Сочинения. Том 4 - Гален Клавдий
Шрифт:
Интервал:
6.5.4. φαίνεται δὲ οὐχ οὕτως, ἀλλ’ ἀπὸ τῆς ἀναφεροµένης ἐξ ἥπατος εἰς καρδίαν ἀποσχίζεται. πῶς οὖν ἔτι δυνατόν ἐστι τὴν δεξιὰν κοιλίαν τῆς καρδίας ὑπολαβεῖν εἶναι φλεβῶν ἀρχήν, ὥσπερ τὴν ἀριστερὰν ἀρτηριῶν;
6.5.5. ἐπὶ γὰρ ἀνοµοίοις γνωρίσµασιν ἀνόµοιον εἶναι χρὴ καὶ τὴν ἔνδειξιν. εἰ δέ τῳ δοκεῖ µικρὸν εἶναι τὸ τῆς ἐκφύσεως τῶν ἀγγείων γνώρισµα, καίτοι γ’ οὐκ ὄντος µικροῦ, ἀλλ’ ἐκεῖνό γ’ οἶδ’ ὅτι οὐ σµικρὸν εἶναί φησι τὸ πολλὰ τῶν ζῴων οὐκ ἔχειν τὴν δεξιὰν κοιλίαν τῆς καρδίας.
6.5.6. καίτοι γ’ οὐκ ἐνδέχεται τὴν κοίλην φλέβα τῆς κοιλίας ταύτης ἐκφύεσθαι νοµίζειν, ὅταν ἐν παµπόλλοις γένεσι ζῴων ἧπαρ µὲν ὑπάρχῃ καὶ κοίλη φλέψ, ἡ κοιλία δ’ ἡ δεξιὰ µηδόλως ᾖ.
6.5.7. Tίνα τοίνυν ἐστὶ καὶ πόσα τὰ γένη τῶν ζῴων, ἐν οἷς φηµι τὴν δεξιὰν οὐκ εἶναι τῆς καρδίας κοιλίαν; ἀριθµῷ µὲν οὐκ ἔχων διελθεῖν αὐτά, κοινὸν δ’ ἐφ’ ἅπασι κεφάλαιον εὗρον ἀνατεµὼν πολλά, ἀσύ[µ]βατα µὲν εἰς ἕτερα, πρόσεστι δὲ ἓν αὐτοῖς ἐξαίρετον, ὅπερ οὐχ ἅπασι τυγχάνει τοῖς ἐνύδροις, τὸ µήτ’ ἀναπνεῖν ἐξ ἀέρος µήτ’ ἔχειν πνεύµονα.
6.5.8. τουτὶ γὰρ ἄχρι τοῦ δεῦρο κατὰ πάντα γένη τῶν ζῴων παρεφύλαξα, τὸ συναπόλλυσθαί τε καὶ συγγεν<ν>ᾶσθαι τῷ πνεύµονι τὴν δεξιὰν κοιλίαν τῆς καρδίας. ἐζήτησα δὲ χρόνῳ παµπόλ<λ>ῳ καὶ τὴν αἰτίαν αὐτῶν καὶ γέγραπται τὰ φανένθ’ ἡµῖν εὔλογα κατὰ τὴν Περὶ χρείας µορίων πραγµατείαν.
6.5.9. ἐµπίδας µὲν οὖν καὶ µυίας καὶ σκώληκας καὶ µελίττας καὶ µύρµηκας οὔτ’ ἀνέτεµον οὔτ’ ἀνατεµεῖν ἐπιχειρήσαιµι ἄν. ὅπου γὰρ κἀν τοῖς µεγάλοις ζῴοις εὑρίσκω πολλὰ σφαλλοµένους τοὺς ἀνατεµόντας, εὔλογον δήπου κατὰ τὰ σµικρότερα µᾶλλον σφαλῆναι.
6.5.10. τῶν γοῦν ἀνατµηθέντων ὑπ’ ἐµοῦ µέχρι γε τοῦ δεῦρο σχεδὸν οὐκ ἔστιν ὅτῳ µὴ καὶ καρδία καὶ ἧπαρ ὑπάρχει καὶ κοίλη φλὲψ καὶ ἀρτηρία ἡ µεγάλη.
6.5.11. καὶ φαίνεται καθάπερ ἡ ἀρτηρία τῆς καρδίας οὕτως ἡ φλὲψ τοῦ ἥπατος ἐκφυο[υ]µένη διὰ παντός, κἂν µηδόλως ἔχῃ δεξιὰν ἡ καρδία κοιλίαν.
6.5.12. καὶ διὰ τοῦτο φαίνεται σχιζοµένη µετὰ τὸ διελθεῖν τὰς φρένας ὑποκάτω τῆς καρδίας, ὥσπερ ἐπὶ τῶν ἄλλων ὅταν ἐγγὺς ἥκῃ τῶν σφαγῶν. ἐν ἑτέροις δὲ ζῴοις οὐκ ὀλίγοις ἐστὶ µὲν δεξιὰ κοιλία, φαίνεται δ’ οὐδὲν ἧττον ἡ κοίλη φλὲψ εἰς µεγάλα δύο σχιζοµένη πρὶν ἐπὶ τὴν καρδίαν ἐξικέσθαι.
