📚 Hub Books: Онлайн-чтение книгРазная литератураСочинения. Том 2 - Гален Клавдий

Сочинения. Том 2 - Гален Клавдий

Шрифт:

-
+

Интервал:

-
+
1 ... 160 161 162 163 164 165 166 167 168 ... 216
Перейти на страницу:
αὐξήσεις µὲν, εἰ µεµετρηµένως αὐτὸ ποιήσεις, ἀµέτρως δὲ ῥιπίσας διαλύσεις τε καὶ σκεδάσεις, οὐδὲ τοῦτο ἄδηλον. οὕτω γοῦν καὶ οἱ ἄνεµοι κατὰ τὸ µέγεθος ἀεὶ τῆς φλογὸς ἐθέλουσιν ὑπάρχειν, εἴ τι µέλλοιεν ὀνήσειν αὐτήν· οἱ δὲ µείζους ἢ κατ’ ἐκείνην σκεδαννύουσιν, οὐ ῥιπίζουσιν. κᾀν τῷδε δῆλον ὡς δεῖται µὲν τῆς ἐπικτήτου κινήσεως ἡ φλὸξ πρὸς αὔξησιν, οὐ µὴν ἀµέτρου γε ταύτης. ἀῤῥωστεῖ µὲν γὰρ οὐδ’ ὅλως ῥιπιζοµένη, σκεδάννυται δὲ καὶ διαφορεῖται πρὸς τῆς ἔξωθεν κινήσεως ἐπιπιπτούσης. κατὰ µὲν δὴ τὸ πρῶτον εἶδος τῆς αἰτίας ὑπὸ παντὸς τοῦ προσπίπτοντος ἔξωθεν ψυχροῦ, τοῦ µὲν κατὰ τὴν θίξιν µόνον, τοῦ δὲ κατὰ τὴν δύναµιν ἔσται τι νόσηµα ψυχρόν. οὕτως ἐν ὕδατι ψυχρῷ νηξάµενός τις ἐβλάβη, καὶ κακῶς λουσάµενος, καὶ διὰ κρύους ὁδοιπορήσας. ἐνίους δὲ καὶ ἀποθανόντας οἶδα πρὶν οἴκαδε παραγενέσθαι. κατὰ δὲ τὸ δεύτερον ἢ ἀπόπληκτος, ἢ ἐπίληπτος, ἢ κίνησιν ἢ αἴσθησιν βεβλαµµένος, ἤ πως ἄλλως κατεψυγµένος ἐξ οἰνοφλυγίας τις ἐγένετο. καί τοί γε αὔξει τὴν ἔµφυτον θερµασίαν ὁ σύµµετρος οἶνος, ὡς ἂν οἰκειοτάτη τροφή. καὶ µὲν δὴ καὶ ἡ τῶν χρηστοτάτων τε καὶ τροφιµωτάτων τῷ ζώῳ σιτίων ἄµετρος προσφορὰ νοσηµάτων ψυχρῶν αἰτία γίγνεται. ὅσα δὲ ψυχρότερα φύσει τῶν ἐσθιοµένων ἢ πινοµένων, καὶ ταῦτα ψυχρῶν νοσηµάτων αἴτια. τῶν τοιούτων δέ ἐστι καὶ µήκων καὶ µανδραγόρα καὶ ὑοσκύαµος καὶ κώνειον, ἃ δὴ καὶ κτείνει τῷ σφοδρῷ τῆς ψύξεως. ἡ δέ γε στέγνωσις ἡ ἐσχάτη, τρίτον γὰρ δὴ τοῦτο νοσηµάτων ψυχρῶν αἴτιον ἐτιθέµεθα, κάρους τε καὶ κώµατα καὶ ἀποπληξίας ἐργάζεται· καὶ τοῦτο ἔστι τὸ πρὸς ῾Ιπποκράτους