📚 Hub Books: Онлайн-чтение книгРазная литератураСочинения. Том 2 - Гален Клавдий

Сочинения. Том 2 - Гален Клавдий

Шрифт:

-
+

Интервал:

-
+
1 ... 101 102 103 104 105 106 107 108 109 ... 216
Перейти на страницу:
ψυχρὰ δὲ διὰ τῶν θερµαινόντων. οὕτω δὲ καὶ ξηρὰ µὲν διὰ τῶν ὑγραινόντων· ὑγρὰ δὲ διὰ τῶν ξηραινόντων. περὶ δὲ τοῦ πρώτως θερµαίνοντος ἢ κατὰ συµβεβηκὸς ἐπὶ πλεῖστον, ὡς οἶσθα, ἐν τῇ περὶ τῆς τῶν ἁπλῶν φαρµάκων δυνάµεως ἐπεσκεψάµεθα πραγµατείᾳ, ἐπιδεικνύντες ἐνίοτε καὶ τὸ πρώτως ψῦχον θερµαίνειν κατά τι συµβεβηκὸς, ὥσπερ καὶ τὴν τοῦ ψυχροῦ κατάχυσιν ὕδατος, ὅταν ἐπανάκλησιν θέρµης ποιῆται· καὶ τὴν τοῦ θερµοῦ ψύξιν, ὅταν ἀραιῶσαν τὸ σῶµα διαφορήσῃ τὴν ἐν αὐτῷ θερµασίαν. αἱ µὲν οὖν κατὰ µόνας τὰς δραστικὰς ποιότητας ἀλλοιώσεις τῶν σωµάτων ὑπὸ µόνης τῆς διὰ τῶν θερµαινόντων τε καὶ ψυχόντων ὑγραινόντων τε καὶ ξηραινόντων δυνάµεως εἰς τὸ κατὰ φύσιν ἄγονται, µὴ δεόµεναι κενώσεως αἰσθητῆς. αἱ δὲ δι’ ἐπιῤῥοὴν ὕλης, εὐκράτου µὲν οὔσης αὐτῆς, κενώσεως χρῄζουσι µόνης, δυσκράτου δὲ, κενώσεώς τε ἅµα καὶ τῆς διὰ τῶν ἐναντίων ποιοτήτων ἀλλοιώσεως· κενώσεως µὲν, ὥσπερ αἱ ῥευµατικαὶ καλούµεναι, περὶ ὧν ἓν ἡµῖν, ὡς οἶσθα, γέγραπται βιβλίον· ἐν ᾧ καὶ τοῦτο εὐθέως κατ’ ἀρχὰς ἐδείχθη, τὸ τῆς θρεπτικῆς δυνάµεως ὅλου τοῦ σώµατος ἀῤῥωστούσης, γίγνεσθαι τὰς διαθέσεις ταύτας, ῥεούσης τῆς ἀθροιζοµένης περιουσίας εἰς τὰ πάντων ἀτονώτατα µόρια. τοῦ µέντοι ῥέοντος αἵµατος εἰς τὰ τοιαῦτα µόρια κατὰ τὰς ῥευµατικὰς διαθέσεις ἔχοντός τινα κακοχυµίαν ἡ διάθεσις γίνεται µικτή· καὶ γίγνοιτ’ ἂν ἴσως τοῦτο σπανιώτατα. διὰ παντὸς γὰρ ὤφθη µοι, χωρὶς φλέγµατος ἢ ξανθῆς χολῆς ἢ µελαίνης αἷµα τῇ συστάσει λεπτὸν ἐπιῤῥέον. ἐξ ἄλλης δέ τινος αἰτίας εἰς ὄγκον ἀρθέντος τοῦ µορίου σκοπεῖν εἴτε φλεγµονὴ τὸ πάθος ἐστὶν εἴτε σκίῤῥος εἴτε οἴδηµα, φλεγµονὴν ὀνοµαζόντων ἡµῶν ἅπασαν τὴν θερµὴν καὶ οἷον φλογώδη διάθεσιν, ἧς τὰς διαφορὰς ὀλίγον ἔµπροσθεν εἴποµεν. ὥρα τοίνυν ἤδη περὶ τῶν οἰδηµάτων ὑποθέσθαι σοι διὰ βραχέων, ἀναµνήσεως ἕνεκεν ὧν κατὰ διέξοδον ἤκουσας ἡµῶν λεγόντων.

