθηρὰν δὲ τῇ γλισχρότητι τὴν ὅλην διάρθρωσιν ἐργαζοµένης. ἐνίοις δὲ τῶν ἀµφὶ τὰς κοτύλας ὀφρύων περιθραυσθεισῶν ἑτοίµη ταῖς κεφαλαῖς τῶν κώλων ἡ παράλλαξις γίγνεται. τισὶ δ’ εὐθὺς ἐξ ἀρχῆς ὕπτιαί τε καὶ προπετεῖς εἰσι καὶ παντάπασιν ἐπιπολῆς αἱ κοτύλαι. ταυτὶ µὲν οὖν ἅπαντα τῶν ἐξαρθρηµάτων αἴτια. κατὰ δὲ τὰς ἐντεροκήλας τε καὶ τὰς ἐπιπλοκήλας ὀνοµαζοµένας ἀνευρύνεσθαι µὲν τοὐπίπαν, ἔστιν ὅτε δὲ καὶ ῥήγνυσθαι συµβαίνει τὸν ἀπὸ τοῦ περιτοναίου καθήκοντα πόρον ἐπὶ τοὺς ὄρχεις, εἶθ’ οὕτως εἰς αὐτὸν τὸν πόρον, ἢ εἰς τὸν ἐρυθροειδῆ χιτῶνα κατολισθαίνειν ἤτοι τὸ ἐπίπλουν, ἢ καί τι τῶν ἐντέρων. ἐξίσταται δὲ τῆς οἰκείας θέσεως ἔντερα, κᾀπειδὰν τοῦ περιτοναίου διαιρεθέντος προπέσῃ. καὶ πνεύµονος δὲ λοβὸς ἐπὶ ταῖς τοῦ θώρακος τρώσεσιν ἐκπίπτει πολλάκις. καὶ ὁ ῥαγοειδὴς χιτὼν ἐπὶ πλεῖστον χαλᾶται, διαβρωθέντος τοῦ κερατοειδοῦς. εἰ δὲ καὶ τῶν σπλάγχνων ὑποπτύσσεταί τις ἐνίοτε λοβὸς ἐπὶ σφοδραῖς καταπτώσεσιν, ἢ θλίψεσιν, εἴη ἂν καὶ τοῦτο τὸ νόσηµα τῆς τε θέσεως ἅµα καὶ τοῦ σχήµατος ὑπάλλαξις ἐπὶ ταῖς εἰρηµέναις γιγνόµενον. ἡ δὲ πρὸς τὰ παρακείµενα µόρια κοινωνία διαφθείρεται, συµφύντων τινῶν ἀλλήλοις οὐ δεόντως, ἤ τινος ἀρτήµατος, ἢ δεσµοῦ χαλασθέντος, ἢ συνταθέντος, ἢ ἀποῤῥαγέντος. ἐκ τίνων δ’ ἕκαστον τούτων γίγνεται προφάσεων, εὔδηλον.

11. ῾Ενὸς δ’ ἔτι γένους νοσήµατος κοινοῦ πάντων τῶν µορίων, εἴτ’ οὖν ὁµοιοµερῆ τε καὶ ἁπλᾶ τελέως, εἴτε καὶ σύνθετα εἴη, τὰς αἰτίας τῆς γενέσεως εἰπεῖν χρή. καλεῖν µὲν οὖν εἴωθα τὸ γένος τοῦτο σύµπαν ἑνώσεως λύσιν, ἢ διαφθορὰν ἑνώσεως, ἢ συνεχείας λύσιν, ἢ ὅπως ἂν ἄλλως ἐλπίσω τὸν λόγον σαφῆ ἔσεσθαι τοῖς ἀκούουσιν. οὐδὲν γὰρ ὄνοµα κατ’ αὐτοῦ κείµενον ὑπὸ τῶν ἔµπροσθεν παρελάβοµεν, ὥσπερ ἐπί τινων εἰδῶν αὐτοῦ κάταγµα µὲν καὶ τερηδόνα τῆς ἐν ὀστῷ συνεχείας διαιρουµένης, ἕλκος δὲ καὶ τραῦµα τῆς ἐν σαρκί. κατὰ µέν γε τὰ τῆς κεφαλῆς ὀστᾶ καὶ πλείω τὰ ὀνόµατα. τὸ µὲν γὰρ, οἷόν περ ἐν τοῖς ἄλλοις ὀστοῖς κάταγµα, ῥωγµή τε καὶ ῥῆξις προσαγορεύεται, τὸ δ’ ὑπό τινος ὀξέος ἐµπεσόντος αὐτοῖς καὶ διακόψαντος ἐγκοπή τε καὶ διακοπὴ καὶ ἕδρα. τὸ δὲ τῆς τερηδόνος ὄνοµα πλεονάζειν δοκεῖ τῷ ε στοιχείῳ· παρὰ γὰρ τὸ τρῆµα συγκεῖσθαι πεπίστευται, καθάπερ τερηδών τις οὖσα. καὶ γίνεται µὲν ὑπὸ δριµέων χυµῶν διαβιβρωσκόντων, ὑποπίπτει δὲ κατ’ ἀρχὰς µὲν ἑτέρῳ γένει νοσήµατος. ὀστοῦ γοῦν τραχύτης µᾶλλον ἢ τερηδὼν ὀνοµάζεται. µείζονος δὲ τοῦ τρήµατος γενοµένου καὶ οἷον ὀπῆς τινος ἤδη φαινοµένης, τερηδὼν ὀνοµάζεται. καὶ µὴν καὶ τὸ θλάσµα τούτου τοῦ γένους ἐστὶν, ἐν µὲν τοῖς σαρκώδεσιν ὡς τὰ πολλὰ µέρεσι γιγνόµενον, ἔστιν ὅτε δὲ κᾀν τοῖς τῆς κεφαλῆς ὀστοῖς, ἐπὶ παίδων µάλιστα. δεῖ µὲν γὰρ εἴκειν εἰς ἑαυτὸ πάντως τὸ θλασθησόµενον, δεῖ δὲ αὐτὸ τοῦτο µαλακὸν εἶναι καὶ µὴ τελέως σκληρόν. ὥστε

1 ... 163 164 165 166 167 168 169 170 171 ... 216
Перейти на страницу:

Комментарии

Обратите внимание, что комментарий должен быть не короче 20 символов. Покажите уважение к себе и другим пользователям!

Никто еще не прокомментировал. Хотите быть первым, кто выскажется?