📚 Hub Books: Онлайн-чтение книгРазная литератураСочинения. Том 2 - Гален Клавдий

Сочинения. Том 2 - Гален Клавдий

Шрифт:

-
+

Интервал:

-
+
1 ... 30 31 32 33 34 35 36 37 38 ... 216
Перейти на страницу:
οὐδέτερα, πρῶτον περὶ τῶν ὑγιεινῶν ὁ λόγος ἔσται. ἐπεὶ δὲ καὶ τούτων αὐτῶν τὰ µὲν ἦν φυλακτικὰ, τὰ δὲ ποιητικὰ τῆς ὑγείας, ἔστι δὲ καὶ χρόνῳ, καὶ ἀξιώµατι πρότερα τὰ φυλακτικὰ τῶν ποιητικῶν, ἀπὸ τῶν φυλακτικῶν νῦν ἀρκτέον. ὄντος τοίνυν οὐχ ἑνὸς τοῦ ὑγιεινοῦ σώµατος, ἀλλὰ πλειόνων, ὡς ἔµπροσθεν διώρισται, καθ’ ἕκαστον αὐτῶν ἴδιον ἔσται τὸ φυλακτικὸν, ὅτι καὶ πᾶν αἴτιον ἐν τῷ πρός τι. πάλιν οὖν κᾀνταῦθα τὴν ἀρχὴν ἀπὸ τῆς ἀρίστης κατασκευῆς τοῦ σώµατος ποιητέον, ἐπισκεπτοµένους τὰ πρὸς ταύτην ὑγιεινά. τὴν δὲ εὕρεσιν αὐτῶν ἡ τοῦ πράγµατος αὐτοῦ φύσις ὑπαγορεύει. εἰ µὲν γὰρ ἦν ἀπαθὲς καὶ ἀναλλοίωτον τὸ σῶµα, διὰ παντὸς ἂν ἔµενεν ἡ ἀρίστη κατασκευὴ, καὶ οὐδὲν ἂν ἐδεῖτο τέχνης ἐπιστατούσης αὐτῷ. ἐπειδὴ δὲ ἀλλοιοῦται, καὶ διαφθείρεται, καὶ τρέπεται, µὴ φυλάττον ἣν εἶχεν ἐξ ἀρχῆς κατάστασιν, ἐπικουρίας ἐν τοσούτῳ δεῖται. καθ’ ὅσους οὖν τρόπους ἀλλοιοῦται, τοσαῦτα γένη καὶ τῶν ἐπικουριῶν ἕξει, τουτέστι τῶν φυλακτικῶν αἰτίων, ἃ πρόδηλον ἤδη κᾀξ αὐτῶν τῶν εἰρηµένων, ὡς ἐπανορθωτικὰ τῷ γένει τετύχηκεν ὄντα. τῷ δὲ κατὰ βραχὺ ποιεῖσθαι τὰς ἐπανορθώσεις, πρὶν ἀθρόον ἀπαντῆσαι τὸ βλάβος, οὐ προφυλακτικὰ τοῦ µέλλοντος ἔσεσθαι κακοῦ πρὸς τῶν ἰατρῶν κέκληται, ἀλλὰ φυλακτικὰ τῆς παρούσης κατασκευῆς. ἀλλοιοῦται τοίνυν τὸ σῶµα, πρὸς µέν τινων ἐξ ἀνάγκης, πρὸς δέ τινων οὐκ ἐξ ἀνάγκης. λέγω δὲ ἐξ ἀνάγκης µὲν, οἷς ἀδύνατον αὐτῷ ἐστι µὴ πλη-σιάζειν, οὐκ ἐξ ἀνάγκης δὲ τὰ λοιπά. τὸ µὲν γὰρ τῷ περιέχοντι διὰ παντὸς ὁµιλεῖν, ἐσθίειν τε καὶ πίνειν, καὶ ἐγρηγορέναι, καὶ ὑπνοῦν ἀναγκαῖον αὐτῷ, ξίφεσι δὲ καὶ θηρίοις οὐκ ἀναγκαῖον. ὅθεν ἐν µὲν τῷ προτέρῳ γένει τῶν αἰτίων ἡ περὶ τὸ σῶµα τέχνη καταγίνεται, κατὰ