5. Ονοµάζοµεν οὖν οἴδηµα τὸν ἀνώδυνον µὲν καὶ χαῦνον ὄγκον. ἐπιδέδεικται δ’ οὗτος ἐκ φλεγµατώδους οὐσίας γιγνόµενος ἢ πνεύµατος ἀτµώδους, ὁποῖόν τι καὶ κατὰ τὰ νεκρὰ γίνεται σώµατα καὶ κατὰ τοὺς πόδας τε καὶ σκέλη πολλάκις, ἐν ὑδερικαῖς διαθέσεσι καὶ φθόαις καὶ καχεξίαις ἑτέραις. ἀλλ’ ἐπ’ ἐκείνων µὲν σύµπτωµά ἐστι τὸ τοιοῦτον οἴδηµα διαθέσεων ἐπισφαλῶν, οὐδεµιᾶς ἰδίας ἐξαιρέτου θεραπείας δεόµενον αὐτό. καὶ γὰρ ἀνάτριψις µόνη δι’ ὀξυῤῥοδίνου καί ποτε δι’ ἁλῶν καὶ ἐλαίου ἢ καὶ τῶν ἁλῶν ἐµβληθέντων τῷ ὀξυῤῥοδίνῳ κατέστησεν αὐτὸ καὶ ἄλλα πολλὰ τοιαῦτα. διὰ δὲ τὸν φλεγµατικὸν χυµὸν ἐπιῤῥυέντα µορίῳ, ἐπιγενοµένου τοῦ πάθους, ἐνίοτε µὲν σπόγγος ὕδατι βεβρεγµένος ὀλίγον ὄξους ἔχων κατέστησε τὸ πάθος· εἰ δὲ µὴ καταστήσειε, βραχὺ πλεῖον ἐπιβλητέον τοῦ ὄξους, ὥστε τὸ µὲν σύµµετρον τοιοῦτον εἶναι κατὰ τὴν κρᾶσιν, ὡς δύνασθαί τινα καὶ πίνειν αὐτοῦ. τούτου δὲ τὸ µὲν ὑδαρέστερον ἐν ἀρχῇ παραληπτέον ἐπὶ µαλακῶν µάλιστα σωµάτων· τὸ δ’ ἰσχυρότερον ἐπί τε γενναίων καὶ σκληρὸν ἐχόντων δέρµα καὶ πρὸς τὰς πρώτας ἐπιθέσεις τοῦ σπόγγου µηδὲν ὠφεληθέντων. εἶναι δὲ χρὴ τὸν σπόγγον πάντως καινόν· εἰ δὲ µὴ παρείη τοιοῦτος, ἔστω ἀκριβῶς ἐκπεπλυµένος ἀφρονίτρῳ τε καὶ νίτρῳ καὶ τῇ καλουµένῃ κονίᾳ στακτῇ. µὴ παυσαµένου δὲ µηδ’ ἐπὶ τούτοις τοῦ οἰδήµατος, ἐπεµβάλλειν χρὴ βραχὺ στυπτηρίας καὶ τὸν σπόγγον πάντως ἐπιτιθέναι καινόν. εἰ δὲ καὶ κατά τι τῶν κώλων τὸ τοιοῦτον οἴδηµα γένοιτο, τῆς ἐπιδέσεως ἐκ τῶν κάτω µερῶν ἀρχόµενον ἄνω τελευτᾷν τὴν ἐπιβολὴν καὶ τὴν πίεσιν καὶ τὴν σύµπασαν νοµὴν ὡς ἐπὶ καταγµάτων ποιούµενον. ὁ γάρ τοι σκοπὸς τῆς θεραπείας ἐπὶ τῶν τοιούτων παθῶν µικτός ἐστι· τὸ µέν τι διαφορεῖν τῆς οὐσίας αὐτῶν, τὸ δέ τι συνάγειν καὶ σφίγγειν. εἰ τοίνυν ἐπὶ τοῖς προειρηµένοις µὴ καθίσταιτο, τότε τῶν ἰσχυροτέρων φαρµάκων ἃ µικτὴν ἔχει τὴν κρᾶσιν ἐκ τῶν εἰρηµένων δυνάµεων ἐπιβάλλειν. ἐγὼ δὲ ἐπὶ κεχρονικότος οἰδηµατώδους ὄγκου προϋπαλείψας ἐλαίῳ τὸ µόριον εἶτ’ ἐπιθεὶς σπόγγον ἐκ κονίας καὶ σφίγξας βιαιότερον, οἶδα τελέως ἐκθεραπευθὲν τὸ πάθος, οὐκέτι δηλονότι τῆς τοιαύτης ἀγωγῆς σκοπὸν ἐχούσης, τὸ µικτὸν τῶν δυνάµεων, ἀλλ’ ἐπὶ τὸ διαφορητικόν τε καὶ τµητικὸν ἀποκλινάσης, ὅπερ ἐπὶ τῶν χρονιζόντων σχεδὸν ἁπάντων ἴσµεν εὐδοκιµοῦν. ἐπεὶ δὲ καὶ περὶ τῶν οἰδηµάτων αὐτάρκως εἴρηται πρός γε σὲ, περὶ τῶν σκιῤῥωδῶν ὄγκων ἐφεξῆς ἂν εἴη ῥητέον.