λεγόµενον, ὡς τῷ ἐξαίφνης ἄφωνον γενέσθαι, φλεβῶν ἀπολήψιες τὸ σῶµα λυπέουσιν. ὀνοµάζει µὲν γὰρ ὁµοίως τοῖς ἄλλοις παλαιοῖς τὰ δύο γένη τῶν ἐναίµων ἀγγείων φλέβας, οὐχ ὥσπερ οἱ νεώτεροι τὸ ἕτερον µόνον τὸ µὴ σφύζον. ἐπειδὰν δὲ ἀποληφθῶσιν αἱ κατὰ τὸ ζῶον ἀρτηρίαι, τοῦτ’ ἔστιν οὕτω πληρωθῶσιν αἵµα-τος, ὡς µηδεµίαν ἔτι κενὴν ἀπολείπεσθαι χώραν ἐν αὐταῖς, εἰς ἣν ἐν τῷ διαστέλλεσθαι τὸν ἔξωθεν ἀέρα ἐπισπᾷν δυνήσονται, καταπνίγεται µὲν ἐν τῷδε καὶ ἔµφυτον θερµὸν, ἀκίνητοι δὲ καὶ ἀναίσθητοι διὰ ταχέων οἱ οὕτω παθόντες ὅλῳ τῷ σώµατι γίγνονται. δέδεικται γὰρ οὖν καὶ τοῦθ’ ἡµῖν ἐν µὲν τῷ περὶ χρείας σφυγµῶν, ὡς ὑπὲρ τοῦ φυλάττεσθαι σύµµετρον ἐν ἅπασι τοῖς µέρεσι τοῦ ζώου τὸ κατὰ φύσιν θερµὸν αἱ ἀρτηρίαι σφύζουσιν· ἐν δὲ τῷ περὶ χρείας ἀναπνοῆς, ὅτι καὶ ἥδε τὴν ἐν τῇ καρδίᾳ θερµότητα φυλάττει σύµµετρον. ὥσπερ οὖν εἰ τὰς ἐκτὸς ταύτας φλόγας ἀποστερήσαις τῆς πρὸς τὸ περιέχον κοινωνίας, ἢ πνιγέαν περιθεὶς αὐταῖς, ἢ σικύαν, ἤ τι τοιοῦτο ἄλλο, διαφθερεῖς παραχρῆµα, κατὰ τὸν αὐτὸν τρόπον, εἰ καὶ τὴν ἐν τοῖς ζώοις θερµότητα καθείρξαις τε καὶ κατακλείσαις, ὡς µηδαµῆ κοινωνεῖν τῷ πέριξ ἀέρι, διαφθερεῖς ἐν τάχει. ἡ µὲν οὖν ἐν τῇ καρδίᾳ θερµασία διὰ τοῦ τῆς φάρυγγος πόρου κοινωνεῖ τῷ περιέχοντι, καὶ εἰ τοῦτον στεγνώσαις, καταπνίξεις τε αὐτὴν αὐτίκα καὶ διαφθερεῖς τὸ ζῶον. ἡ δ’ ἐν ταῖς καθ’ ὅλον τὸν ὄγκον τοῦ σώµατος ἀρτηρίαις θερµασία διά τε τῆς καρδίας αὐτῆς, καθ’ ὃ κοινωνεῖ τῇ φάρυγγι, καὶ διὰ παντὸς τοῦ δέρµατος ἐς τὸ περιέχον ἀναπνεῖ, ῥιπιζοµένη µὲν ἐν ταῖς διαστολαῖς, ἀποχέουσα δὲ τὸ αἰθαλῶδες ἐν ταῖς συστολαῖς, ὑφ’ ὧν ἀµφοτέρων ἡ κατὰ φύσιν αὐτῆς συµµετρία διασώζεται. καὶ δὴ καὶ στεγνωθεισῶν τῶν ἀρτηριῶν ἤτοι, καθάπερ ὀλίγον ἔµπροσθεν ἔφαµεν, ὑπὸ πλήθους αἵµατος, ἢ τινῶν ἐµφραγµάτων