27. δὲ δεύτερον οὐκέτι. ὁπόσα τοίνυν ἐστὶ τὰ ἐξ ἀνάγκης ἀλλοιοῦντα τὸ σῶµα, διελόµενοι, καθ’ ἕκαστον αὐτῶν ἴδιόν τι γένος αἰτίων ὑγιεινῶν εὑρήσοµεν. ἔστιν οὖν ἓν µὲν ἐκ τῆς τοῦ περιέχοντος ἀέρος ὁµιλίας, ἕτερον δὲ ἐκ κινήσεως καὶ ἡσυχίας ὅλου τε τοῦ σώµατος καὶ κατὰ τὰ µόρια. τρίτον, ἐξ ὕπνου καὶ ἐγρηγόρσεως. τέταρτον, ἐκ τῶν προσφεροµένων. πέµπτον, ἐκ τῶν ἐκκρινοµένων, ἢ ἐπεχοµένων. ἕκτον, ἐκ τῶν ψυχικῶν παθῶν. ὑπὸ τούτων γὰρ ἁπάντων ἀνάγκη τὸ σῶµα διατίθεσθαί πως. ὑπὸ µὲν τοῦ περιέχοντος, ἤτοι θερµαινόµενον, ἢ ψυχόµενον, ἢ ξηραινόµενον, ἢ ὑγραινόµενον, ἢ κατὰ συζυγίαν τούτων τι πάσχον, ἢ καθ’ ὅλην τὴν οὐσίαν ἀλλοιούµενον. ἐκ κινήσεως δὲ καὶ ἡσυχίας, ἀµέτρων ἀµφοῖν γινοµένων, ἢ θερµαινόµενον, ἢ ξηραινόµενον, ἢ ψυχόµενον, ἢ ὑγραινόµενον, ἢ κατὰ συζυγίαν τι τούτων πάσχον. οὕτω δὲ καὶ ἐξ ὕπνου καὶ ἐγρηγόρσεως ἀνάγκη πως πάσχειν αὐτό. κατὰ δὲ τὸν αὐτὸν λόγον ἐκ τῶν προσφεροµένων, ἢ ἐκκρινοµένων, ἢ ἐπεχοµένων. ἅπαντα γὰρ ταῦτα, τὰ µὲν ἄντικρυς, τὰ δὲ διὰ µέσων ἑτέρων αἰτίων ἀλλοιοῖ τὸ σῶµα, καὶ διαφθείρει τὴν ὑγείαν. καὶ γέγραπται περὶ τούτων αὐτῶν ἰδίᾳ καθ’ ἕκαστον ἐν τῇ τῶν ὑγιεινῶν πραγµατείᾳ. τὰ µὲν οὖν ἅπαντα τὰ νῦν εἰρηµένα γένη τῶν ὑγιεινῶν αἰτίων ὕλαι τινὲς ὑπάρχουσι· µετὰ δὲ τῆς δεούσης χρήσεως αἴτια γίνεται φυλακτικά τε καὶ ὑγιεινά· διαµαρτανόµενα