6. ῾Ο µὲν οὖν ἀκριβὴς σκίῤῥος ὄγκος ἐστὶ παρὰ φύσιν ἀναίσθητός τε καὶ σκληρός. ὁ δ’ οὐκ ἀκριβὴς οὐκ ἀναίσθητος µὲν παντάπασι, δυσαίσθητός γε µήν ἐστι πάντως. ὁ µὲν οὖν ἀναίσθητος σκίῤῥος ἀνίατος. ὁ δὲ δυσαίσθητος οὐκ ἀνίατος µὲν, οὐ µὴν εὐίατος. γίνεται γὰρ ἐκ γλίσχρου καὶ παχέος χυµοῦ δυσλύτως ἐµπλαττοµένου τοῖς σκιῤῥουµένοις µορίοις· ἐνίοτε µὲν οὖν εὐθὺς ἐξ ἀρχῆς κατὰ βραχὺ συνίσταταί τε καὶ αὐξάνεται. τὰ πολλὰ δ’ ὑπὸ τῶν ἰατρῶν κατασκευάζεται, στυψάντων καὶ ψυξάντων σφοδρῶς ἐρυσιπέλατά τε καὶ φλεγµονάς. ἐὰν µὲν οὖν τις τὰ ἰσχυρῶς διαφοροῦντα τοῖς σκιῤῥουµένοις σώµασι προσφέρῃ φάρµακα καὶ σαφῆ µείωσιν ἐργασάµενος τοῦ σκίῤῥου, χρόνῳ βραχεῖ θαῤῥήσει περὶ τῆς παντελοῦς θεραπείας οὐκ ἀληθῶς, ἀγνοῶν ὅτι τῷ τοιούτῳ τρόπῳ τῆς θεραπείας τὸ λείψανον τοῦ πάθους ἀνίατον γίνεται. διαφορηθείσης γὰρ ἐξ αὐτοῦ τῆς λεπτοµεροῦς ὑγρότητος ἡ λοιπὴ ξηρανθεῖσα λιθώδης ἀποτελεῖται. οὔκουν χρὴ σφοδρῶς ξηραίνοντι τὰ σκιῤῥούµενα µόρια θεραπεύειν φαρµάκῳ, ἀλλὰ θερµασίαν µὲν ἔχειν χλιαρὰν, ὑγρότητα δ’ οὔτε πολλὴν οὔτε παντάπασιν ἐλαχίστην. τὸ µὲν γὰρ ὑπερβαλλόντως ὑγρὸν οὐδ’ ὅλως διαφορεῖ· τὸ δ’ ὀλιγοστὴν ἔχον ἰκµάδα ξηραίνει σφοδρότερον ἢ προσήκει. χρὴ τοίνυν ὑπὲρ τοῦ µέλλοντος ὀνήσειν φαρµάκου τὸ σκιῤῥούµενον σῶµα τοῖς ἐν ἡλίῳ χεοµένοις ὅµοιόν τι πάσχειν. ὀνοµάζεται δὲ τὰ τοιαῦτα φάρµακα µαλακτικά· καὶ λέλεκται περὶ αὐτῶν ἐπὶ πλέον ἐν τῷ πέµπτῳ τῆς περὶ τῶν