ἐν τοῖς στόµασιν αὐτῶν γενοµένων, ὡς µηδαµῆ διαπνεῖσθαι, σβεσθῆναι µὲν ἀνάγκη τὸ θερµὸν, νεκρωθῆναι δὲ τὸ διατεθὲν οὕτω σῶµα. µετρίας µέντοι τῆς στεγνώσεως γενοµένης, οὐκ ἔτι ἐξ ἀνάγκης συστήσεται πάθηµα τοιοῦτον περὶ τὴν ἔµφυτον θερµασίαν. ἀλλ’ εἰ µὲν οἷον αἰθαλῶδές τι καὶ καπνῶδες εἴη, τηνικαῦτα τὸ κατὰ τὸ τοῦ ζώου σῶµα περίττωµα γενόµενον ἕτερον ἔσται πάθηµα τῆς ἐµφύτου θερµασίας· εἰ δ’ ἀτµίζον ἦ µόνον ἡδὺ καὶ χρηστὸν, ἕτερον. ἑκάτερον δ’ αὐτῶν διττὸν, ὡδί πως διαφέρον. ὅταν γὰρ αἷµα χρηστὸν ἀκριβῶς ᾖ κατὰ τὸ σῶµα, µηδενὶ περιττώµατι µοχθηρῷ τεθολωµένον, ἀτµὸς ἐξ αὐτοῦ θερµαινοµένου χρηστὸς ἐγείρεται, µηδὲν ἐπιφερόµενος ἅµ’ ἑαυτῷ πυρῶδες ἢ δριµύ. τὸ µὲν δὴ τοιοῦτον σῶµα µετρίως στεγνωθὲν ἢ πληθωρικὸν ἐν τάχει γένοιτ’ ἂν, ἢ θερµότερον τοῦ κατὰ φύσιν· ἀταλαιπώρως µὲν διαιτωµένοις πληθωρικὸν, ἔνδον µενόντων ὧν ἐχρῆν πονουµένων ἐκκενοῦσθαι· διαπονοῦσι δὲ θερµότερον, ὡς ἂν ἐκ µὲν τῆς κινήσεως αὐξανοµένης τῆς ἐµφύτου θερµασίας, µὴ διαπνεοµένης δὲ τῷ πεπυκνῶσθαι τὸ σῶµα. κατὰ δὲ τὸ καπνῶδες ὑποτρέφον περίττωµα σῶµα στεγνωθὲν ἤτοι πυρετὸς ἐξαφθήσεται, κατακλεισθείσης ἔνδον τῆς λιγνυώδους ἀναθυµιάσεως, ἢ καταπνιγήσεται καὶ σβεσθήσεται τὸ ἔµφυτον θερµόν. ἑκάτερον δ’ αὐτῶν ἀκολουθήσει τῷ τε πλήθει τοῦ περιττώµατος καὶ τῷ ποσῷ τῆς στεγνώσεως. εἰ µὲν γὰρ τὸ καπνῶδες περίττωµα τὸ δεόµενον τῆς κενώσεως εἴη πάµπολυ καὶ ἡ στέγνωσις σφοδρὰ, κίνδυνος ἀποσβεσθῆναι καταπνιγεῖσαν ὑπὸ τοῦ περιττώµατος τὴν ἔµφυτον θερµασίαν·εἰ δ’ ὀλίγον τε εἴη τὸ περίττωµα καὶ ἡ στέγνωσις βραχεῖα, πυρετὸς ἀναφθήσεται. δῆλον οὖν ὡς καὶ τὰς φυσικὰς ἐπίστασθαι χρὴ καὶ τὰς ἐπικτήτους διαθέσεις τοῦ σώµατος, ἐν αἷς ἤτοι λιγνυῶδες, ἢ καπνῶδες, ἢ ἀτµῶδές ἐστι τὸ διαπνεόµενον. ἀλλὰ τοῦτο µὲν ἐν τῇ τῆς θεραπευτικῆς µεθόδου