δὲ τῆς συµµετρίας, νοσώδη καθίσταται. ὥστε δῆλον ἤδη κᾀκ τούτων, ὡς οὐχ ἑτέρας µὲν οὐσίας τῶν ἐκτὸς τούτων πραγµάτων ὑγιεινὰς ἡµῖν, ἑτέρας δὲ νοσερὰς ὑποληπτέον, ἀλλὰ τὰς αὐτὰς ἐν τῷ πρός τι ποτὲ µὲν ὑγιεινὰς, ποτὲ δὲ νοσώδεις γινοµένας. ἡνίκα µὲν γὰρ δεῖται κινήσεως τὸ σῶµα, τὸ µὲν γυµνάσιον ὑγιεινὸν, ἡ δὲ ἡσυχία νοσερόν· ἡνίκα δὲ ἀναπαύσεως, ὑγιεινὸν µὲν ἡ ἡσυχία, νοσερὸν δὲ τὸ γυµνάσιον. ὡσαύτως δὲ καὶ περὶ σιτίων καὶ ποµάτων καὶ τῶν ἄλλων ἁπάντων. ἕκαστον γὰρ, ἐπειδὰν δεοµένῳ τῷ σώµατι προσάγηται µετὰ τῆς οἰκείας ποσότητος καὶ ποιότητος, ὑγιεινὸν γίνεται· τῷ δὲ ἤτοι µηδ’ ὅλως δεοµένῳ προσφερόµενον, ἢ οὐκ ἐν τῷ προσήκοντι µέτρῳ, νοσῶδες καθίσταται. καὶ δύο εἰσὶν οὗτοι σκοποὶ περί τε τὸ ὑγιεινὸν καὶ τὸ νοσερὸν, ἡ ποιότης τε καὶ ἡ ποσότης τοῦ προσφεροµένου· τὸ γὰρ καὶ τὸν καιρὸν, ὡς ἕτερόν τι τούτων, τρίτον ἐπεισάγειν ἐν τοῖς εἰρηµένοις περιεχόµενον, οὐκ εὔλογον. εἰ γὰρ δεῖται τὸ σῶµα τοιοῦδε καὶ τοσοῦδε τοῦ προσφεροµένου, δηλονότι καὶ κατὰ τὸν καιρὸν τὸν δέοντα προσφέρεται. καὶ ἡ γένεσις τῷ καιρῷ ἐκ τοῦ ῥευστὸν καὶ εὐµετάβλητον εἶναι τὸ θνητὸν σῶµα, καὶ δεῖσθαι κατὰ τὰς µεταβολὰς ἄλλοτ’ ἀλλοίων τῶν ὠφελούν των. ὥστε οὐκ ἔστιν ἐπὶ τῷ γένει τρίτον ἐν τοῖς εἰρηµένοις ὁ καιρός. εἰς δὲ τὴν διδασκαλίαν αὐτῷ πολλάκις ὡς τρίτῳ χρώµεθα διὰ τὴν εἰρηµένην αἰτίαν.