6.5.13. καὶ τοῦτο πᾶσι µὲν ὑπάρχει σχεδὸν τοῖς πτηνοῖς, ἅπασί τε τοῖς ἕρπουσι καὶ τῶν βαδιζόντων ὀλίγοις· ὥστε τὰ πλεῖστα τῶν ζῴων τὴν κοίλην φλέβα προφανῶς ἐξ ἥπατος ἔχει ἀρχοµένην.
6.5.14. ἐναργῶς γὰρ ὁρᾶται διπλάσιον εὐρὺ τὸ ἐξ ἐκείνου τοῦ σπλάγχνου φυόµενον ἀγγεῖον ἑκατέρων τῶν τµηµάτων, ὡς ἅµα δίχα τῆς κοίλης ἐνταῦθα σχισθείσης.
6.5.15. εἰ δὲ εὐρύτερόν ποτε θάτερον ἐπί τινος ζῴου φαίνοιτο θατέρου τµήµατος, ἀλλὰ συναµφότερά γε τῇ κοίλῃ φλεβὶ προφανῶς ἐστιν ἴσα, µόνον οὐ µετὰ φωνῆς ἑρµηνεύοντα τὴν µὲν οἷόν τι πρέµνον ὑπάρχειν, αὐτὰ δ’ ἀπ’ ἐκείνης γεγενῆσθαι σχισθείσης οἷόν περ κλάδους τινὰς ἢ καὶ κλῶνας.
6.5.16. Oὐ µόνον δ’ ἡ κοίλη φλὲψ ἐκ τῶν κυρτῶν τοῦ ἥπατος ἐκπέφυκεν, ἀλλὰ καὶ ἐκ τῶν σιµῶν ἑτέρα φλέψ, ἣν οἱ µὲν ὀνοµάζουσι πύλας ἥπατος, οἱ δὲ τὴν ἐπὶ πύλαις· οὐ γὰρ δὴ ὅλην γε τὴν φλέβα πύλας ὑπάρχειν, ἀλλ’ ὅσον πρῶτον αὐτῆς ἐξίσχει τοῦ ἥπατος, ὅπερ καὶ πάντων εὐρύτατόν ἐστιν.
6.5.17. ἀπ’ αὐτοῦ γὰρ εἰς ἄµφω τὰ µέρη κατασχίζεται τὸ ἀγγεῖον, εἴς τε τὰ σιµὰ τοῦ ἥπατος ἅπαντα καὶ εἰς τὰ κατὰ τὴν γαστέρα, τὸ καλούµενον ἐπίπλοον. τῶν <δὲ> ἐν τούτοις ἅπασι φλεβῶν παµπόλ<λ>ων οὐσῶν οὐδεµία συνεχής ἐστι τῇ καρδίᾳ.
6.5.18. καί τις ἀκούσας τοῦτο τῶν ἀλήθειαν τιµώντων ἀπεθαύµαζέ τε καὶ ἠπίστει τῷ λόγῳ καὶ δειχθῆναί οἱ τὸ λεγόµενον ἠξίου καὶ ὡς εἶδε µεγάλως κατεγίγνωσκε τῶν ἀποφηναµένων ἀρχὴν εἶναι φλεβῶν τὴν καρδίαν.
6.5.19. ὥσπερ γὰρ εἰ µίαν ἡντινοῦν ἐν ὅλῳ τῷ ζῴῳ φλέβα κεχωρισµένην εἰς τοσοῦτον ηὑρίσκοµεν, ὡς µήτ’ αὐτῷ συνάπτειν τῷ ἥπατι µήτε τινὶ τῶν ἀπ’ αὐτοῦ φλεβῶν, οὐκ ἂν ἀπεφηνάµε-θα τῆς φλεβὸς ἐκείνης ἀρχὴν εἶναι τὸ ἧπαρ, οὕτως ἐπειδὴ νῦν οὐ µίαν οὐδὲ δύο µόνας, ἀλλ’ ἀνάριθµόν τι πλῆθος εὑρίσκοµεν οὐδεµίαν ἐχούσας τῇ καρδίᾳ συνέχειαν, οὐκ ἂν οἶµαι φαίηµεν ἐκείνων τῶν φλεβῶν ἀρχὴν εἶναι τὴν καρδίαν.