λεχθήσεται πραγµατείᾳ· νυνὶ δὲ ἐπὶ τὸ προκείµενον ἐπανίωµεν. ὥσπερ γὰρ ἡ στέγνωσις ψύξεως αἰτία πολλάκις γίγνεται καθ’ ὃν εἴρηται τρόπον, οὕτω καὶ ἡ µάνωσις, ὅταν ἐπιπλέον ἢ προσῆκε διαφορήσῃ τε καὶ σκεδάσῃ τὸ ἔµφυτον θερµὸν, ψυχρότερον ἀπεργάζεται τὸ σῶµα. γίγνεται δὲ ταῦτα καὶ καθ’ ὅλον µὲν τὸ ζῶον, οὐ µὴν ἀλλὰ καὶ καθ’ ἕκαστον µόριον ὡσαύτως, ἤτοι στεγνούµενον, ἢ µανούµενον. εἰ γὰρ ἥν περ ὅλον ἔσχε τὸ σῶµα διάθεσιν ἐπὶ ταῖς ἐµφράξεσί τε καὶ πληρώσεσι τῶν ἀρτηριῶν, ταύτην σχοίη τὸ µόριον ὑπὸ τῶν ἐν αὐτῷ µόνων πεπονθυιῶν ἀρτηριῶν, ἀνάγκη δήπου καὶ νοσῆσαι παραπλησίως αὐτῷ. καὶ µὲν δὴ καὶ τὰ προσπίπτοντα ἔξωθεν αὐτῷ φάρµακά τε καὶ ὕδατα φαρµακώδη καὶ ψυχρὰ καὶ αὐτὸ τὸ περιέχον ἤτοι στέγνωσιν, ἢ µάνωσιν ἄµετρον ἐναπεργάζεσθαι δυνήσεται τῷ µορίῳ. καί τινες βίαιοι δεσµοὶ ποτὲ µὲν αὐτῷ τῷ µέρει, ποτὲ δὲ τοῖς ὑπερκειµένοις περιτιθέµενοι νεκρώσουσί τε καὶ καταψύξουσιν αὐτὸ, τῆς πρὸς τὴν ἀρχὴν τοῦ ζώου κοινωνίας στερήσαντες, ἐξ ἧς αὐτῷ καὶ ἡ σύµφυτος ἐπέῤῥει θερµασία καὶ ἡ κινοῦσα τὰς ἀρτηρίας δύναµις ἐχορηγεῖτο.

4. Περὶ µὲν δὴ τῶν θερµῶν τε καὶ ψυχρῶν νοσηµάτων αὐτάρκως εἴρηται·περὶ δὲ τῶν ξηρῶν ἐφεξῆς λεγέσθω. εἰ δέ τις διαπονοίη µὲν πλείω καὶ διαπνοίη, τρέφοιτο δὲ ἐλάττω, καὶ ταῦτα ξηρότερα τὴν δύναµιν, ξηρότερος ὢν τὴν κρᾶσιν, εἰς ξηρὸν ῥᾳδίως ὑπαχθήσεται νόσηµα, καὶ µάλιστα εἰ φροντίσειεν, ἢ ἀγρυπνήσειε πλείω. καὶ µὴν καὶ αἱ τοῦ περιέχοντος ἡµᾶς ἀέρος καταστάσεις αἱ ξηραὶ ξηραίνουσι δηλονότι καὶ αὐτὰ τὰ

1 ... 160 161 162 163 164 165 166 167 168 ... 216
Перейти на страницу:

Комментарии

Обратите внимание, что комментарий должен быть не короче 20 символов. Покажите уважение к себе и другим пользователям!

Никто еще не прокомментировал. Хотите быть первым, кто выскажется?