28. ᾿Επεὶ δὲ ἐν τούτοις τοῖς σκοποῖς τά τε ἄλλα τῶν αἰτίων τῶν ὑγιεινῶν καὶ τὸ νῦν ἡµῖν προκείµενόν ἐστι γένος, αὖθις ἀναλάβωµεν αὐτά. τῇ τοίνυν ἀρίστῃ κατασκευῇ τοῦ σώµατος, ἐπειδὰν εὔκρατον ᾖ τὸ περιέχον, ἁρµόσει συµµετρία τῶν τε ἄλλων ἀκριβὴς, ὧν ἀρτίως εἶπον, ἡσυχίας τε καὶ κινήσεως, καὶ ὕπνου καὶ ἐγρηγόρσεως, καὶ τῶν προσφεροµένων τε καὶ ἐκκρινοµένων. ἐπειδὰν δὲ δύσκρατον ᾖ, εἰς τοσοῦτον καὶ τὰς συµµετρίας ἐξαλλάττειν προσήκει, εἰς ὅσον καὶ τὰ τῆς εὐκρασίας διέφθαρται. σκοποὶ δὲ τῆς συµµετρίας, ἐπὶ µὲν τοῦ περιέχοντος, ὡς µήτε φρίττειν διὰ κρύος, µήθ’ ἱδροῦν διὰ θάλπος· ἐν δὲ τοῖς γυµνασίοις, ὅταν πρῶτον ἄρξηται πονεῖν τὸ σῶµα, καταπαύειν εὐθύς· ἐν δὲ τοῖς ἐδέσµασι, πέψεως ἀκρίβεια, καὶ διαχωρήσεως συµµετρία κατά τε τὸ ποιὸν καὶ κατὰ τὸ ποσόν. ἰσάζει δέ πως ἐπὶ τούτων ἡ ὄρεξις τῇ πέψει, ὥστε οὐδ’ ἐπιστάτου δέονται, τοῦ τὸ ποσὸν ἑκάστου τῶν προσφεροµένων µετρήσοντος. ἡ γὰρ ἀρίστη φύσις, ὅσον ὀρέγεται, τοσοῦτον καὶ πέττει καλῶς. οὕτω δὲ καὶ τῶν ὕπνων τὸ ποσὸν ἡ φύσις αὐτὴ µετρεῖ τοῖς ἐν ἀρίστῃ κατασκευῇ, καὶ παύονται τηνικαῦτα ὑπνοῦντες, ὅταν µηκέτι δέηται τὸ σῶµα. καὶ δὴ καὶ οὕτως αὐτῶν διαιτωµένων, ἐν ταῖς ἐκκρίσεσιν οὐδὲν πληµµελεῖται κατὰ γαστέρα, καὶ οὖρα, καὶ ὅλον τὸ σῶµα. τὰς µὲν γὰρ ἡ συµµετρία τῶν προσφεροµένων, τὴν δὲ καθ’ ὅλον τὸ σῶµα διαπνοὴν ἡ τῶν γυµνασίων ὑγιεινὴν ἀπεργάζεται χρῆσις. ἀπέχεσθαι δὲ δηλονότι τῆς ἀµετρίας αὐτοὺς χρὴ ἁπάντων τῶν ψυχικῶν παθῶν, ὀργῆς, λύπης, θυµοῦ, φόβου, καὶ φθόνου, καὶ φροντίδος. ἐξίστησι γὰρ καὶ ταῦτα, καὶ ἀλλοιοῖ τὸ σῶµα τῆς κατὰ φύσιν συστάσεως. ᾿Αφροδισίων δὲ κατὰ µὲν ᾿Επίκουρον οὐδεµία χρῆσις ὑγιεινὴ, κατὰ δὲ τὸ ἀληθὲς ἐκ διαλειµµάτων τηλικούτων, ὡς ἐπὶ ταῖς χρήσεσι µήτ’ ἐκλύσεως αἰσθάνεσθαι, καὶ κουφότερον αὐτὸν ἑαυτοῦ δοκεῖν γεγονέναι καὶ εὐπνούστερον. ὁ δὲ καιρὸς τῆς χρήσεως, ὅταν ἀκριβῶς µέσον ᾖ τῶν ἔξωθεν περιστάσεων ἁπασῶν τὸ σῶµα, µήθ’ ὑπερπεπληρωµένον, µήτ’ ἐνδεὲς, µηθ’ ὑπερεψυγµένον, µήθ’ ὑπερτεθερµασµένον, ἢ ἐξηρασµένον, ἢ ὑγρασµένον ἀµέτρως. εἰ δὲ καὶ διαµαρτάνοιέν ποτε κατά τι, σµικρὸν µὲν ἔσται τὸ διαµαρτανόµενον. ἄµεινον δὲ τεθερµασµένῳ µᾶλλον, ἢ ὑπερεψυγµένῳ, καὶ ὑπερπεπληρωµένῳ, ἢ ἐνδεεῖ, καὶ ὑγρασµένῳ, ἢ ἐξηρασµένῳ

1 ... 30 31 32 33 34 35 36 37 38 ... 216
Перейти на страницу:

Комментарии

Обратите внимание, что комментарий должен быть не короче 20 символов. Покажите уважение к себе и другим пользователям!

Никто еще не прокомментировал. Хотите быть первым, кто выскажется?