6.5.20. εὐλόγως οὖν εἴρηται ῥίζωσις τῶν φλεβῶν εἶναι τὸ ἧπαρ, ὡς τῶν ἀρτηριῶν ἡ καρδία, τοῦ δένδρου δ’ ἡ χώρα τοῦ καταβληθέντος σπέρµατος. ἐν ἅπασι γὰρ τούτοις ἡ ῥίζωσις ἀρχὴ τοῦ λοιποῦ παντός ἐστιν, οὐ τῆς ἐξ ἀρχῆς γενέσεως µόνον, ἀλλὰ καὶ τῆς νῦν διοικήσεως.
6.5.21. ῞Oτι δὲ τὸ φαινόµενον αὐτὸ διὰ τῆς ἀνατοµῆς βιάζεται καὶ τοὺς τἀναντία δοξάζοντας ἄκοντας ὁµολογεῖν τἀληθές, ἐκ τοῦδε ἂν µάλιστα µάθοις.
6.5.22. οὐδεὶς τῶν ἀνατοµικῶν ἀνδρῶν ἐπὶ τὸ γράφειν ἀφικόµενος ἀνατοµὴν φλεβῶν ἑτέραν ἀρχὴν τῆς διδασκαλίας ἐπιτήδειον ἠδυνήθη ποιήσασθαι παρελὼν τὸ ἧπαρ, ἀλλ’ εἴτ’ ἀπορεῖν ὑπὲρ ἀρχῆς ἔφησεν, ὡς ῾Ηρόφιλος, εἴτ’ εὐπορεῖν, ὡς ἄλλοι πολλοὶ καὶ ὁ ἡµέτερος Πέλοψ, ὅµως τήν γε διδασκαλίαν ὀλίγου δεῖν ἅπαντες ἀφ’ ἥπατος ἐποιήσαντο.
6.5.23. καὶ τό γε θαυµασιώτατόν τε καὶ ἀπιστότατον ὁ Πέλοψ ἔπαθεν· ἐν µιᾷ πραγµατείᾳ τῶν τε φλεβῶν ἀρχὴν κατεσκεύασε τὸν ἐγκέφαλον ἀνατοµήν τε γράφων αὐτῶν ἀφ’ ἥπατος ἤρξατο, κατὰ µὲν τὸ δεύτερον σύγγραµµα τῶν ῾Ιπποκρατείων εἰσαγωγῶν εὖ µάλα γενναίως ἀγωνισάµενος ὑπὲρ τοῦ δεῖξαι τὸν ἐγκέφαλον οὐ νεύρων µόνον ἀλλὰ καὶ φλεβῶν καὶ ἀρτηριῶν ἀρχήν, ἐν δὲ τῷ τρίτῳ τῆς ἀνατοµῆς τῶν φλεβῶν ἀφ’ ἥπατος ἀρξάµενος, ὥσπερ καὶ οἱ ἄλλοι σχεδὸν ἅπαντες ἀνατοµικοί [εἶναι γράφουσι]· πρὸς γὰρ τὴν διδασκαλίαν ἐπιτήδειον <εἶναι γράφουσι> τὸ τουτὶ τὸ σπλάγχνον ἀρχὴν γενέσθαι τῷ λόγῳ.
6.5.24. θαυµάζω δ’ αὐτῶν εἰ χωρὶς αἰτίας φυσικῆς ἐπιτήδειον εἶναι νοµίζουσι πρὸς τὴν διδασκαλίαν αὐτό. ἐγὼ µὲν γὰρ οἶδα καὶ τοῦθ’ ἕν τι τῶν ὡµολογηµένων ἅπασιν, ὡς οὐδὲν τῶν γεγονότων τε καὶ γινοµένων ἀναίτιόν ἐστιν.
6.5.25. εἰ µὲν οὖν ἀπορεῖν ὁµολογοῦσιν ὑπὲρ ἁπάντων τῶν ἀδήλων ὁµοίως τοῖς ἐµπειρικοῖς, οὐδ’ ἂν ἐµοὶ πρὸς αὐτοὺς εἴη τις λόγος, οὔτε γὰρ ἀρχὴν αὐτῶν ζητήσουσιν οὔθ’ ὅλως ἀνατεµοῦσιν·εἰ δὲ λόγον ἔχειν φασὶν ἐξ οὗ τὰ διαφεύγοντα τὴν αἴσθησιν εὑρίσκουσιν, τί οὐκ αὐτοῦ τούτου πρῶτον οὗ λέγουσιν ἐπεσκέψαντο τὴν αἰτίαν· “ἐπιτήδειόν ἐστιν εἰς διδασκαλίαν φλεβῶν ἀνατοµῆς ἀρχὴν τῷ λόγῳ γενέσθαι τὸ ἧπαρ”;
6.5.26. ἀναιτίως, ὦ σοφώτατοι, ἢ ὅτι πάντως τῇ φύσει πλεονεκτεῖ, καὶ πρὸς τὴν τῆς διδασκαλίας ἀρχὴν ἐπιτηδειότερόν ἐστι;
Поделиться книгой в соц сетях:
Обратите внимание, что комментарий должен быть не короче 20 символов. Покажите уважение к себе и другим пользователям!