ἁπλῶν φαρµάκων πραγµατείας. καὶ τὰ παραδείγµατα αὐτῶν εἴρηται, τά γε ἁπλᾶ µυελοί τε σύµπαντες καὶ στέατα. πρωτεύει δὲ τῶν µὲν µυελῶν πάντων ὁ ἐλάφειος· εἶτα ὁ µόσχειος. στεάτων δὲ ἐν µὲν τοῖς πτηνοῖς ζώοις τὸ χήνειον· ἐν δὲ τοῖς πεζοῖς τὸ λεόντειον. ἐφεξῆς δὲ χηνείῳ µὲν τὸ τῆς ἀλεκτορίδος· λεοντείῳ δὲ τὸ τῶν παρδάλεων καὶ τὸ τῶν ἄρκτων· εἶτα τὸ τῶν ταύρων. τὸ δὲ τῶν αἰγῶν παχύτερόν τε τούτων ἐστὶ καὶ ξηρότερον· ἔτι δὲ µᾶλλον αὐτοῦ τὸ τῶν τράγων. ὅτι δ’ οὐ δεῖται τῶν ἰσχυρῶς ξηραινόντων φαρµάκων τὸ πάθος τοῦτο, προείρηται. περὶ δὲ τῆς κατὰ λεπτοµέρειάν τε καὶ παχυµέρειαν αὐτῶν διαφορᾶς ἐνδεικτικῶς µὲν εἴρηται, σαφῶς δ’ οὐδέπω. διὸ νῦν ἀναµνῆσαί σε προσήκει τῶν ῥηθέντων ἡµῖν πρὸς ἀλλήλους, ὅτε τὸ τοῦ Κερκυλλίου παιδάριον ἐθεράπευον, ἐξ ἐρυσιπέλατος σφοδρῶς στυφθέντος τε καὶ ψυχθέντος ὄγκον σκιῤῥώδη ἔχοντος ἐν ὅλῳ τῷ µηρῷ. λεπτοµερῆ γὰρ ἡµῖν ἐφαίνετο δεῖν εἶναι τὰ µέλλοντα θεραπεύειν αὐτὸ φάρµακα, διὸ κατήντλουν ἐλαίῳ τὸν µηρὸν, ἐν σκάφῃ καθίζον βαθείᾳ τὸ παιδάριον, ἐχούσῃ πλῆθος ἐλαίου τοῦ Σαβίνου, διότι λεπτοµερέστατον ἔλαιον ἴσµεν ἁπάντων αὐτό. λουτροῦ δ’ ἀπεῖχον ὅτι

1 ... 101 102 103 104 105 106 107 108 109 ... 216
Перейти на страницу:

Комментарии

Обратите внимание, что комментарий должен быть не короче 20 символов. Покажите уважение к себе и другим пользователям!

Никто еще не прокомментировал. Хотите быть первым, кто выскажется?